← 柏拉图

理想国

§1.352

不正义与内在分裂及事物的功用

苏格拉底论证道,不正义的力量会产生分裂和不和,从而使行动变得不可能,必须存有一定的正义才能进行共同活动。随后,讨论转向了人应该如何生活的问题,并开始引入事物“功用”的概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.352

οὐκοῦν τοιάνδε τινὰ φαίνεται ἔχουσα τὴν δύναμιν, οἵαν, ᾧ ἂν ἐγγένηται, εἴτε πόλει τινὶ εἴτε γένει εἴτε στρατοπέδῳ εἴτε ἄλλῳ ὁτῳοῦν, πρῶτον μὲν ἀδύνατον αὐτὸ ποιεῖν πράττειν μεθʼ αὑτοῦ1 διὰ τὸ στασιάζειν καὶ διαφέρεσθαι, ἔτι δʼ ἐχθρὸν εἶναι ἑαυτῷ τε καὶ τῷ ἐναντίῳ παντὶ καὶ τῷ δικαίῳ; οὐχ οὕτως; πάνυ γε. καὶ ἐν ἑνὶ δὴ οἶμαι ἐνοῦσα ταὐτὰ ταῦτα ποιήσει ἅπερ πέφυκεν ἐργάζεσθαι· πρῶτον μὲν ἀδύνατον αὐτὸν πράττειν ποιήσει στασιάζοντα καὶ οὐχ ὁμονοοῦντα αὐτὸν ἑαυτῷ, ἔπειτα ἐχθρὸν καὶ ἑαυτῷ καὶ τοῖς δικαίοις· ἦ γάρ; ναί. δίκαιοι δέ γʼ εἰσίν, ὦ φίλε, καὶ οἱ θεοί; ἔστω, ἔφη. καὶ θεοῖς ἄρα ἐχθρὸς ἔσται ὁ ἄδικος, ὦ Θρασύμαχε, ὁ δὲ δίκαιος φίλος. εὐωχοῦ τοῦ λόγου, ἔφη, θαρρῶν· οὐ γὰρ ἔγωγέ σοι ἐναντιώσομαι, ἵνα μὴ τοῖσδε ἀπέχθωμαι. ἴθι δή, ἦν δʼ ἐγώ, καὶ τὰ λοιπά μοι τῆς ἑστιάσεως ἀποπλήρωσον ἀποκρινόμενος ὥσπερ καὶ νῦν. ὅτι μὲν γὰρ καὶ σοφώτεροι καὶ ἀμείνους καὶ δυνατώτεροι πράττειν οἱ δίκαιοι φαίνονται, οἱ δὲ ἄδικοι οὐδὲ πράττειν μετʼ ἀλλήλων οἷοί τε—ἀλλὰ δὴ καὶ οὕς φαμεν ἐρρωμένως πώποτέ τι μετʼ ἀλλήλων κοινῇ πρᾶξαι ἀδίκους ὄντας, τοῦτο οὐ παντάπασιν ἀληθὲς λέγομεν· οὐ γὰρ ἂν ἀπείχοντο ἀλλήλων κομιδῇ ὄντες ἄδικοι, ἀλλὰ δῆλον ὅτι ἐνῆν τις αὐτοῖς δικαιοσύνη, ἣ αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφʼ οὓς ᾖσαν ἅμα ἀδικεῖν,2 διʼ ἣν ἔπραξαν ἃ ἔπραξαν, ὥρμησαν δὲ ἐπὶ τὰ ἄδικα ἀδικίᾳ ἡμιμόχθηροι ὄντες,3 ἐπεὶ οἵ γε παμπόνηροι καὶ τελέως ἄδικοι τελέως εἰσὶ καὶ πράττειν ἀδύνατοι—ταῦτα μὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλʼ οὐχ ὡς σὺ τὸ πρῶτον ἐτίθεσο· εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν ἀδίκων καὶ εὐδαιμονέστεροί εἰσιν, ὅπερ τὸ ὕστερον προυθέμεθα σκέψασθαι, σκεπτέον. φαίνονται μὲν οὖν καὶ νῦν, ὥς γέ μοι δοκεῖ, ἐξ ὧν εἰρήκαμεν· ὅμως δʼ ἔτι βέλτιον σκεπτέον. οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος ὁ λόγος, ἀλλὰ περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν. σκόπει δή, ἔφη. σκοπῶ, ἦν δʼ ἐγώ. καί μοι λέγε· δοκεῖ τί σοι εἶναι ἵππου ἔργον; ἔμοιγε. ἆρʼ οὖν τοῦτο ἂν θείης καὶ ἵππου καὶ ἄλλου ὁτουοῦν ἔργον, ὃ ἂν ἢ μόνῳ ἐκείνῳ ποιῇ τις ἢ ἄριστα;4 οὐ μανθάνω, ἔφη. ἀλλʼ ὧδε· ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἴδοις ἢ ὀφθαλμοῖς; οὐ δῆτα. τί δέ; ἀκούσαις ἄλλῳ ἢ ὠσίν; οὐδαμῶς. οὐκοῦν δικαίως ταῦτα τούτων φαμὲν ἔργα εἶναι; πάνυ γε.

“那么,它(不正义)似乎具有这样一种力量:无论它产生在什么里面——无论是在某个城邦、氏族、军队,还是在其他任何东西里面——首先,由于产生内讧和分歧,它使它无法与自身共同行动,其次,还使它成为它自身、一切对立者以及正义者的敌人。难道不是这样吗?” “当然。” “我想,当它存在于单个人身上时,它也会产生它天生要起作用的这些完全相同的事情。首先,由于他自身内讧、与自己不和,它将使他无法行动,其次,使他成为他自身和正义者的敌人。不是吗?” “是的。” “我的朋友,神明也是正义的吧?” “算它是吧,”他说。 “那么,色拉叙马霍斯,不正义的人也将是神明的敌人,而正义的人则是朋友。” “放心地享受这顿论证的大餐吧,”他说,“因为我绝不会反对你,免得我得罪这里的这些人。” “那么,来吧,”我说,“像现在这样回答,为我把这顿大餐的其余部分填满吧。因为显而易见,正义者在行动上更智慧、更优秀、更有力,而不正义者甚至无法彼此共同行动——不仅如此,当我们说那些身为不正义者的人,曾经强有力地共同成就了什么事时,我们说的并不完全是真的;因为如果他们是彻底不正义的,他们绝不会彼此克制而不互相侵害,但显然,他们身上还存在着某种正义,正是这种正义使他们不至于在侵害他们所针对的目标的同时也彼此侵害,正是赖此他们才成就了他们所成就的事,而他们是在因不正义而处于半坏的状态下冲向不正义的行为的,因为那些彻底邪恶和完全不正义的人,在行动上也是完全无能的——因此,我明白这些事情确实如此,而不是像你起初所设想的那样;但是,正义者是否也比不正义者生活得更好、更幸福——这是我们后来提出要探讨的问题——我们必须予以探讨。在我看来,根据我们所说过的,即使现在这也显得如此;然而,我们仍须作更好的探讨。因为这个论证所涉及的不是一件寻常的小事,而是关于人应该以何种方式生活。” “那么思考吧,”他说。 “我正在思考,”我说。“请告诉我:你认为马有什么功用吗?” “当然。” “那么,你会把马或任何其他东西的功用,定义为只有用它才能做,或者用它做是最好的事情吗?” “我不明白,”他说。 “那么这样看:除了用眼睛,你还能用别的什么来看吗?” “决不能。” “那又如何?除了用耳朵,你还能用别的什么来听吗?” “决不能。” “那么,我们说这些是它们的功用,不是正当的吗?” “当然。”

语法注4 条
  1. 352aἀδύνατον αὐτὸ ποιεῖν πράττειν μεθʼ αὑτοῦ

    使役动词 ποιεῖν 的宾语(宾格主语)是 αὐτό(宿有不正义的主体),其后接不定式 πράττειν。μεθ' αὑτοῦ 意为“与自身合作”,表现了因内讧而导致的自我分裂。整句具有双重不定式结构,意为“使它无法与自身共同行动”。

  2. 352cἣ αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφʼ οὓς ᾖσαν ἅμα ἀδικεῖν

    关系代词 ἣ 的先行词是 δικαιοσύνη。使役动词 ἐποίει 与否定小词 μήτοι 及不定式 ἀδικεῖν 结合,表示“使之不……”的制约含义。ἀδικεῖν 的宾语有两个,即 ἀλλήλους(彼此)和关系从句 ἐφ' οὓς ᾖσαν(他们所袭击的对象),由 ἅμα(同时)联结。

  3. 352cἀδικίᾳ ἡμιμόχθηροι ὄντες

    与格 ἀδικίᾳ 用作原因或方面与格,修饰分词短语 ἡμιμόχθηροι ὄντες(处于半坏的状态)。这表明他们并非彻底邪恶(παμπόνηροι),而是因不正义而处于半坏的状态,因而勉强保留了行动的能力。

  4. 352eὃ ἂν ἢ μόνῳ ἐκείνῳ ποιῇ τις ἢ ἄριστα

    条件性关系从句。关系代词 ὃ 指代主句的先行词 ἔργον,作 ποιῇ 的直接宾语。μόνῳ ἐκείνῳ 是工具或手段与格,意为“仅用那件东西”。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.352