- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.58.1-16.58.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
在波奥蒂亚处于劣势的波奥蒂亚人向马其顿的菲力求援,菲力因欲削弱其气焰仅派出少数兵力。随后,在阿拜战败的福基斯人逃入阿波罗神庙避难,却因意外火灾全部被活活烧死,遭遇神罚。
κατὰ δὲ τὴν Βοιωτίαν οἱ μὲν Φωκεῖς τρεῖς πόλεις ἔχοντες ὠχυρωμένας, Ὀρχομενὸν καὶ Κορώνειαν καὶ Κορσίας, ἐκ τούτων ἐποιοῦντο τὴν ἐπὶ τοὺς Βοιωτοὺς στρατείαν. εὐπορούμενοι δὲ μισθοφόρων τήν τε χώραν ἐδῄουν καὶ κατὰ τὰς ἐπιθέσεις καὶ συμπλοκὰς περιεγίνοντο τῶν ἐγχωρίων.1
在波奥蒂亚,福基斯人占领了三座防御稳固的城市,即奥尔霍迈诺斯、科罗尼亚和科尔西亚,并以这些城市为基地,展开对波奥蒂亚人的军事行动。他们因拥有充足的雇佣军而蹂躏该地领土,并在袭击和交战中压倒当地居民。
διόπερ οἱ Βοιωτοὶ θλιβόμενοι μὲν τῷ πολέμῳ καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπολωλεκότες, χρημάτων δὲ ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν Φίλιππον ἀξιοῦντες βοηθῆσαι.
因此,波奥蒂亚人因战争而备受折磨,不仅失去了许多士兵,而且缺乏资金,于是向菲力派遣使节,请求他予以援助。
ὁ δὲ βασιλεὺς ἡδέως ὁρῶν τὴν ταπείνωσιν αὐτῶν καὶ βουλόμενος τὰ Λευκτρικὰ φρονήματα2 συστεῖλαι τῶν Βοιωτῶν ὀλίγους ἀπέστειλε στρατιώτας, αὐτὸ μόνον φυλαττόμενος τὸ μὴ δοκεῖν3 περιορᾶν τὸ μαντεῖον σεσυλημένον.
而这位国王乐于看到他们的衰落,并希望削弱波奥蒂亚人自留克特拉战役以来产生的傲慢气焰,因此他仅派出了少数士兵,只是小心提防,不让自己显得对神谕所被掠夺一事坐视不管。
τῶν δὲ Φωκέων οἰκοδομούντων φρούριον περὶ τὰς ὀνομαζομένας Ἄβας, καθʼ ἅς ἐστιν Ἀπόλλωνος ἅγιον ἱερόν, ἐστράτευσαν ἐπʼ αὐτοὺς οἱ Βοιωτοί. εὐθὺ δʼ αὐτῶν οἱ μὲν εἰς τὰς ἔγγιστα πόλεις φυγόντες διεσπάρησαν, οἱ δʼ εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος καταφυγόντες εἰς πεντακοσίους ἀπώλοντο.
当福基斯人在被称为阿拜的周围建造堡垒时(该地有一座阿波罗的神圣神庙),波奥蒂亚人对他们发动了进攻。他们中的一部分人立刻逃往最近的城市,四处散开,而逃入阿波罗神庙避难的另一部分人,约有五百人丧生。
πολλὰ μὲν οὖν καὶ ἄλλα θεῖα περὶ τοὺς Φωκεῖς συνέβη γενέσθαι περὶ τούτους τοὺς χρόνους, μάλιστα δὲ τὸ μέλλον λέγεσθαι. οἱ γὰρ εἰς τὸν νεὼ καταφυγόντες ὑπέλαβον διὰ τῆς τῶν θεῶν ἐπικουρίας σωθήσεσθαι, τοὐναντίον δὲ θείᾳ τινὶ προνοίᾳ τῆς προσηκούσης τοῖς ἱεροσύλοις τιμωρίας ἔτυχον·
在这一时期,福基斯人身上还发生了许多其他带有神意色彩的事件,但最为显著的莫过于下文所要叙述的一幕。因为那些逃入神庙避难的人本以为会通过神明的帮助而得救,相反,由于某种神圣的旨意,他们遭遇了降临于神庙掠夺者身上的应有惩罚。
πολλῆς γὰρ οὔσης στιβάδος περὶ τὸν νεὼ καὶ πυρὸς ἐν ταῖς σκηναῖς τῶν πεφευγότων ἀπολελειμμένου συνέβη τῆς στιβάδος ἐκκαυθείσης τοσαύτην ἐξαφθῆναι φλόγα παραδόξως ὥστε τὸν ναὸν καὶ τοὺς καταπεφευγότας εἰς αὐτὸν Φωκεῖς ζῶντας καταφλεχθῆναι. τοῖς γὰρ ἱεροσύλοις ἔδοξε τὸ θεῖον μὴ διδόναι4 τὴν ἐκ τῆς ἱκεσίας συγχωρουμένην ἀσφάλειαν.
因为神殿周围堆放着许多草料,而逃亡者的帐篷里又残留着火种,结果草料被引燃,出人意料地燃起了冲天大火,以至于神殿和逃入其中的福基斯人全都被活活烧死。因为神明似乎决定,不向神庙掠夺者提供因寻求庇护而获得的通常安全。
- 16.58.1περιεγίνοντο τῶν ἐγχωρίων
动词 περιγίνομαι(意为“战胜”、“压倒”)因含有比较意味而支配比较属格(τῶν ἐγχωρίων)。
- 16.58.3τὰ Λευκτρικὰ φρονήματα
“自留克特拉战役以来的傲慢气焰”。形容词 Λευκτρικά 指公元前371年的留克特拉战役,表示波奥蒂亚人(底比斯人)自那次大胜以来抱有的傲慢霸权意识。
- 16.58.3αὐτὸ μόνον φυλαττόμενος τὸ μὴ δοκεῖν
αὐτὸ μόνον 是一个副词性宾格,用于预示并强调其后的冠词性不定式从句 τὸ μὴ δοκεῖν(“不显露出……”),该从句是动词 φυλαττόμενος 的直接宾语。不定式从句中的否定词 μή 是表示防备或避免的动词后的惯用否定形式。
- 16.58.6ἔδοξε τὸ θεῖον μὴ διδόναι
虽然可以将 ἔδοξε 理解为非人称动词(意为“对神明而言,不给予……似乎是合适的”),但在此处更自然的做法是将 τὸ θεῖον 视为人称动词 ἔδοξε 的主语,表示“神明决定/判定不给予……”。
