- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.88.1-17.88.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
在亚历山大与波罗斯的战斗中,描绘了印度战象的猛烈攻势以及波罗斯的英勇奋战;最终,在亚历山大下令的集中攻击下,波罗斯受伤倒地,印度军队随即溃散。
γενομένης δὲ μάχης τὸ μὲν πρῶτον τοῖς ἱππεῦσιν ἅπαντα σχεδὸν τὰ ἅρματα τῶν Ἰνδῶν διεφθάρη· μετὰ δὲ ταῦτα τῶν ἐλεφάντων ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς ἀλκαῖς δεόντως χρωμένων οἱ μὲν ὑπὸ τῶν θηρίων συμπατούμενοι μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν1 ἀπώλλυντο, οἱ δὲ ταῖς προνομαῖς περιλαμβανόμενοι καὶ πρὸς ὕψος ἐξαρθέντες πάλιν πρὸς τὴν γῆν ἐράττοντο καὶ δεινοῖς θανάτοις περιέπιπτον, πολλοὶ δὲ τοῖς ὀδοῦσι συγκεντούμενοι καὶ διʼ ὅλων τῶν σωμάτων τιτρωσκόμενοι παραχρῆμα τοῦ ζῆν ἐστερίσκοντο.
战斗开始后,起初印度人的战车几乎全部被骑兵摧毁。在此之后,由于大象充分利用了它们身体的优势和力量,有的人被这些巨兽践踏,骨头连同盔甲一起被粉碎而死;有的人则被象鼻卷起并高高抛起,接着又被重重地摔在地上,惨遭横死;还有许多人被象牙刺穿,全身负伤,当场丧命。
τῶν δὲ Μακεδόνων εὐρώστως ὑπομενόντων τὸ δεινὸν καὶ τοὺς ἀνὰ μέσον τῶν θηρίων ταῖς σαρίσαις ἀναιρούντων ἰσόρροπος ἦν ἡ μάχη.
但由于马其顿人坚韧地顶住了这一恐怖场面,并用萨里沙长枪消灭夹在巨兽之间的敌人,战斗一度处于均势。
μετὰ δὲ ταῦτα τῶν θηρίων συνακοντιζομένων καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων περιοδύνων γινομένων οἱ μὲν περιβεβηκότες αὐτοῖς Ἰνδοὶ κρατεῖν τῆς ὁρμῆς τῶν ζῴων οὐκ ἴσχυον· ἐκνεύοντα γὰρ εἰς τοὺς ἰδίους ταῖς ὁρμαῖς ἀκατασχέτως ἐφέρετο καὶ τοὺς φίλους συνεπάτει·
此后,由于巨兽遭到雨点般的标枪射击,因伤口极多而痛楚难忍,骑在它们身上的印度人无法控制这些动物的冲势;因为它们转向自己人,无法遏制地狂奔,将友军踩在脚下。
ταραχῆς δὲ πολλῆς γινομένης ὁ Πῶρος συνιδὼν τὸ γινόμενον καὶ τεταγμένος ἐπὶ τοῦ κρατίστου τῶν ἐλεφάντων ἤθροισε περὶ αὑτὸν τεσσαράκοντα τῶν θηρίων τὰ μήπω τεταραγμένα καὶ τῷ βάρει τῶν ἐλεφάντων ἐπιβαλὼν τοῖς πολεμίοις πολὺν ἐποίει φόνον, ἅτε καὶ τῇ ῥώμῃ τοῦ σώματος πολὺ προέχων τῶν συστρατευομένων· τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δʼ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων2 τῶν εὐρωστίᾳ διαφερόντων.
在极大的混乱中,波罗斯察觉到了局势,他正骑在最强壮的一头大象上,便把尚未陷入混乱的四十头巨兽聚集在自己周围,利用大象的重量压向敌人,造成了惨重的伤亡,因为他本人的体格力量也远远超过了并肩作战的战友;因为他的身高有五库比特,而他的胸甲宽度是其他体魄杰出者的两倍。
διόπερ τὰ βαλλόμενα σαυνία τοιαύτην εἶχε δύναμιν ὥστε μὴ πολὺ λείπεσθαι τῶν καταπελτικῶν βελῶν. τῶν δʼ ἀντιτεταγμένων Μακεδόνων καταπεπληγμένων τὴν ἀνδραγαθίαν3 τοῦ Πώρου ὁ Ἀλέξανδρος μεταπεμψάμενος τοὺς τοξότας καὶ τὰ ψιλικὰ τῶν ταγμάτων προσέταξεν ἅπαντας βάλλειν ἐπὶ τὸν Πῶρον.
因此,他掷出的标枪具有极大的威力,几乎不亚于弩炮射出的箭矢。由于对峙的马其顿人被波罗斯的勇猛震慑,亚历山大召集了弓箭手和轻装步兵队,命令所有人向波罗斯射击。
ταχὺ δὲ τῶν στρατιωτῶν πραξάντων τὸ παραγγελθὲν καὶ βελῶν ἅμα πολλῶν ἐνεχθέντων ἐπὶ τὸν Ἰνδὸν καὶ πάντων ἐπιτυγχανόντων διὰ τὸ μέγεθος τοῦ σκοποῦ ὁ μὲν Πῶρος ἡρωικῶς ἀγωνισάμενος καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων γενόμενος ἔξαιμος ἐλιποψύχησεν καὶ περικλασθεὶς περὶ τὸ θηρίον πρὸς τὴν γῆν κατηνέχθη.
士兵们迅速执行了命令,许多飞弹同时射向这位印度人,且由于目标巨大而全部命中。波罗斯虽英勇奋战,却因伤口太多失血过多而昏厥,虚脱地伏在巨兽身上,随后坠落到地上。
διαδοθείσης δὲ φήμης ὅτι τετελεύτηκεν ὁ βασιλεύς, τὸ λοιπὸν πλῆθος τῶν Ἰνδῶν πρὸς φυγὴν ὥρμησεν.
随着国王已经阵亡的流言传开,其余的印度士兵开始纷纷逃跑。
- 17.88.1μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν
θραυομένων τῶν ὀστῶν 是属格绝对结构,受 μετὰ τῶν ὅπλων(与武器装备一同)修饰。描写了士兵们的骨头连同身上穿戴的金属防具一同被踩碎的惨烈画面。
- 17.88.4τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δʼ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων
名词 μῆκος(身高)与 εὖρος(宽度)在句中作为关系宾格发挥作用。句子的结构为:前半句“因为就身高而言,他是五库比特”,后半句“而就宽度而言,他的胸甲(ὁ θώραξ αὐτοῦ)是其他人的两倍”。
- 17.88.5καταπεπληγμένων τὴν ἀνδραγαθίαν
动词 καταπλήττω 的被动语态完成时分词属格 καταπεπληγμένων(属格绝对结构的一部分)与关系宾格 τὴν ἀνδραγαθίαν(关于其勇猛)相结,意为“因(波罗斯的)勇猛而深受震撼”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
