← 柏拉图

理想国

§1.351

不正义引发内讧与阻碍共同行动

苏格拉底指出,不正义在本质上会导致内讧与仇恨,使得共同行动变得不可能,并与色拉叙马霍斯继续探讨不正义的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.351

τοῦτο τοίνυν ἐρωτῶ, ὅπερ ἄρτι, ἵνα καὶ ἑξῆς διασκεψώμεθα τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς ἀδικίαν. ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον1 εἴη ἀδικία δικαιοσύνης· νῦν δέ γʼ, ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἡ ἀδικία— οὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειεν—ἀλλʼ οὔ τι οὕτως ἁπλῶς, ὦ Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι· πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφʼ ἑαυτῇ ἔχειν δουλωσαμένην; πῶς γὰρ οὔκ; ἔφη. καὶ τοῦτό γε ἡ ἀρίστη μάλιστα ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος. μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν ὁ λόγος. ἀλλὰ τόδε περὶ αὐτοῦ σκοπῶ· πότερον ἡ κρείττων γιγνομένη πόλις πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἢ ἀνάγκη αὐτῇ μετὰ δικαιοσύνης; εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει2—ἡ δικαιοσύνη σοφία—μετὰ δικαιοσύνης· εἰ δʼ ὡς ἐγὼ ἔλεγον, μετὰ ἀδικίας. πάνυ ἄγαμαι, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς. σοὶ γάρ, ἔφη, χαρίζομαι. εὖ γε σὺ ποιῶν· ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε· δοκεῖς ἂν ἢ πόλιν ἢ στρατόπεδον ἢ λῃστὰς ἢ κλέπτας ἢ ἄλλο τι ἔθνος, ὅσα3 κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους; οὐ δῆτα, ἦ δʼ ὅς. τί δʼ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον; πάνυ γε. στάσεις γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν· ἦ γάρ; ἔστω, ἦ δʼ ὅς, ἵνα σοι μὴ διαφέρωμαι. ἀλλʼ εὖ γε σὺ ποιῶν, ὦ ἄριστε. τόδε δέ μοι λέγε· ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετʼ ἀλλήλων πράττειν; πάνυ γε. τί δὲ ἂν ἐν δυοῖν ἐγγένηται; οὐ διοίσονται καὶ μισήσουσιν καὶ ἐχθροὶ ἔσονται ἀλλήλοις τε καὶ τοῖς δικαίοις; ἔσονται, ἔφη. ἐὰν δὲ δή, ὦ θαυμάσιε, ἐν ἑνὶ ἐγγένηται ἀδικία, μῶν μὴ4 ἀπολεῖ τὴν αὑτῆς δύναμιν, ἢ οὐδὲν ἧττον ἕξει; μηδὲν ἧττον ἐχέτω, ἔφη.

“那么我还是提刚才那个问题,以便我们能按顺序探讨这个论证,即正义相对于不正义而言究竟是种什么东西。因为以前有人说过,不正义比正义更有力、更强大;但是现在,”我说,“如果正义确实是智慧和美德,我想很容易就会显明它也比不正义更强大,因为不正义是无知——对此谁也不会再不明白了——但我并不想,色拉叙马霍斯,就这样简单地看,而是想通过这种方式来思考:你会说一个城邦是不正义的,并且企图不正义地奴役其他城邦,或者已经奴役了它们,甚至奴役了许多城邦并置于自己的统治之下吗?” “怎么会不呢?”他说,“而且最优秀的城邦,也就是最完全不正义的城邦,最会这样做。” “我明白,”我说,“这是你的论点。但我正在考虑关于它的这一点:这个变得比其他城邦更强大的城邦,在没有正义的情况下会拥有这种力量吗,还是必然要伴随正义?” “如果,”他说,“像你刚才所说的那样——正义是智慧——那就伴随正义;如果像我所说的那样,那就伴随不正义。” “我非常高兴,色拉叙马霍斯,”我说,“你不仅点头和摇头,而且回答得非常好。” “因为我是为了讨你喜欢,”他说。 “你做得真好;但请在这一件事上也讨我喜欢并告诉我:你认为一个城邦,或者一支军队,或者土匪,或者小偷,或者任何其他群体,凡是为了某种不正义的目的而共同行动的,如果他们彼此行不正义,他们能成什么事吗?” “决不能,”他说。 “那如果不彼此行不正义呢?岂不是更能成事?” “当然。” “因为,色拉叙马霍斯,不正义会在他们中间产生内讧、仇恨和斗争,而正义则产生一致和友谊,不是吗?” “算它是吧,”他说,“免得我和你争论。” “你做得太好了,我最优秀的朋友。但请告诉我:如果这是不正义的作用,即在它所存在的地方都产生仇恨,那么它如果产生在自由人和奴隶中间,岂不会使他们彼此憎恨、内讧,以至于无法共同行动吗?” “当然。” “那如果它产生在两个人中间呢?他们岂不也会产生分歧、彼此憎恨,并且成为彼此以及正义者的敌人?” “是的,”他说。 “但是,我奇妙的朋友,如果不正义产生在一个人身上,它会失去它自身的力量,还是依然如故地拥有它?” “让它依然如故地拥有吧,”他说。

语法注4 条
  1. 351aἰσχυρότερον

    虽然主语是阴性名词 δικαιοσύνη(正义),但比较级形容词却使用了中性单数形式 ἰσχυρότερον。这是因为在谓语中,正义这一抽象概念被泛指为一种中性事物(“更强大的事物”)。

  2. 351cἔχει

    动词 ἔχει 在此并非表示“拥有”,而是与副词(此处为关系副词 ὡς)连用,表示“处于某种状态”或“情况如……”。紧接着的插入句“ἡ δικαιοσύνη σοφία”(正义即智慧)说明了其具体内容。

  3. 351cὅσα

    为了概括指代前面不同词性的先行词(阴性单数 πόλιν、中性单数 στρατόπεδον、阳性复数 λῃστὰς 和 κλέπτας、中性单数 ἔθνος),关系代词使用了中性复数形式 ὅσα。它表达了“所有为了不正义目的而共同行动的群体”这一泛指含义。

  4. 351eμῶν μὴ

    引入带有否定预期的疑问句的小词组合(μῶν μὴ,相当于 μὴ οὖν μή),意为“难道……不吗?”或“想必不会……吧”。此处用于询问:不正义即使产生在一个人身上,“想必不会失去它自身的力量吧”(暗示其依然会保持力量)。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.351