← 柏拉图

理想国

§2.371

商贸、市场与雇工的引入及城邦的形成

苏格拉底和阿德曼托斯讨论了外部贸易所需的进口商、内部交换所需的市场和货币、便利交易的零售商以及提供体力的雇工的必要性,并开始探究在这一已经完备的城邦中,正义和不正义究竟存在于何处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.371

καὶ μὴν κενὸς ἂν ἴῃ ὁ διάκονος, μηδὲν ἄγων ὧν ἐκεῖνοι δέονται παρʼ ὧν ἂν κομίζωνται ὧν ἂν αὐτοῖς χρεία,1 κενὸς ἄπεισιν. ἦ γάρ; δοκεῖ μοι. δεῖ δὴ τὰ οἴκοι μὴ μόνον ἑαυτοῖς ποιεῖν ἱκανά, ἀλλὰ καὶ οἷα καὶ ὅσα ἐκείνοις ὧν ἂν δέωνται. δεῖ γάρ. πλειόνων δὴ γεωργῶν τε καὶ τῶν ἄλλων δημιουργῶν δεῖ ἡμῖν τῇ πόλει. πλειόνων γάρ. καὶ δὴ καὶ τῶν ἄλλων διακόνων που τῶν τε εἰσαξόντων καὶ ἐξαξόντων ἕκαστα. οὗτοι δέ εἰσιν ἔμποροι· ἦ γάρ; ναί. καὶ ἐμπόρων δὴ δεησόμεθα. πάνυ γε. καὶ ἐὰν μέν γε κατὰ θάλατταν ἡ ἐμπορία γίγνηται, συχνῶν καὶ ἄλλων προσδεήσεται τῶν ἐπιστημόνων τῆς περὶ τὴν θάλατταν ἐργασίας. συχνῶν μέντοι. τί δὲ δή; ἐν αὐτῇ τῇ πόλει πῶς ἀλλήλοις μεταδώσουσιν ὧν ἂν ἕκαστοι ἐργάζωνται; ὧν δὴ ἕνεκα καὶ κοινωνίαν ποιησάμενοι πόλιν ᾠκίσαμεν. δῆλον δή, ἦ δʼ ὅς, ὅτι πωλοῦντες καὶ ὠνούμενοι. ἀγορὰ δὴ ἡμῖν καὶ νόμισμα σύμβολον τῆς ἀλλαγῆς ἕνεκα γενήσεται ἐκ τούτου. πάνυ μὲν οὖν. ἂν οὖν κομίσας ὁ γεωργὸς εἰς τὴν ἀγοράν τι ὧν ποιεῖ, ἤ τις ἄλλος τῶν δημιουργῶν, μὴ εἰς τὸν αὐτὸν χρόνον ἥκῃ τοῖς δεομένοις τὰ παρʼ αὐτοῦ ἀλλάξασθαι, ἀργήσει τῆς αὑτοῦ δημιουργίας2 καθήμενος ἐν ἀγορᾷ; οὐδαμῶς, ἦ δʼ ὅς, ἀλλὰ εἰσὶν οἳ τοῦτο ὁρῶντες ἑαυτοὺς ἐπὶ τὴν διακονίαν τάττουσιν ταύτην, ἐν μὲν ταῖς ὀρθῶς οἰκουμέναις πόλεσι σχεδόν τι οἱ ἀσθενέστατοι τὰ σώματα3 καὶ ἀχρεῖοί τι ἄλλο ἔργον πράττειν. αὐτοῦ γὰρ δεῖ μένοντας αὐτοὺς περὶ τὴν ἀγορὰν τὰ μὲν ἀντʼ ἀργυρίου ἀλλάξασθαι τοῖς τι δεομένοις ἀποδόσθαι, τοῖς δὲ ἀντὶ αὖ ἀργυρίου διαλλάττειν ὅσοι τι δέονται πρίασθαι. αὕτη ἄρα, ἦν δʼ ἐγώ, ἡ χρεία καπήλων ἡμῖν γένεσιν ἐμποιεῖ τῇ πόλει. ἢ οὐ καπήλους καλοῦμεν τοὺς πρὸς ὠνήν τε καὶ πρᾶσιν διακονοῦντας ἱδρυμένους ἐν ἀγορᾷ, τοὺς δὲ πλανήτας ἐπὶ τὰς πόλεις ἐμπόρους; πάνυ μὲν οὖν. ἔτι δή τινες, ὡς ἐγᾦμαι, εἰσὶ καὶ ἄλλοι διάκονοι, οἳ ἂν τὰ μὲν τῆς διανοίας μὴ πάνυ ἀξιοκοινώνητοι ὦσιν, τὴν δὲ τοῦ σώματος ἰσχὺν ἱκανὴν ἐπὶ τοὺς πόνους ἔχωσιν· οἳ δὴ πωλοῦντες τὴν τῆς ἰσχύος χρείαν, τὴν τιμὴν ταύτην μισθὸν καλοῦντες, κέκληνται, ὡς ἐγᾦμαι, μισθωτοί· ἦ γάρ; πάνυ μὲν οὖν. πλήρωμα δὴ πόλεώς εἰσιν, ὡς ἔοικε, καὶ μισθωτοί. δοκεῖ μοι. ἆρʼ οὖν, ὦ Ἀδείμαντε, ἤδη ἡμῖν ηὔξηται ἡ πόλις, ὥστʼ εἶναι τελέα; ἴσως. ποῦ οὖν ἄν ποτε ἐν αὐτῇ εἴη ἥ τε δικαιοσύνη καὶ ἡ ἀδικία; καὶ τίνι ἅμα ἐγγενομένη ὧν ἐσκέμμεθα;4

“然而,如果使者空手而去,没有带去那些他们想从中获取自己所需之物的人所需要的东西,他就会空手而归。不是吗?” “我觉得是这样。” “因此,他们不仅要在国内生产出足够自己使用的东西,还要生产出适合那些人所需之种类和数量的东西。” “确实需要。” “那么,我们的城邦就需要更多的农夫和其他工匠了。” “确实需要。” “此外,当然也需要其他负责输入和输出各项货物的使者。而这些人就是商人,不是吗?” “是的。” “那么我们也将需要商人了。” “当然。” “而且,如果贸易是在海上进行,那么还需要许多其他精通海上工作的人。” “确实需要很多。” “那么,在城邦内部,他们如何分享彼此各自生产的东西呢?而这正是我们建立共同关系并创立城邦的目的所在。” “显然,”他说,“是通过买卖。” “由此,我们将需要一个市场,以及作为交换媒介的货币。” “完全正确。” “那么,如果农夫或任何其他工匠把他的产品带到市场,却未能与想要交换其产品的人同时到达,他会因为坐在市场里而耽误了自己的手艺吗?” “绝不会,”他说,“而是有人看到了这一点,主动承担起这项中介服务。在管理良好的城邦中,他们通常是身体最弱、不适合做任何其他工作的人。因为他们必须留守在市场周围,为那些需要卖出东西的人用钱兑换物品,并反过来为那些需要买入东西的人用物品兑换钱。” “那么,这种需要,”我说道,“就在我们的城邦中产生出了零售商。难道我们不把那些定居在市场、为买卖提供中介服务的人称为‘零售商’,而把那些往来于各城市之间的人称为‘旅商(进口商)’吗?” “完全正确。” “此外,我认为,还有一些其他的使者,他们虽然在智力上不怎么值得接纳为合伙人,但身体却有足够的力气承受劳作。他们出卖力气的使用,并将这个代价称为‘工资’,因此,我认为他们被称为‘雇工’。不是吗?” “完全正确。” “看来,雇工也是城邦的组成人员了。” “我觉得是。” “那么,阿德曼托斯,我们的城邦是不是已经增长到完备了呢?” “也许吧。” “那么,正义和不正义会在这城邦里的什么地方呢?它们是随着我们考察过的哪些东西一起产生的呢?”

语法注4 条
  1. 371μηδὲν ἄγων ὧν ἐκεῖνοι δέονται παρʼ ὧν ἂν κομίζωνται ὧν ἂν αὐτοῖς χρεία

    这是一个极其复杂的嵌套结构,涉及多个关系代词及其先行词的省略。可补全解析为:μηδὲν ἄγων [τούτων] ὧν ἐκεῖνοι δέονται(没有带去[那些]对方所需要的东西)+ παρʼ ὧν [τούτων] ἂν κομίζωνται [ταῦτα](从[那些]他们将要获取[货物]的人那里)+ ὧν ἂν αὐτοῖς χρεία [ᾖ]([那些]他们自己所需的东西)。

  2. 371cἀργήσει τῆς αὑτοῦ δημιουργίας

    属格 τῆς αὑτοῦ δημιουργίας 是与动词 ἀργέω(闲置、不工作)连用的分离属格,表示“脱离自己原有的手艺而闲置(不事生产)”。

  3. 371cτὰ σώματα

    关系宾格(或称尊重宾格),修饰形容词 ἀσθενέστατοι(最虚弱的),意为“在身体方面最虚弱的”。后半部分(371e)的 τὰ μὲν τῆς διανοίας(在智力方面)亦属相同构文。

  4. 371eὧν ἐσκέμμεθα

    关系代词的“吸引”(attraction)。由于省略了属格先行词 τούτων,原本应当作为 ἐσκέμμεθα 直接宾语的关系代词(中性复数宾格 ἅ)被吸引成了属格的 ὧν。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.371