- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.372-2.373
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底描绘了一个基于基本需求的、简单而和平的“健康城邦”的生活方式,但格劳孔批评其为“猪的城邦”,并要求增加奢侈与享受。苏格拉底由此转入对“奢侈城邦”的分析,阐述其如何因欲望膨胀而充斥着非必要职业,并最终因争夺土地而导致战争的起源。
ἐγὼ μέν, ἔφη, οὐκ ἐννοῶ, ὦ Σώκρατες, εἰ μή που ἐν αὐτῶν τούτων χρείᾳ τινὶ τῇ πρὸς ἀλλήλους.1 ἀλλʼ ἴσως, ἦν δʼ ἐγώ, καλῶς λέγεις· καὶ σκεπτέον γε καὶ οὐκ ἀποκνητέον. πρῶτον οὖν σκεψώμεθα τίνα τρόπον διαιτήσονται οἱ οὕτω παρεσκευασμένοι. ἄλλο τι ἢ σῖτόν τε ποιοῦντες καὶ οἶνον καὶ ἱμάτια καὶ ὑποδήματα; καὶ οἰκοδομησάμενοι οἰκίας, θέρους μὲν τὰ πολλὰ γυμνοί τε καὶ ἀνυπόδητοι ἐργάσονται, τοῦ δὲ χειμῶνος ἠμφιεσμένοι τε καὶ ὑποδεδεμένοι ἱκανῶς· θρέψονται δὲ ἐκ μὲν τῶν κριθῶν ἄλφιτα σκευαζόμενοι, ἐκ δὲ τῶν πυρῶν ἄλευρα, τὰ μὲν πέψαντες, τὰ δὲ μάξαντες, μάζας γενναίας καὶ ἄρτους ἐπὶ κάλαμόν τινα παραβαλλόμενοι ἢ φύλλα καθαρά, κατακλινέντες ἐπὶ στιβάδων ἐστρωμένων μίλακί τε καὶ μυρρίναις, εὐωχήσονται αὐτοί τε καὶ τὰ παιδία, ἐπιπίνοντες τοῦ οἴνου, ἐστεφανωμένοι καὶ ὑμνοῦντες τοὺς θεούς, ἡδέως συνόντες ἀλλήλοις, οὐχ ὑπὲρ τὴν οὐσίαν ποιούμενοι τοὺς παῖδας,2 εὐλαβούμενοι πενίαν ἢ πόλεμον. καὶ ὁ Γλαύκων ὑπολαβών, Ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δῆλον ὅτι καὶ ἐλάας καὶ τυρόν, καὶ βολβοὺς καὶ λάχανά γε, οἷα δὴ ἐν ἀγροῖς ἑψήματα, ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσιν πρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες· καὶ οὕτω διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν. καὶ ὅς, εἰ δὲ ὑῶν πόλιν, ὦ Σώκρατες, ἔφη, κατεσκεύαζες, τί ἂν αὐτὰς ἄλλο ἢ ταῦτα ἐχόρταζες; ἀλλὰ πῶς χρή, ἦν δʼ ἐγώ, ὦ Γλαύκων; ἅπερ νομίζεται, ἔφη· ἐπί τε κλινῶν κατακεῖσθαι οἶμαι τοὺς μέλλοντας μὴ ταλαιπωρεῖσθαι, καὶ ἀπὸ τραπεζῶν δειπνεῖν, καὶ ὄψα ἅπερ καὶ οἱ νῦν ἔχουσι καὶ τραγήματα. εἶεν, ἦν δʼ ἐγώ· μανθάνω. οὐ πόλιν, ὡς ἔοικε, σκοποῦμεν μόνον ὅπως γίγνεται, ἀλλὰ καὶ τρυφῶσαν πόλιν. ἴσως οὖν οὐδὲ κακῶς ἔχει· σκοποῦντες γὰρ καὶ τοιαύτην τάχʼ ἂν κατίδοιμεν τήν τε δικαιοσύνην καὶ ἀδικίαν ὅπῃ ποτὲ ταῖς πόλεσιν ἐμφύονται. ἡ μὲν οὖν ἀληθινὴ πόλις δοκεῖ μοι εἶναι ἣν διεληλύθαμεν, ὥσπερ ὑγιής τις· εἰ δʼ αὖ βούλεσθε, καὶ φλεγμαίνουσαν πόλιν θεωρήσωμεν· οὐδὲν ἀποκωλύει.
他说:“苏格拉底,依我看,我不知道它会在哪里,除非是在他们这些人的某种相互需要之中。” “但是,”我说道,“你说的也许很对;我们必须加以考察,不能退缩。那么,首先让我们考察一下,这样准备就绪的人们将以何种方式生活。难道他们不就是通过生产粮食、酒、衣服和鞋子来生活吗?他们建造了房屋,在夏天大抵赤身赤脚地工作,而在冬天则穿好衣服、套好鞋子。他们用大麦制成大麦粉,用小麦制成面粉作为食粮。有的烤,有的捏,将精美的麦饼和面包放在芦苇或干净的树叶上。他们躺在铺着紫杉和香桃木叶的草垫上,与孩子们一起享受宴饮,喝着酒,戴着花冠,歌颂神明,愉快地彼此相处。他们不会超出自己的家产来生育孩子,以免遭受贫困或战争。” 格劳孔打断我说道:“苏格拉底,看来你让这些人宴饮时连一点下酒菜都没有啊。” “你说得对,”我说道,“我忘了他们也会有下酒菜。显然,他们会有盐、橄榄、干酪,他们还会煮洋葱和蔬菜,也就是乡间常煮的那些菜。我们还会给他们提供无花果、鹰嘴豆和蚕豆作为甜点,他们还会在火旁烤香桃木果和橡子吃,适量地饮酒。他们就这样在和平与健康中度过一生,正如所预料的,在老年时去世,并将这样的一生传给后代。” 他说道:“苏格拉底,如果你是在建立一个‘猪的城邦’,除了这些,你还会用什么来喂养它们呢?” “但是,格劳孔,那应该怎样做呢?”我问道。 “按照通常的习惯,”他说道,“我认为,那些不想受苦的人应当躺在卧椅上,在桌子旁用餐,吃现在人们吃的那种下酒菜和甜点。” “好吧,”我说道,“我明白了。看来我们不仅在考察一个城邦是如何产生的,而且也在考察一个奢侈的城邦。也许这并不是坏事,因为通过考察这样的城邦,我们或许能很快看出正义和不正义是如何在城邦中扎根的。在我看来,我们所描述的那个真实的城邦就像是健康的城邦;但是如果你们愿意,我们也可以观察一个发炎的城邦,这并无妨碍。”
ταῦτα γὰρ δή τισιν, ὡς δοκεῖ, οὐκ ἐξαρκέσει, οὐδὲ αὕτη ἡ δίαιτα, ἀλλὰ κλῖναί τε προσέσονται καὶ τράπεζαι καὶ τἆλλα σκεύη, καὶ ὄψα δὴ καὶ μύρα καὶ θυμιάματα καὶ ἑταῖραι καὶ πέμματα, καὶ ἕκαστα τούτων παντοδαπά. καὶ δὴ καὶ ἃ τὸ πρῶτον ἐλέγομεν οὐκέτι τἀναγκαῖα θετέον, οἰκίας τε καὶ ἱμάτια καὶ ὑποδήματα, ἀλλὰ τήν τε ζωγραφίαν κινητέον καὶ τὴν ποικιλίαν, καὶ χρυσὸν καὶ ἐλέφαντα καὶ πάντα τὰ τοιαῦτα κτητέον. ἦ γάρ; ναί, ἔφη. οὐκοῦν μείζονά τε αὖ τὴν πόλιν δεῖ ποιεῖν· ἐκείνη γὰρ ἡ ὑγιεινὴ οὐκέτι ἱκανή, ἀλλʼ ἤδη ὄγκου ἐμπληστέα καὶ πλήθους, ἃ οὐκέτι τοῦ ἀναγκαίου ἕνεκά ἐστιν ἐν ταῖς πόλεσιν,3 οἷον οἵ τε θηρευταὶ πάντες οἵ τε μιμηταί, πολλοὶ μὲν οἱ περὶ τὰ σχήματά τε καὶ χρώματα, πολλοὶ δὲ οἱ περὶ μουσικήν, ποιηταί τε καὶ τούτων ὑπηρέται, ῥαψῳδοί, ὑποκριταί, χορευταί, ἐργολάβοι, σκευῶν τε παντοδαπῶν δημιουργοί, τῶν τε ἄλλων καὶ τῶν περὶ τὸν γυναικεῖον κόσμον. καὶ δὴ καὶ διακόνων πλειόνων δεησόμεθα· ἢ οὐ δοκεῖ δεήσειν παιδαγωγῶν, τιτθῶν, τροφῶν, κομμωτριῶν, κουρέων, καὶ αὖ ὀψοποιῶν τε καὶ μαγείρων; ἔτι δὲ καὶ συβωτῶν προσδεησόμεθα· τοῦτο γὰρ ἡμῖν ἐν τῇ προτέρᾳ πόλει οὐκ ἐνῆν—ἔδει γὰρ οὐδέν—ἐν δὲ ταύτῃ καὶ τούτου προσδεήσει. δεήσει δὲ καὶ τῶν ἄλλων βοσκημάτων παμπόλλων, εἴ τις αὐτὰ ἔδεται· ἦ γάρ; πῶς γὰρ οὔ; οὐκοῦν καὶ ἰατρῶν ἐν χρείαις ἐσόμεθα πολὺ μᾶλλον οὕτω διαιτώμενοι ἢ ὡς τὸ πρότερον; πολύ γε. καὶ ἡ χώρα γέ που, ἡ τότε ἱκανὴ τρέφειν τοὺς τότε,4 σμικρὰ δὴ ἐξ ἱκανῆς ἔσται. ἢ πῶς λέγομεν; οὕτως, ἔφη. οὐκοῦν τῆς τῶν πλησίον χώρας ἡμῖν ἀποτμητέον, εἰ μέλλομεν ἱκανὴν ἕξειν νέμειν τε καὶ ἀροῦν, καὶ ἐκείνοις αὖ τῆς ἡμετέρας, ἐὰν καὶ ἐκεῖνοι ἀφῶσιν αὑτοὺς ἐπὶ χρημάτων κτῆσιν ἄπειρον, ὑπερβάντες τὸν τῶν ἀναγκαίων ὅρον; πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες. πολεμήσομεν δὴ τὸ μετὰ τοῦτο, ὦ Γλαύκων; ἢ πῶς ἔσται; οὕτως, ἔφη. καὶ μηδέν γέ πω λέγωμεν, ἦν δʼ ἐγώ, μήτʼ εἴ τι κακὸν μήτʼ εἰ ἀγαθὸν ὁ πόλεμος ἐργάζεται, ἀλλὰ τοσοῦτον μόνον, ὅτι πολέμου αὖ γένεσιν ηὑρήκαμεν, ἐξ ὧν μάλιστα ταῖς πόλεσιν καὶ ἰδίᾳ καὶ δημοσίᾳ κακὰ γίγνεται, ὅταν γίγνηται. πάνυ μὲν οὖν.
“因为对某些人来说,这些东西和这种生活方式显然是不够的。还得增加卧椅、桌子和其他家具,当然还有配菜、香水、香料、情妇和糕点,而且每一种都要有各种各样的。因此,我们起初所说的那些必需品——房屋、衣服和鞋子——已经不能算作唯一的必需品了,而是必须开始绘画和刺绣,并且必须获取金、象牙以及所有这类东西。不是吗?” “是的,”他说。 “那么,我们必须再次扩大这个城邦。因为那个健康的城邦已经不够用了,现在必须塞满多余的人和大量的物品,而这些在城邦里已经不再是出于必需了。例如,所有的猎人和模仿者,许多关注形状和色彩的人,许多关注音乐的人,诗人们及其助手,朗诵者、演员、舞者、承包商,以及生产各种器皿的工匠,尤其是那些制造女性装饰品的工匠。此外,我们还将需要更多的仆人。你认为难道不需要家庭教师、乳母、保姆、美容师、理发师,以及做配菜的厨师和肉食厨师吗?此外,我们还将需要猪倌,因为这在之前的城邦中是不存在的——当时并不需要——但在这个城邦中这也将是需要的。而且如果有人要吃肉的话,我们还将需要极大量的其他各种牲畜。不是吗?” “当然如此。” “那么,如果像这样生活,我们对医生的需求难道不会比以前大得多吗?” “大得多。” “而且,当时足以养活当时人口的土地,现在也将从足够变得狭小。或者我们该怎么说?” “就是这样,”他说。 “那么,如果我们想要有足够的土地来放牧和耕作,我们难道不需要割占邻居的一部分土地吗?而如果他们也任由自己无限度地获取财富,跨越必需的边界,他们难道不也必须割占我们的土地吗?” “苏格拉底,这完全是必然的,”他说。 “那么,格劳孔,在这之后我们就要进行战争了吗?或者会怎样?” “就是这样,”他说。 “而且,”我说道,“我们先不要说战争会带来坏事还是好事,只说这么多:我们已经发现了战争的起源,无论何时,当战争爆发时,它都会给城邦在私底下和公事上带来最大的灾难。” “确实如此。”
- 372aεἰ μή που ἐν αὐτῶν τούτων χρείᾳ τινὶ τῇ πρὸς ἀλλήλους.
在连词 εἰ μή που(除非)之后省略了动词。这句省略句是阿德曼托斯对苏格拉底前文提问(“正义和不正义会在哪里?”)的直接回答,表明他认为它们存在于“这些人某种相互需要之中”。
- 372bοὐχ ὑπὲρ τὴν οὐσίαν ποιούμενοι τοὺς παῖδας
介词短语 ὑπὲρ τὴν οὐσίαν 意为“超出他们的财产或家产”,分词短语 ποιούμενοι τοὺς παῖδας 指“生育子女”。这描述了素朴城邦中一种合理的节育行为,即不超过自身的经济承受能力来生育子女,以防止贫困和战争。
- 373bἃ οὐκέτι τοῦ ἀναγκαίου ἕνεκά ἐστιν ἐν ταῖς πόλεσιν
中性复数关系代词 ἃ 的先行词是指代直前的“膨胀(ὄγκου)”和“大众/多余事物(πλήθους)”所暗示的具体过剩事物。短语 τοῦ ἀναγκαίου ἕνεκα 表示“为了必需的目的”。
- 373dἡ τότε ἱκανὴ τρέφειν τοὺς τότε
副词 τότε(当时)通过定冠词,分别修饰省略的名词 ἡ χώρα(土地)以及不定式的宾语(名词化分词 τοὺς τότε [ὄντας],“当时的人们”),构成修饰关系,意为“当时足以养活当时人口的土地”。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
