- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.9.1-13.9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记录了雅典和罗马的公职交替,并描述了拉刻代蒙人对德凯莱阿的占领,以及雅典人与叙拉古人在西西里展开的激烈海战与陆上堡垒争夺战。
τοῦ δὲ ἔτους τούτου διελθόντος1 Κλεόκριτος μὲν ἄρχων Ἀθηναίων ἦν, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος.
这一年过去后,克里奥克里托斯担任雅典的执政官,而在罗马,代替执政官的是四名军事护民官:奥卢斯·塞姆普罗尼乌斯、马尔库斯·帕皮里乌斯、昆图斯·法比乌斯和斯普里乌斯·纳乌提乌斯。
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικήν, Ἄγιδός ἡγουμένου καὶ Ἀλκιβιάδου τοῦ Ἀθηναίου. καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς Ἀττικῆς·2 διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευθῆναι. Ἀθηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους.
在他们任期内,拉刻代蒙人与其盟友在阿基斯和雅典人阿尔西比亚德斯的领导下侵入阿提卡。他们占领了德凯莱阿这一险要之地,将其建为针对阿提卡的堡垒;因此,这场战争也被称为德凯莱阿战争。雅典人向拉科尼卡周边派遣了三十艘三列桨战船和将领哈里克莱斯,并投票决定向西西里派遣八十艘三列桨战船和五千名重装步兵。
οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις. τῶν δὲ Ἀθηναίων ἑξήκοντα ναυσὶν ἀνταναχθέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων Ἀθηναῖοι κατέβησαν ἐπὶ τὴν θάλατταν· οἱ μὲν γὰρ θεάσασθαι τὴν μάχην ἐπεθύμουν, οἱ δʼ, εἴ τι πταίσειαν3 ἐν τῇ ναυμαχίᾳ, βοηθήσειν τοῖς φεύγουσιν ἤλπιζον.
叙拉古人决定进行海战,并配备了八十艘三列桨战船,向敌人驶去。当雅典人派出六十艘船只迎击,且海战已然激烈进行时,堡垒中的所有雅典人都下到了海边;因为一些人渴望观看战斗,而另一些人则希望,如果他们在海战中遭遇任何挫折,能够接应逃跑的人。
οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν Ἀθηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη·4 ἃ δὴ καταλαβόντες οἱ Συρακόσιοι παντελῶς ὑπʼ ὀλίγων τηρούμενα κατέσχον καὶ τῶν ἀπὸ τῆς θαλάττης προσβοηθούντων πολλοὺς ἀπέκτειναν.
但叙拉古的将领们预见到了正在发生的事情,已经派出了城里的人去进攻雅典人的堡垒,这些堡垒里装满了资金、船只装备以及其他物资;叙拉古人发现这些堡垒完全由极少数人看守,便将其占领,并杀死了许多从海边赶来救援的人。
κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες Ἀθηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον. τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν,5 ἠναγκάσθησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι.
当堡垒和营地周围响起巨大的喊声时,在海上作战的雅典人惊恐万分,败退并逃往剩下的堡垒。在叙拉古人无秩序追击时,雅典人由于叙拉古人占领了两个堡垒而无法逃往陆地,被迫转身再次进行海战。
τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀθρόαις ταῖς ναυσὶν6 ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἕως τῆς Νήσου κατεδίωξαν. διαλυθείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν Ἀθηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρθωμένων.
由于叙拉古人打乱了队形,在追击过程中分散开来,雅典人集结船只发起进攻,击沉了十一艘船,并将剩下的船只追击至“岛”。战斗结束时,双方都立起了凯旋碑,雅典人是为了海战的胜利,叙拉古人则是为了陆上的战果。
- 13.9.1τοῦ δὲ ἔτους τούτου διελθόντος
狄奥多罗斯叙事中表示雅典执政官年(历年)更替的公式化属格绝对结构。
- 13.9.2κατὰ τῆς Ἀττικῆς
介词 κατά 接属格,表示敌对或不利的对象(“针对/对阿提卡不利”)。
- 13.9.3εἴ τι πταίσειαν
使用不定过去时希求法 πταίσειαν(πταίω 的第三人称复数)的条件从句,表示从过去主句(ἤλπιζον)的角度来看不确定的未来假设(潜在可能性)。
- 13.9.4ὑπάρχοντα πλήρη
分词 ὑπάρχοντα 和形容词 πλήρη 为中性复数宾格,修饰前置名词 ὀχυρώματα(雅典人的防线/堡垒)。πλήρη 在修饰名词的同时支配属格(χρημάτων...)。
- 13.9.5διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν
由介词 διά 和带冠词不定式 τὸ κυριεύειν 构成的因果短语。宾格 τοὺς Συρακοσίους作为不定式的逻辑主语,属格 δυεῖν φρουρίων 作为其宾语(由 κυριεύω 支配)。
- 13.9.6ἀθρόαις ταῖς ναυσὶν
与格的“方式/手段”用法,形容词 ἀθρόος(集中的、成群的)处于谓语位置,表明他们将船只集中在一起发起进攻。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-10-12 统一书写 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
