- 底本
- Platonis Opera, Tomus V: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg033.humanitext-grc2:317-318
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
苏格拉底与同伴达成共识,认为任何技艺领域中正确的规章才是真正的法律,而不正确的规章则是非法的。苏格拉底随后指出克里特国王米诺斯和拉达曼迪斯是希腊最古老且神圣的立法者,并通过诉诸荷马和赫西俄德来维护米诺斯的声誉。
ΣΩ. τῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν; ΕΤ. ναί. ΣΩ. ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι; ΕΤ. ἐπίστανται γάρ. ΣΩ. εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν; ἆρʼ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν;1 ΕΤ. ἔμοιγε δοκεῖ. ΣΩ. ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί; ΕΤ. οὗτοι μὲν οὖν. ΣΩ. πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν ἀγαθῶν συγγράμματα. ΕΤ. ἀληθῆ λέγεις. ΣΩ. ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα συγγράψουσι περὶ τῶν αὐτῶν; ΕΤ. οὔ. ΣΩ. οὐδὲ μεταθήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα; ΕΤ. οὐ δῆτα. ΣΩ. ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστήμονας τοὺς τοῦτο ποιοῦντας; ΕΤ. ἀνεπιστήμονας. ΣΩ. οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν; ΕΤ. ναί. ΣΩ. ὃ δʼ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο νόμιμον εἶναι; ΕΤ. οὐκέτι. ΣΩ. ἄνομον ἄρα γίγνεται. ΕΤ. ἀνάγκη. ΣΩ. οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἔστιν γὰρ ἄνομον. ΕΤ. ναί. ΣΩ. ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὕρεσιν. ΕΤ. φαίνεται. ΣΩ. ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα. τίς ἐπιστήμων διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα; ΕΤ. γεωργός. ΣΩ. οὗτος δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει; ΕΤ. ναί. ΣΩ. ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ2 ἐπὶ ταῦτα ὀρθαί εἰσιν; ΕΤ. ναί. ΣΩ. τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἄξια νεῖμαι; καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν; ΕΤ. οἱ τοῦ αὐλητοῦ καὶ τοῦ κιθαριστοῦ. ΣΩ. ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος. ΕΤ. ναί. ΣΩ. τίς δὲ τὴν τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος; οὐχ ὅσπερ τὴν ἀξίαν; ΕΤ. ναί. ΣΩ. αἱ τούτου ἄρα διανομαὶ καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος, καὶ νομεὺς ἄριστος. ΕΤ. πάνυ γε. ΣΩ. τίς οὗτος;
苏格拉底:看来,是属于那些懂得管理烹饪佳肴的人的,对吗? 同伴:是的。 苏格拉底:而正如人们所说,厨师们是懂得的? 同伴:是的,因为他们确实懂得。 苏格拉底:很好。那么,关于城邦治理的著作和规章究竟是谁的呢?难道不是属于那些懂得管理城邦的人的吗? 同伴:依我看是这样的。 苏格拉底:除了政治家和君王之外,难道还有其他人懂得吗? 同伴:正是他们。 苏格拉底:因此,人们称为法律的这些著作,就是政治著作,是君王和优秀之人的著作。 同伴:你说得对。 苏格拉底:那么,懂得的人难道不会在不同时候对同样的事情写下不同的东西吗? 同伴:不会。 苏格拉底:也绝不会对同样的事情不断修改成不同的规章吧? 同伴:绝不。 苏格拉底:那么,如果我们看到有人在任何地方这样做,我们要说这样做的人是有知识的还是没有知识的呢? 同伴:没有知识的。 苏格拉底:那么,凡是正确的事物,不论是医学的、烹饪的还是园艺的,我们都要说这对各行各业都是合法的吗? 同伴:是的。 苏格拉底:而凡是不正确的事物,我们就不能再说它是合法的了? 同伴:不能了。 苏格拉底:因此它就成了不合法的。 同伴:必然如此。 苏格拉底:那么,在关于正义与不正义、以及总的关于城邦秩序和如何治理城邦的著作中,正确的就是君王之法,而不正确的那部分则不是法律,尽管在无知者看来那是法律,因为它其实是不合法的。 同伴:是的。 苏格拉底:因此,我们此前同意法律是存在者的发现,这是正确的。 同伴:看来是这样。 苏格拉底:我们还要在其中进一步审视这一点。谁是懂得在土地上分发种子的有知识者? 同伴:农夫。 苏格拉底:那么是他把合适的种子分发给每一块土地吗? 同伴:是的。 苏格拉底:因此,农夫是这些种子的优秀分发者,而他关于这些的法律和分发是正确的吗? 同伴:是的。 苏格拉底:那么,谁是把击乐配给曲调、分发合适节奏的优秀分发者呢?谁的法律又是正确的? 同伴:笛手和竖琴手的。 苏格拉底:因此,在这些事物中最懂法律的人,就是最擅长吹笛的人。 同伴:是的。 苏格拉底:那么,谁最擅长把食物分发给人的身体呢?难道不就是分发合适分量的人吗? 同伴:是的。 苏格拉底:因此,这个人的分发和法律是最好的,而凡是在这些事上最懂法律的人,也就是最好的分发者。 同伴:完全如此。 苏格拉底:这是谁?
ΕΤ. παιδοτρίβης. ΣΩ. οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος; ΕΤ. ναί. ΣΩ. τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ; ΕΤ. ποιμήν. ΣΩ. οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις. ΕΤ. ναί. ΣΩ. οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί. ΕΤ. ναί. ΣΩ. οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι. ΕΤ. φημὶ δή. ΣΩ. καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις3 νομοθέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλʼ ἐγὼ βούλει σε ὑπομνήσω;4 ΕΤ. πάνυ μὲν οὖν. ΣΩ. ἆρʼ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ; ΕΤ. ἀληθῆ λέγεις. ΣΩ. τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα. ΕΤ. ἔστι ταῦτα. ΣΩ. τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα; ΕΤ. οὐκ ἐννοῶ. ΣΩ. οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων; ΕΤ. ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην; ΣΩ. ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν ἥκει; οἶσθα; ΕΤ. φασί γε ἐκ Κρήτης. ΣΩ. οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων; ΕΤ. ναί. ΣΩ. οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν; Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι. ΕΤ. Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον. ΣΩ. Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν. ΕΤ. τί δέ; οὐ ταῦτα λέγεται περὶ Μίνω; ΣΩ. οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου· καίτοι γε πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ ἀκούων ταῦτα λέγεις. ΕΤ. ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;
同伴:体育教练。 苏格拉底:这个人最擅长管理身体上的人类群体吗? 同伴:是的。 苏格拉底:那么,谁最擅长放牧羊群呢?他叫什么名字? 同伴:牧羊人。 苏格拉底:因此,牧羊人的法律对羊群来说是最好的。 同伴:是的。 苏格拉底:而牧牛人的法律对牛群也是最好的。 同伴:是的。 苏格拉底:那么,谁的法律对人的灵魂是最好的呢?难道不是君王的法律吗?请说吧。 同伴:我确实这么说。 苏格拉底:说得好。那么,你能说出古代哪一位在笛律上成为了优秀的立法者吗?也许你一时想不到,如果你愿意,要我来提醒你吗? 同伴:非常愿意。 苏格拉底:那么,人们难道不是这样说马尔叙阿斯以及他的爱徒弗里吉亚人奥林匹斯吗? 同伴:你说得对。 苏格拉底:确实,他们的笛曲也是最神圣的,而且唯有这些笛曲能感动并彰显那些需要神灵的人;并且直到如今,也唯有它们因其神圣而留存下来。 同伴:确实如此。 苏格拉底:那么,古代的君王中,谁被说是优秀的立法者,且其规章直到如今依然因其神圣而留存下来呢? 同伴:想不到。 苏格拉底:你不知道希腊人中是谁在使用最古老的法律吗? 同伴:难道你说的是拉刻代蒙人和立法者莱库古吗? 苏格拉底:但这些法律大概还不到三百年,或者只比这稍微多一点。然而,这些规章中最优秀的部分是从哪里来的?你知道吗? 同伴:人们说是来自克里特。 苏格拉底:那么,他们使用的是希腊人中最古老的法律吗? 同伴:是的。 苏格拉底:那么,你知道他们当中谁是优秀的君王吗?是米诺斯和拉达曼迪斯,宙斯和欧罗巴的儿子们,这些法律就是他们的。 同伴:苏格拉底,人们确实说拉达曼迪斯是个正义的人,而米诺斯则是个粗暴、严苛且不正义的人。 苏格拉底:贤友啊,你讲的是阿提卡的、而且是悲剧的神话。 同伴:怎么会?关于米诺斯难道不就是这么说的吗? 苏格拉底:至少荷马和赫西俄德不是这样说的;然而,比起所有悲剧作家的总和,他们要可信得多,而你正是听了那些悲剧作家的话才这样说的。 同伴:那么,他们到底关于米诺斯说了些什么呢?
- 317aτῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν;
接续前面关于烹饪法律的对话,省去了与之处于属格支配关系的名词(在此指 νόμοι 或 συγγράμματα)。理解时需补全为“[是属于那些]看来懂得管理烹饪佳肴的人的[著作或规章]”。
- 317dνομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ
利用动词 νέμω(分发、放牧)与其派生词 νομεύς(分发者、牧者)、νόμος(法律、分发、牧地)以及 διανομή(分发)之间的语源关联所作的双关(paronomasia)。从农夫“分发”种子的角色开始,为后文将管理与分发的隐喻延伸到体育教练、牧羊人乃至治理城邦的君王作了哲学上的铺垫。
- 318bαὐλητικοῖς νόμοις
此处的 νόμος 兼具双重含义,既指城邦的“法律”,又指管乐演奏中特定的规范“旋律、曲调(nomos)”。这一双关是对话篇的核心机制,旨在将音乐上的规程过渡到城邦的客观法律。
- 318bβούλει σε ὑπομνήσω;
疑问句 βούλει(你想……吗)后直接跟意志/劝诱虚拟语气(或将来直陈式)ὑπομνήσω 的希腊语惯用并列结构。历史上源于省略了如 ἵνα 或 ὡς 等从属连词,意为“要我来提醒你吗?”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
