- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.8.1-13.8.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在西西里,雅典将领拉马科斯战死,吉利普斯率领的叙拉古军拆毁了雅典的包围墙并准备海战。面对尼基阿斯的增援请求,雅典着手整军备战,而伯罗奔尼撒的拉刻代蒙人则撕毁与雅典的条约,爆发了新的战争。
καὶ μετʼ ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε1 τὴν δύναμιν ἐπὶ τοὺς Ἀθηναίους. γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος ὁ τῶν Ἀθηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε· πολλῶν δὲ παρʼ ἀμφοτέρων ἀναιρεθέντων ἐνίκησαν Ἀθηναῖοι.
几天后,吉利普斯率领军队与叙拉古人一起出击对抗雅典人。爆发了一场激烈的战斗,雅典将领拉马科斯在战斗中阵亡;尽管双方都有许多人战死,但雅典人获得了胜利。
μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων2 ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς Ἐπιπολὰς ἐπολιόρκει. ἐξελθόντων δὲ τῶν Ἀθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν Ἀθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ διʼ ὅλης τῆς Ἐπιπολῆς τὸ τεῖχος κατέσκαψαν· οἱ δʼ Ἀθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς Ἐπιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον.
战斗结束后,当十三艘三列桨战船从科林斯抵达时,吉利普斯率领船员们,与叙拉古人一起进攻敌人的营地,并围攻埃皮波莱。当雅典人出击时,叙拉古人与之交战,杀死许多雅典人并获胜,拆毁了遍布整个埃皮波莱的围墙;雅典人放弃了埃皮波莱附近的地方,将全部兵力转移到了另一个营地。
τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινθον καὶ Λακεδαίμονα περὶ βοηθείας· οἷς ἀπέστειλαν Κορίνθιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δʼ ἑξακοσίους·
这些事情发生后,叙拉古人向科林斯和拉刻代蒙派遣使节请求援助;科林斯人与波奥蒂亚人、西基翁人一起向他们派遣了一千人,斯巴达人派遣了六百人。
Γύλιππος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν Ἱμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου. πυθόμενοι δὲ οἱ Ἀθηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιθέμενοι τοὺς ἡμίσεις ἀνεῖλον· οἱ δὲ περιλειφθέντες διεσώθησαν εἰς Συρακούσας.
吉利普斯巡视了西西里各城市,劝说许多人结盟,并在从希梅拉人和西卡尼人那里获得三千名士兵后,率领他们穿过内陆。雅典人得知他们的到来,发起进攻并消灭了他们的一半人;剩下的人安全逃回了叙拉古。
ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες. ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο.
同盟军抵达后,叙拉古人也想争夺海上战斗的胜利,于是将原有的船只下水,并额外建造了其他船只。他们在小港口内进行操船演练。
Νικίας δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι3 ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν· κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον· Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι,4 καὶ ταῦτʼ ἀσθενῶς διακείμενον.5
雅典将领尼基阿斯向雅典派出了信件,在信中他表明叙拉古人有许多同盟军,并且他们已经配备了为数不少的船只,决定进行海战;因此,他请求他们尽快派遣三列桨战船、资金以及共同指挥战争的将领;因为阿尔西比亚德斯已经逃亡,拉马科斯已经阵亡,只留下他一个人,而且他正处于病弱的状态。
οἱ δʼ Ἀθηναῖοι μετʼ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς· περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον.
雅典人在冬至前后,派将领欧里梅东率领十艘船只和一百四十个塔兰同的银子前往西西里;在春季前后,他们准备派遣一支大舰队。为此,他们从各处盟友中招募士兵并募集资金。
κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ Ἀλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς Ἀθηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.
在伯罗奔尼撒,拉刻代蒙人在阿尔西比亚德斯的煽动下,废除了与雅典人的条约,这场战争持续了十二年。
- 13.8.1ἐξήγαγε
动词的主语未明示,但需结合前一节(§13.7.7)的主语吉利普斯(ὁ Γύλιππος)来理解。
- 13.8.2τοὺς ἐκ τῶν πληρωμάτων
该介词短语被冠词名词化,指“(新抵达船只的)船员们”,吉利普斯将他们收编加入了自己的陆上兵力。
- 13.8.6καὶ διότι
该连词引导一个与前面的 ὅτι并列的名词从句,共同作为主句动词 ἐδήλου(表明、说明)的宾语。
- 13.8.6αὐτὸν μόνον ἀπολελεῖφθαι
在原因连词 γάρ 之后使用的“对格+不定式”结构(对格不定式),用于间接引语中继续陈述尼基阿斯信中的主张(“自己被独自留下”)。
- 13.8.6καὶ ταῦτʼ ἀσθενῶς διακείμενον
惯用语 καὶ ταῦτα(而且、尤其是)与分词结合,修饰对格主语 αὐτόν,表示“而且处于病弱的状态中”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
