- 底本
- Platonis Opera, Tomus V: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg033.humanitext-grc2:316
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
苏格拉底与同伴一致认为,诸如正义、重量等客观实在,在不同国家和时代都得到普遍承认。苏格拉底随后通过医学、农业、园艺和烹饪等各种技艺的例子,论证了这些专业领域的著作实际上就是由拥有真实知识的人所制定的“法律”。
ΕΤ. ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα ἄδικα. ΣΩ. οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται; ΕΤ. ναί. ΣΩ. οὐκοῦν καὶ ἐν Πέρσαις; ΕΤ. καὶ ἐν Πέρσαις. ΣΩ. ἀλλὰ ἀεὶ δήπου; ΕΤ. ἀεί. ΣΩ. πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον; ΕΤ. οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα. ΣΩ. οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ; ΕΤ. ναί. ΣΩ. τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά. ΕΤ. οὕτως. ΣΩ. οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν. ΕΤ. ἔμοιγε δοκεῖ. ΣΩ. ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ,1 τοῦ νομίμου ἁμαρτάνει. ΕΤ. οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι2 τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι. ΣΩ. ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν.3 ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων; ΕΤ. ἔγωγε. ΣΩ. οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα; ΕΤ. οἶδα, ὅτι ἰατρικῆς. ΣΩ. οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων; ΕΤ. φημί. ΣΩ. πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα; ΕΤ. ταὐτὰ ἔμοιγε δοκοῦσι. ΣΩ. πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι; ΕΤ. ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους. ΣΩ. καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί; ΕΤ. ναί, καὶ ἀεί. ΣΩ. οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ καὶ νομίζουσιν εἶναι; ΕΤ. ναί. ΣΩ. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν. ΕΤ. ἰατρικὰ μέντοι. ΣΩ. ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν; ΕΤ. ναί. ΣΩ. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα; ΕΤ. κηπουρῶν. ΣΩ. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι. ΕΤ. ναί. ΣΩ. τῶν ἐπισταμένων κήπων ἄρχειν; ΕΤ. πῶς δʼ οὔ; ΣΩ. ἐπίστανται δʼ οἱ κηπουροί. ΕΤ. ναί. ΣΩ. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα; ΕΤ. μαγείρων. ΣΩ. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί; ΕΤ. μαγειρικοί.
同伴:我认为正义的事物是正义的,不正义的事物是不正义的。 苏格拉底:那么,在所有人那里,不也是像在这里一样这样认为的吗? 同伴:是的。 苏格拉底:在波斯人那里也是吗? 同伴:在波斯人那里也是。 苏格拉底:而且想必是始终如此吧? 同伴:始终如此。 苏格拉底:在这里,是分量更重的被认为是较重,分量较轻的被认为是较轻,还是相反呢? 同伴:不,而是分量更重的较重,分量较轻的较轻。 苏格拉底:那么,在迦太基和吕开亚也是如此吗? 同伴:是的。 苏格拉底:看来,美的事物在各地都被认为是美的,丑的事物被认为是丑的;而不是丑的被认为是美的,美的被认为是丑的。 同伴:正是如此。 苏格拉底:那么,总括起来说,无论是在我们这里还是在所有其他人那里,存在者都被认为是存在的,不存在者不被认为是存在的吗? 同伴:我看是这样的。 苏格拉底:因此,凡是错失存在的人,也就是错失了合法者。 同伴:苏格拉底,照你这么说,这些事看来对我们和对其他人确实始终是合法的;但每当我想起我们片刻不停地把法律翻来覆去地修改,我就无法被说服了。 苏格拉底:因为也许你没有考虑到,这些规章虽然像棋子一样被挪动,但它们其实是相同的。不过且跟我这样来观察:你以前曾读到过关于病人健康的著作吗? 同伴:有的。 苏格拉底:那么,你知道这著作是属于什么技艺吗? 同伴:知道,是医学。 苏格拉底:那么,你把对这些事有知识的人称为医生吗? 同伴:是的。 苏格拉底:那么,有知识的人对于同样的事情是持相同的看法,还是各执己见? 同伴:依我看是相同的。 苏格拉底:是只有希腊人对希腊人如此,还是野蛮人对自己以及对希腊人也是如此,只要是他们所知道的事物,他们就会持相同的看法? 同伴:凡是知道的人,无论是希腊人还是野蛮人,必然都持相同看法。 苏格拉底:答得好。那么也是始终如此吗? 同伴:是的,始终如此。 苏格拉底:那么,医生们关于健康所写下的,也正是他们认为是真实的事物吗? 同伴:是的。 苏格拉底:因此,医生的这些著作也就是医学著作和医学法律了。 同伴:确实是医学的。 苏格拉底:那么,农业著作也是农业法律吗? 同伴:是的。 苏格拉底:那么,关于庭园栽培的著作和规章是谁的呢? 同伴:园丁的。 苏格拉底:因此,对我们来说这些就是园艺法律了。 同伴:是的。 苏格拉底:也就是属于那些懂得管理庭园的人的,对吗? 同伴:当然如此。 苏格拉底:而园丁们是懂得的。 同伴:是的。 苏格拉底:那么,关于烹饪佳肴的著作和规章又是谁的呢? 同伴:厨师的。 苏格拉底:因此,这些就是烹饪法律了吗? 同伴:烹饪法律。
- 316bτοῦ ὄντος ἁμαρτάνῃ
动词 ἁμαρτάνω(错失、偏离、犯错)支配属格(此处为 τοῦ ὄντος 和 τοῦ νομίμου)。在这里的意思是“错失存在者”和“错失合法者”。
- 316cοὐδὲν παυόμεθα ... μετατιθέμενοι
代词 οὐδέν 在此作副词使用,意为“一点也不”。动词 παύομαι(停止)要求补足分词,此处与现在中动分词 μετατιθέμενοι(转移、修改)连用,表示“我们一刻也不停止修改”法律。
- 316cταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν
提早出现(prolepsis,先行)句法的典型例子。本应是 ὅτι 从句主语的名词短语(ταῦτα μεταπεττευόμενα)被提早置于主句动词 ἐννοεῖς 的直接宾语位置。被动分词 μεταπεττευόμενα 字面意思是“像(棋盘上的)棋子(πεττοί)一样被挪动”。整句意为“这些规章虽然像棋子一样被挪动,但它们其实是相同的”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
