- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:6.486-6.487
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底和格劳孔讨论了哲学家灵魂所必须具备的记忆力、节制等德性。随后阿德曼托斯加入对话,提出了一个现实中的难题,即现实中的哲学家往往显得对城邦毫无用处。
καὶ μήν που καὶ τόδε δεῖ σκοπεῖν, ὅταν κρίνειν μέλλῃς φύσιν φιλόσοφόν τε καὶ μή. τὸ ποῖον; μή σε λάθῃ1 μετέχουσα ἀνελευθερίας· ἐναντιώτατον γάρ που σμικρολογία ψυχῇ μελλούσῃ τοῦ ὅλου καὶ παντὸς ἀεὶ ἐπορέξεσθαι θείου τε καὶ ἀνθρωπίνου. ἀληθέστατα, ἔφη. ἧι οὖν ὑπάρχει διανοίᾳ μεγαλοπρέπεια καὶ θεωρία παντὸς μὲν χρόνου, πάσης δὲ οὐσίας, οἷόν τε οἴει τούτῳ μέγα τι δοκεῖν εἶναι τὸν ἀνθρώπινον βίον; ἀδύνατον, ἦ δʼ ὅς. οὐκοῦν καὶ θάνατον οὐ δεινόν τι ἡγήσεται ὁ τοιοῦτος; ἥκιστά γε. δειλῇ δὴ καὶ ἀνελευθέρῳ φύσει φιλοσοφίας ἀληθινῆς, ὡς ἔοικεν, οὐκ ἂν μετείη. οὔ μοι δοκεῖ. τί οὖν; ὁ κόσμιος καὶ μὴ φιλοχρήματος μηδʼ ἀνελεύθερος μηδʼ ἀλαζὼν μηδὲ δειλὸς ἔσθʼ ὅπῃ ἂν δυσσύμβολος ἢ ἄδικος γένοιτο; οὐκ ἔστιν. καὶ τοῦτο δὴ ψυχὴν σκοπῶν φιλόσοφον καὶ μὴ εὐθὺς νέου ὄντος ἐπισκέψῃ, εἰ ἄρα δικαία τε καὶ ἥμερος ἢ δυσκοινώνητος καὶ ἀγρία. πάνυ μὲν οὖν. οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι. τὸ ποῖον; εὐμαθὴς ἢ δυσμαθής. ἢ προσδοκᾷς ποτέ τινά τι ἱκανῶς ἂν στέρξαι, ὃ πράττων ἂν ἀλγῶν τε πράττοι καὶ μόγις σμικρὸν ἀνύτων; οὐκ ἂν γένοιτο. τί δʼ εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως; ἆρʼ ἂν οἷός τʼ εἴη ἐπιστήμης μὴ κενὸς εἶναι; καὶ πῶς; ἀνόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν αὑτόν τε μισεῖν καὶ τὴν τοιαύτην πρᾶξιν; πῶς δʼ οὔ; ἐπιλήσμονα ἄρα ψυχὴν ἐν ταῖς ἱκανῶς φιλοσόφοις μή ποτε ἐγκρίνωμεν, ἀλλὰ μνημονικὴν αὐτὴν ζητῶμεν δεῖν εἶναι. παντάπασι μὲν οὖν. ἀλλʼ οὐ μὴν τό γε τῆς ἀμούσου τε καὶ ἀσχήμονος φύσεως ἄλλοσέ ποι ἂν φαῖμεν ἕλκειν ἢ εἰς ἀμετρίαν. τί μήν; ἀλήθειαν δʼ ἀμετρίᾳ ἡγῇ συγγενῆ εἶναι ἢ ἐμμετρίᾳ; ἐμμετρίᾳ. ἔμμετρον ἄρα καὶ εὔχαριν ζητῶμεν πρὸς τοῖς ἄλλοις διάνοιαν φύσει, ἣν ἐπὶ τὴν τοῦ ὄντος ἰδέαν ἑκάστου τὸ αὐτοφυὲς εὐάγωγον παρέξει.2 πῶς δʼ οὔ; τί οὖν; μή πῃ δοκοῦμέν σοι οὐκ ἀναγκαῖα ἕκαστα διεληλυθέναι καὶ ἑπόμενα ἀλλήλοις τῇ μελλούσῃ τοῦ ὄντος ἱκανῶς τε καὶ τελέως ψυχῇ μεταλήψεσθαι;
“此外,我想,”我说,“当你判定一个天性是爱智的还是非爱智的时候,也必须考虑这一点。” “哪一点?” “不可让它包含狭隘而不为你所发觉;因为当灵魂要时刻热望那神圣和人性的整体与总和时,极端的狭隘必定是与它最对立的。” “最真实不过了,”他说。 “那么,对于一个拥有开阔的思考、并能观照一切时间和一切存在者的心灵来说,你认为他会觉得人生的生命是什么伟大的事物吗?” “不可能,”他说。 “那么,这样的人也不会认为死亡是某种可怕的事吧?” “绝不。” “因此,一个怯懦和狭隘的天性,看来是无法分有真正的哲学的。” “在我看来也是如此。” “那么,一个有节制、不爱钱财、不狭隘、不自夸、也不怯懦的人,怎么可能会在任何地方成为难以相处或不正义的人呢?” “不可能。” “因此,在观察一个爱智的与不爱智的灵魂时,你从年轻时起就要立刻考察:它是正义而温和的,还是难以交往而粗野的。” “当然如此。” “此外,我想你也不会漏掉这一点。” “哪一点?” “是记忆力好(容易学习)还是记忆力差。或者你曾指望有人会充分喜爱一件他在痛苦中做、且费了很大力气也只能取得微小成果的事情吗?” “这不可能发生。” “那么,如果他不能保存任何学过的东西,满脑子都是遗忘呢?他能够不让知识空缺吗?” “怎么可能呢?” “那么,在徒劳无功的痛苦中,你难道不认为他最终会被迫痛恨他自己以及这样的行为吗?” “怎么会不呢?” “因此,在足够爱智的灵魂中,我们绝不能接纳遗忘的灵魂,而要寻找必须具有良好记忆力的灵魂。” “完全如此。” “但是,我们也会说,那缺乏教养和不雅的天性,必定会被引向不协调(无节制)。” “当然。” “那你认为真理是与不协调同族,还是与协调同族呢?” “与协调。” “那么,除了其他特征之外,让我们寻找一个天性协调而优雅的心灵,它的天然本能将使其易于被引向每一个存在者的理念。” “怎么会不呢?” “那么,你是否认为,我们对于一个将要充分且完美地分享存在者的灵魂所逐一阐述的这些特征,难道不都是必要且一环扣一环的吗?”
ἀναγκαιότατα μὲν οὖν, ἔφη. ἔστιν οὖν ὅπῃ μέμψῃ τοιοῦτον ἐπιτήδευμα, ὃ μή ποτʼ ἄν τις οἷός τε γένοιτο ἱκανῶς ἐπιτηδεῦσαι, εἰ μὴ φύσει εἴη μνήμων, εὐμαθής, μεγαλοπρεπής, εὔχαρις, φίλος τε καὶ συγγενὴς ἀληθείας, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης; οὐδʼ ἂν ὁ Μῶμος, ἔφη, τό γε τοιοῦτον μέμψαιτο. ἀλλʼ, ἦν δʼ ἐγώ, τελειωθεῖσι τοῖς τοιούτοις παιδείᾳ τε καὶ ἡλικίᾳ ἆρα οὐ μόνοις ἂν τὴν πόλιν ἐπιτρέποις; καὶ ὁ Ἀδείμαντος, ὦ Σώκρατες, ἔφη, πρὸς μὲν ταῦτά σοι οὐδεὶς ἂν οἷός τʼ εἴη ἀντειπεῖν. ἀλλὰ γὰρ τοιόνδε τι πάσχουσιν οἱ ἀκούοντες ἑκάστοτε ἃ νῦν λέγεις· ἡγοῦνται διʼ ἀπειρίαν τοῦ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ὑπὸ τοῦ λόγου παρʼ ἕκαστον τὸ ἐρώτημα σμικρὸν παραγόμενοι,3 ἁθροισθέντων τῶν σμικρῶν ἐπὶ τελευτῆς τῶν λόγων μέγα τὸ σφάλμα καὶ ἐναντίον τοῖς πρώτοις ἀναφαίνεσθαι, καὶ ὥσπερ ὑπὸ τῶν πεττεύειν δεινῶν οἱ μὴ τελευτῶντες ἀποκλείονται καὶ οὐκ ἔχουσιν ὅτι φέρωσιν, οὕτω καὶ σφεῖς τελευτῶντες ἀποκλείεσθαι καὶ οὐκ ἔχειν ὅτι λέγωσιν ὑπὸ πεττείας αὖ ταύτης τινὸς ἑτέρας, οὐκ ἐν ψήφοις ἀλλʼ ἐν λόγοις· ἐπεὶ τό γε ἀληθὲς οὐδέν τι μᾶλλον ταύτῃ ἔχειν. λέγω δʼ εἰς τὸ παρὸν ἀποβλέψας. νῦν γὰρ φαίη ἄν τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθʼ ἕκαστον τὸ ἐρωτώμενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ φιλοσοφίαν ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες ἀπαλλάττωνται, ἀλλὰ μακρότερον ἐνδιατρίψωσιν, τοὺς μὲν πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους, ἵνα μὴ παμπονήρους εἴπωμεν, τοὺς δʼ ἐπιεικεστάτους δοκοῦντας ὅμως τοῦτό γε ὑπὸ τοῦ ἐπιτηδεύματος οὗ σὺ ἐπαινεῖς πάσχοντας, ἀχρήστους ταῖς πόλεσι γιγνομένους. καὶ ἐγὼ ἀκούσας, οἴει οὖν, εἶπον, τοὺς ταῦτα λέγοντας ψεύδεσθαι; οὐκ οἶδα, ἦ δʼ ὅς, ἀλλὰ τὸ σοὶ δοκοῦν ἡδέως ἂν ἀκούοιμι. ἀκούοις ἂν ὅτι ἔμοιγε φαίνονται τἀληθῆ λέγειν. πῶς οὖν, ἔφη, εὖ ἔχει λέγειν ὅτι οὐ πρότερον κακῶν παύσονται αἱ πόλεις, πρὶν ἂν ἐν αὐταῖς οἱ φιλόσοφοι ἄρξωσιν, οὓς ἀχρήστους ὁμολογοῦμεν αὐταῖς εἶναι; ἐρωτᾷς, ἦν δʼ ἐγώ, ἐρώτημα δεόμενον ἀποκρίσεως διʼ εἰκόνος λεγομένης. σὺ δέ γε, ἔφη, οἶμαι οὐκ εἴωθας διʼ εἰκόνων λέγειν.
“确实最必要不过了,”他说。 “那么,对于这样的一种行业,如果一个人天生不具有好记忆、不容易学习、不开阔、不优雅,并且不是真理、正义、勇敢、节制的友伴和同族,就绝不可能充分从事它,你还能在任何地方指责它吗?” “哪怕是莫摩斯,”他说,“也无法对这样的事情挑出毛病。” “但是,”我说,“对于这样的人,当他们通过教育和年龄而达到完善时,你难道不会把城邦仅托付给他们吗?”阿德曼托斯说:“苏格拉底,对于这些话,任何人也无法反驳你。但是,每当听者听到你现在所说的这些话时,总会有这样的感受:他们认为由于缺乏提问和回答的经验,在讨论中他们每对付一个提问就会被稍微引偏,而当这些微小的偏差在讨论结束时累积起来,就显现出了巨大的错误,与他们最初的陈述完全相反。就像不擅长玩棋的人最终会被擅长者困住,无路可走一样,他们自己最终也会被这另一种不用棋子而用言词进行的‘棋局’困住,无话可说;然而真理却决不因此而有任何改变。我是看着眼前的现状说这番话的。因为现在有人可能会对你说,在言词上,他无法针对你提出的每个问题进行反驳,但在实际行动中,他看到凡是投身哲学的人——不是年轻时为了接受教育而接触一下就离开,而是花较长的时间在里面研习的人——他们大多数都变得极其古怪,更不用说极其邪恶了,而那些看起来最体面的人,也同样因为你所称赞的这项行业而变得对城邦毫无用处。” 我听后说:“那么,你认为说这些话的人是在撒谎吗?” “我不知道,”他说,“但我很想听听你的看法。” “那你将听到,在我看来,他们说的是真话。” “那么,”他说,“既然我们承认哲学家对城邦是无用的,怎么还能说‘除非哲学家在城邦中统治,否则城邦就不能从痛苦中解脱出来’是正确的呢?” “你问的,”我说,“是一个需要通过比喻来回答的问题。” “而你,”他说,“我想是不习惯用比喻说话的!”
- 486aμή σε λάθῃ
使用虚拟式(不定过去时)表示禁止或警告。后面接现在分词 μετέχουσα,整句意为“不可让……包含[狭隘]而不为你所发觉”。
- 486dἣν ἐπὶ τὴν τοῦ ὄντος ἰδέαν ἑκάστου τὸ αὐτοφυὲς εὐάγωγον παρέξει
关系代名词 ἣν(宾格)的前行词是 διάνοιαν。动词 παρέξει 的主语是 τὸ αὐτοφυὲς(意为“其天生本质”),εὐάγωγον 作宾语补足语。结构上意为“其天生的本质将使其(指精神)易于被引向每一个存在者的理念”。
- 487bὑπὸ τοῦ λόγου παρʼ ἕκαστον τὸ ἐρώτημα σμικρὸν παραγόμενοι
被动语态分词 παραγόμενοι 修饰主句的主语(οἱ ἀκούοντες,即“听者”)。παρʼ ἕκαστον τὸ ἐρώτημα 意为“在每一个提问中”,σμικρὸν 用作副词(“稍微地/一点点地”),形象地描述了听众在苏格拉底的对话引导下逐渐偏离方向的过程。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
