- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.341
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
色拉叙马霍斯将严格意义上的“统治者”重新定义为无谬误且总是追求自身利益的人。对此,苏格拉底基于医生和舵手等各种“手艺”的严格定义展开讨论,指出任何手艺的目的都是为了寻求其服务对象的利益,而非手艺自身的利益。
τοιοῦτον οὖν δή σοι καὶ ἐμὲ ὑπόλαβε νυνδὴ ἀποκρίνεσθαι· τὸ δὲ ἀκριβέστατον ἐκεῖνο τυγχάνει ὄν,1 τὸν ἄρχοντα, καθʼ ὅσον ἄρχων ἐστίν, μὴ ἁμαρτάνειν, μὴ ἁμαρτάνοντα δὲ τὸ αὑτῷ βέλτιστον τίθεσθαι, τοῦτο δὲ τῷ ἀρχομένῳ ποιητέον. ὥστε ὅπερ ἐξ ἀρχῆς ἔλεγον δίκαιον λέγω, τὸ τοῦ κρείττονος ποιεῖν συμφέρον. εἶεν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε· δοκῶ σοι συκοφαντεῖν; πάνυ μὲν οὖν, ἔφη. οἴει γάρ με ἐξ ἐπιβουλῆς ἐν τοῖς λόγοις κακουργοῦντά σε ἐρέσθαι ὡς ἠρόμην; εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται· οὔτε γὰρ ἄν με λάθοις κακουργῶν, οὔτε μὴ λαθὼν βιάσασθαι τῷ λόγῳ δύναιο.2 οὐδέ γʼ ἂν ἐπιχειρήσαιμι, ἦν δʼ ἐγώ, ὦ μακάριε. ἀλλʼ ἵνα μὴ αὖθις ἡμῖν τοιοῦτον ἐγγένηται, διόρισαι ποτέρως λέγεις τὸν ἄρχοντά τε καὶ τὸν κρείττονα, τὸν ὡς ἔπος εἰπεῖν ἢ τὸν ἀκριβεῖ λόγῳ, ὃ νυνδὴ ἔλεγες, οὗ τὸ συμφέρον κρείττονος ὄντος δίκαιον ἔσται τῷ ἥττονι ποιεῖν. τὸν τῷ ἀκριβεστάτῳ, ἔφη, λόγῳ ἄρχοντα ὄντα. πρὸς ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαι—οὐδέν σου παρίεμαι3—ἀλλʼ οὐ μὴ οἷός τʼ ᾖς.4 οἴει γὰρ ἄν με, εἶπον, οὕτω μανῆναι ὥστε ξυρεῖν ἐπιχειρεῖν λέοντα καὶ συκοφαντεῖν Θρασύμαχον; νῦν γοῦν, ἔφη, ἐπεχείρησας, οὐδὲν ὢν καὶ ταῦτα.5 ἅδην, ἦν δʼ ἐγώ, τῶν τοιούτων. ἀλλʼ εἰπέ μοι· ὁ τῷ ἀκριβεῖ λόγῳ ἰατρός, ὃν ἄρτι ἔλεγες, πότερον χρηματιστής ἐστιν ἢ τῶν καμνόντων θεραπευτής; καὶ λέγε τὸν τῷ ὄντι ἰατρὸν ὄντα. τῶν καμνόντων, ἔφη, θεραπευτής. τί δὲ κυβερνήτης; ὁ ὀρθῶς κυβερνήτης ναυτῶν ἄρχων ἐστὶν ἢ ναύτης; ναυτῶν ἄρχων. οὐδὲν οἶμαι τοῦτο ὑπολογιστέον, ὅτι πλεῖ ἐν τῇ νηί, οὐδʼ ἐστὶν κλητέος ναύτης·6 οὐ γὰρ κατὰ τὸ πλεῖν κυβερνήτης καλεῖται, ἀλλὰ κατὰ τὴν τέχνην καὶ τὴν τῶν ναυτῶν ἀρχήν. ἀληθῆ, ἔφη. οὐκοῦν ἑκάστῳ τούτων ἔστιν τι συμφέρον; πάνυ γε. οὐ καὶ ἡ τέχνη, ἦν δʼ ἐγώ, ἐπὶ τούτῳ πέφυκεν, ἐπὶ τῷ τὸ συμφέρον ἑκάστῳ ζητεῖν τε καὶ ἐκπορίζειν; ἐπὶ τούτῳ, ἔφη. ἆρʼ οὖν καὶ ἑκάστῃ τῶν τεχνῶν ἔστιν τι συμφέρον ἄλλο ἢ ὅτι μάλιστα τελέαν εἶναι; πῶς τοῦτο ἐρωτᾷς; ὥσπερ, ἔφην ἐγώ, εἴ με ἔροιο εἰ ἐξαρκεῖ σώματι εἶναι σώματι7 ἢ προσδεῖταί τινος, εἴποιμʼ ἂν ὅτι παντάπασι μὲν οὖν προσδεῖται. διὰ ταῦτα καὶ ἡ τέχνη ἐστὶν ἡ ἰατρικὴ νῦν ηὑρημένη, ὅτι σῶμά ἐστιν πονηρὸν καὶ οὐκ ἐξαρκεῖ αὐτῷ τοιούτῳ εἶναι. τούτῳ οὖν ὅπως ἐκπορίζῃ τὰ συμφέροντα, ἐπὶ τούτῳ παρεσκευάσθη ἡ τέχνη. ἦ ὀρθῶς σοι δοκῶ, ἔφην, ἂν εἰπεῖν οὕτω λέγων, ἢ οὔ;
“那么,你也把我在刚才的回答当成是这个意思吧;而那最精确的事实则是:统治者在他是统治者的范围内是不犯错的,正因为他不犯错,所以他制定了对自己最有利的事,而这必须由被统治者去执行。因此,我所说的正义,正是起初我所说的那样,即去执行强者的利益。” “好吧,”我说,“色拉叙马霍斯;你觉得我是在对你进行诡辩吗?” “完全如此,”他说。 “因为你认为我刚才那样问,是因为我有意在论证中恶意中伤你吗?” “我确信无疑,”他说。“而这对你没有任何好处;因为你使坏的时候既逃不过我的眼睛,在被我发现之后,你也无法在论证中用强力压制我。” “我甚至连试都不会去试,幸福的人啊,”我说。“但为了让我们之间不再发生这种混乱,请你界定一下:你所说的统治者和强者,是指俗称的那种,还是指你刚才所说的、在严格论证意义上的那种——对于他,作为强者,他的利益将是由弱者去执行的正义?” “指在最严格意义上的统治者,”他说。“针对这一点,如果你办得到的话,尽管去使坏、去诡辩吧——我绝不向你求宽容——但你绝对办不到。” “你难道认为,”我说,“我会发疯到企图去给狮子剃毛,并对色拉叙马霍斯耍诡辩吗?” “至少就在刚才,”他说,“你已经企图这么做了,而且是个完全不自量力的家伙。” “这类话到此为止吧,”我说。“但请告诉我:你刚才说的‘严格意义上的医生’,是一个赚钱者,还是病人的照料者?请针对真正意义上的医生来回答。” “病人的照料者,”他说。 “那么舵手呢?正确的舵手是水手们的管理者,还是一个水手?” “水手们的管理者。” “我认为根本不应当考虑他是在船上航行这一点,他也不应被称为水手;因为他被称为舵手并不是因为他航行,而是因为他的手艺以及他对水手们的管理。” “对,”他说。 “那么,对于这些人中的每一个,都有某种利益吗?” “当然。” “而且手艺也是,”我说,“生来就是为了这个目的,即为每个人寻找并提供利益吗?” “正是为了这个,”他说。 “那么,对于每种手艺本身来说,除了尽可能地完美之外,还有其他什么利益吗?” “你这是什么意思?” “就像,”我说,“如果你问我,对于身体而言,仅仅作为身体就足够了,还是它还需要额外的东西,我会说:‘完全如此,它确实还需要额外的东西。’正因为这个原因,医学这门手艺才在如今被发明出来,因为身体是有缺陷的,仅仅维持其现状是不够的。因此,为了能给身体提供利益,这门手艺就是为了这个目的而被准备出来的。如果我这么说,你认为我是说得对,还是不对?”
- 341τὸ δὲ ἀκριβέστατον ἐκεῖνο τυγχάνει ὄν
“而最精确的那点恰好是……”其中 τὸ ἀκριβέστατον 和 ἐκεῖνο 处于同位语或主表关系,后续的带对格的主动词不定式从句(τὸν ἄρχοντα... μὴ ἁμαρτάνειν)用以具体说明其内容。
- 341bοὔτε μὴ λαθὼν βιάσασθαι τῷ λόγῳ δύναιο
否定词 μὴ 否定了条件分词 λαθών(“如果(你)没有逃过注意”,即“当被发现时”)。潜在希求法动词 δύναιο 受到前一分句中引入的 ἄν (οὔτε γὰρ ἄν με λάθοις) 的控制,该 ἄν 的效力延伸至本句。
- 341bοὐδέν σου παρίεμαι
动词 παρίεμαι 意为“求饶”或“请求手下留情”。直译为“我不要求你放过任何事(我不求你任何手软)”。
- 341bοὐ μὴ οἷός τʼ ᾖς
这是一个由 οὐ μή 连同虚拟语气(ᾖς)构成的强烈否定(“绝不可能能……”)。短语 οἷός τ' εἰμί 意为“能够”。
- 341cοὐδὲν ὢν καὶ ταῦτα
短语 καὶ ταῦτα 是一个伴随分词的惯用表达,意为“而且”、“那还是”。在这里色拉叙马霍斯具有温和的侮辱性:“而且那还是在你根本无能为力的情况下”。
- 341dοὐκ ἐστὶν κλητέος ναύτης
κλητέος 是动觉形容词(动词性形容词),表示必要性或义务(与 ἐστίν 连用,“不应该被称为”)。施事者(意念上的与格)在此处虽未明示,但可从语境中推知。
- 341eεἰ ἐξαρκεῖ σώματι εἶναι σώματι
在重复出现的两个 σώματι 中,第一个是 ἐξαρκεῖ 的与格补足语(“对于身体而言是否足够”),第二个是不定式 εἶναι 的表语,因同化而采用与格,与第一个保持一致(“作为身体而存在”)。
