← 西西里的狄奥多罗斯

历史丛书

§16.59.1-16.59.4

福基斯战争的终结与向菲力投降

历时十年的福基斯战争走向结束;法莱科斯与雇佣兵达成协议后撤退,而福基斯人则向菲力投降,菲力决定将战后裁决权移交给近邻同盟会议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.59.1

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον. ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον. Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων1 διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.

在阿尔基亚斯担任雅典执政官期间,罗马人任命马尔库斯·埃米利乌斯和提图斯·昆克蒂乌斯为执政官。在他们任内,持续了十年的福基斯战争以下述方式结束。由于战争的长期化,波奥蒂亚人和福基斯人都已疲惫不堪,福基斯人派使节前往拉刻代蒙请求援助,而斯巴达人则派遣了一千名重装步兵,并任命他们的国王阿希达穆斯为将军。

§16.59.2

Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως. καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον2 καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον· ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.

波奥蒂亚人也像他们一样,派使节前往菲力处请求结盟,于是菲力带领色萨利人,率领大军来到洛克里斯。当他发现法莱科斯再次被任命为将军并掌握着大量雇佣兵时,便准备通过决战来决定战争的胜负。然而,留在尼凯亚的法莱科斯看出自己并非对手,便派使节前往国王处进行和平谈判。

§16.59.3

γενομένης δʼ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν3 ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.

在达成允许法莱科斯及其士兵可以去往任何他想去的地方的协议后,法莱科斯便在休战条约保护下,率领其八千名雇佣兵撤退到伯罗奔尼撒。而福基斯人则希望破灭,向菲力投降。

§16.59.4

ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν. ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν4 ἐπιτρέψαι.

国王在没有进行战斗的情况下出人意料地结束了神圣战争,并与波奥蒂亚人及色萨利人一同召开会议。因此他决定召集近邻同盟会议,并将全盘决定权委托给这一机构。

语法注4 条
  1. 16.59.1Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων

    属格独立结构,表示主句中派遣使节等动作的直接原因或理由。

  2. 16.59.2Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον

    分词 καταλαβών(“发现”)带有对格名词加完美被动分词 ἠξιωμένον 作为宾语补足语,表示“发现法莱科斯重新被任命为将军”。

  3. 16.59.3ὥστε τὸν Φάλαικον ... ἀπελθεῖν

    带有不定式的 ὥστε 从句,起同格解释作用,说明前述名词 ὁμολογίας(“协议”)的具体内容,而非表示结果。

  4. 16.59.4τὴν περὶ τῶν ὅλων διάγνωσιν

    介词短语 περὶ τῶν ὅλων(“关于一切的”)置于冠词和名词 διάγνωσιν 之间起属性修饰作用,意为“关于所有事情的最终决定”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.59.1-16.59.4