- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.339-1.340
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
苏格拉底通过指出统治者可能会犯错并制定对自己不利的法律,揭示了色拉叙马霍斯定义的矛盾。在波吕马霍斯和克雷托丰介入后,色拉叙马霍斯通过“严格意义上的手艺人绝不犯错”这一技术论为自己辩护。
τοῦτʼ οὖν ἐστιν, ὦ βέλτιστε, ὃ λέγω ἐν ἁπάσαις ταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον·1 αὕτη δέ που κρατεῖ, ὥστε συμβαίνει τῷ ὀρθῶς λογιζομένῳ πανταχοῦ εἶναι τὸ αὐτὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον. νῦν, ἦν δʼ ἐγώ, ἔμαθον ὃ λέγεις· εἰ δὲ ἀληθὲς ἢ μή, πειράσομαι μαθεῖν. τὸ συμφέρον μὲν οὖν, ὦ Θρασύμαχε, καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναι—καίτοι ἔμοιγε ἀπηγόρευες ὅπως μὴ τοῦτο ἀποκρινοίμην—πρόσεστιν δὲ δὴ αὐτόθι τὸ τοῦ κρείττονος. σμικρά γε ἴσως, ἔφη, προσθήκη. οὔπω δῆλον οὐδʼ εἰ μεγάλη· ἀλλʼ ὅτι μὲν τοῦτο σκεπτέον εἰ ἀληθῆ λέγεις, δῆλον. ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή. σκόπει, ἔφη. ταῦτʼ ἔσται, ἦν δʼ ἐγώ. καί μοι εἰπέ· οὐ καὶ πείθεσθαι μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι; ἔγωγε. πότερον δὲ ἀναμάρτητοί εἰσιν οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν ἑκάσταις ἢ οἷοί τι καὶ ἁμαρτεῖν; πάντως που, ἔφη, οἷοί τι καὶ ἁμαρτεῖν. οὐκοῦν ἐπιχειροῦντες νόμους τιθέναι τοὺς μὲν ὀρθῶς τιθέασιν, τοὺς δέ τινας οὐκ ὀρθῶς; οἶμαι ἔγωγε. τὸ δὲ ὀρθῶς ἆρα τὸ τὰ συμφέροντά ἐστι τίθεσθαι ἑαυτοῖς, τὸ δὲ μὴ ὀρθῶς ἀσύμφορα; ἢ πῶς λέγεις; οὕτως. ἃ δʼ ἂν θῶνται ποιητέον τοῖς ἀρχομένοις, καὶ τοῦτό ἐστι τὸ δίκαιον; πῶς γὰρ οὔ; οὐ μόνον ἄρα δίκαιόν ἐστιν κατὰ τὸν σὸν λόγον τὸ τοῦ κρείττονος συμφέρον ποιεῖν ἀλλὰ καὶ τοὐναντίον, τὸ μὴ συμφέρον. τί λέγεις σύ; ἔφη. ἃ σὺ λέγεις, ἔμοιγε δοκῶ· σκοπῶμεν δὲ βέλτιον. οὐχ ὡμολόγηται τοὺς ἄρχοντας τοῖς ἀρχομένοις προστάττοντας ποιεῖν ἄττα ἐνίοτε διαμαρτάνειν τοῦ ἑαυτοῖς βελτίστου, ἃ δʼ ἂν προστάττωσιν οἱ ἄρχοντες δίκαιον εἶναι τοῖς ἀρχομένοις ποιεῖν; ταῦτʼ οὐχ ὡμολόγηται; οἶμαι ἔγωγε, ἔφη. οἴου τοίνυν, ἦν δʼ ἐγώ, καὶ τὸ ἀσύμφορα ποιεῖν τοῖς ἄρχουσί τε καὶ κρείττοσι δίκαιον εἶναι ὡμολογῆσθαί σοι,2 ὅταν οἱ μὲν ἄρχοντες ἄκοντες κακὰ αὑτοῖς προστάττωσιν, τοῖς δὲ δίκαιον εἶναι φῇς ταῦτα ποιεῖν ἃ ἐκεῖνοι προσέταξαν —ἆρα τότε, ὦ σοφώτατε Θρασύμαχε, οὐκ ἀναγκαῖον συμβαίνειν αὐτὸ οὑτωσί, δίκαιον εἶναι ποιεῖν τοὐναντίον ἢ ὃ σὺ λέγεις; τὸ γὰρ τοῦ κρείττονος ἀσύμφορον δήπου προστάττεται τοῖς ἥττοσιν ποιεῖν.
“最亲爱的朋友,因此这就是我所说的在所有城邦中皆相同的正义:即现存统治者的利益。而这,我想,就是掌权者。因此,对于正确推论的人来说,在任何地方正义都是相同的,即强者的利益。” “现在,”我说,“我明白你的意思了;但它是否真实,我必须试着去了解。那么,色拉叙马霍斯,你也回答了正义是利益——虽然你曾禁止我给出这个回答——然而‘强者的’这两个字确实被加在了上面。” “也许这只是个微不足道的添加,”他说。 “它是否是个巨大的添加现在还不清楚;但我们必须审视这一点,看看你是否说了真话,这很清楚。因为既然我也承认正义是某种有利益的事,而你又加上这一点,说它是强者的利益,而我对此并不了解,我们确实需要审视它。” “那就审视吧,”他说。 “我会的,”我说。“请告诉我:你难道不同样主张服从统治者也是正义的吗?” “我是这样主张的。” “那么在每个城邦中,统治者们是无谬的,还是也会犯些错误呢?” “毫无疑问,”他说,“他们确实也会犯些错误。” “因此,当他们试图制定法律时,他们制定的一些法律是正确的,另一些是不正确的,对吗?” “我认为是的。” “所谓‘正确制定’,就是制定对他们自己有利的法律,而‘不正确制定’,就是制定对他们自己不利的法律?还是你怎么说?” “就是这样。” “而他们所制定的法律,被统治者就必须执行,这就是正义,对吗?” “怎么会不是呢?” “因此,根据你的论证,正义不仅是做对强者有利的事,而且也是做相反的事,即不利的事。” “你在说什么?”他说。 “在我看来,这是你自己在说的话;但让我们更仔细地审视一下。难道我们没有一致同意,统治者在命令被统治者做某些事时,有时会偏离对自己最有利的事,而统治者无论命令什么,被统治者去执行都是正义的?这难道没有被一致同意吗?” “我认为是的,”他说。 “那么,你也要认为,”我说,“你已经同意做对统治者及强者不利的事也是正义的了,因为统治者无意中命令了对自己有害的事,而你又说被统治者执行他们所命令的这些事是正义的。——那么,最聪明的色拉叙马霍斯,这时必然会得出与你所说的相反的事情是正义的,不是吗?因为强者的不利之处,显然被命令让弱者去执行了。”
ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, ὁ Πολέμαρχος, σαφέστατά γε. ἐὰν σύ γʼ, ἔφη, αὐτῷ μαρτυρήσῃς, ὁ Κλειτοφῶν ὑπολαβών. καὶ τί, ἔφη, δεῖται μάρτυρος; αὐτὸς γὰρ Θρασύμαχος ὁμολογεῖ τοὺς μὲν ἄρχοντας ἐνίοτε ἑαυτοῖς κακὰ προστάττειν, τοῖς δὲ δίκαιον εἶναι ταῦτα ποιεῖν. τὸ γὰρ τὰ κελευόμενα ποιεῖν, ὦ Πολέμαρχε, ὑπὸ τῶν ἀρχόντων δίκαιον εἶναι ἔθετο Θρασύμαχος. καὶ γὰρ τὸ τοῦ κρείττονος, ὦ Κλειτοφῶν, συμφέρον δίκαιον εἶναι ἔθετο. ταῦτα δὲ ἀμφότερα θέμενος ὡμολόγησεν αὖ ἐνίοτε τοὺς κρείττους τὰ αὑτοῖς ἀσύμφορα κελεύειν τοὺς ἥττους τε καὶ ἀρχομένους ποιεῖν. ἐκ δὲ τούτων τῶν ὁμολογιῶν οὐδὲν μᾶλλον τὸ τοῦ κρείττονος συμφέρον δίκαιον ἂν εἴη ἢ τὸ μὴ συμφέρον. ἀλλʼ, ἔφη ὁ Κλειτοφῶν, τὸ τοῦ κρείττονος συμφέρον ἔλεγεν ὃ ἡγοῖτο ὁ κρείττων αὑτῷ συμφέρειν· τοῦτο ποιητέον εἶναι τῷ ἥττονι, καὶ τὸ δίκαιον τοῦτο ἐτίθετο. ἀλλʼ οὐχ οὕτως, ἦ δʼ ὃς ὁ Πολέμαρχος, ἐλέγετο. οὐδέν, ἦν δʼ ἐγώ, ὦ Πολέμαρχε, διαφέρει, ἀλλʼ εἰ νῦν οὕτω λέγει Θρασύμαχος, οὕτως αὐτοῦ ἀποδεχώμεθα. καί μοι εἰπέ, ὦ Θρασύμαχε· τοῦτο ἦν ὃ ἐβούλου λέγειν τὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον δοκοῦν εἶναι τῷ κρείττονι, ἐάντε συμφέρῃ ἐάντε μή; οὕτω σε φῶμεν λέγειν; ἥκιστά γε, ἔφη· ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρτάνοντα ὅταν ἐξαμαρτάνῃ; ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν. συκοφάντης γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, ἐν τοῖς λόγοις· ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς κάμνοντας κατʼ αὐτὸ τοῦτο ὃ ἐξαμαρτάνει;3 ἢ λογιστικόν, ὃς ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην τὴν ἁμαρτίαν; ἀλλʼ οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν καὶ ὁ λογιστὴς ἐξήμαρτεν καὶ ὁ γραμματιστής· τὸ δʼ οἶμαι ἕκαστος τούτων, καθʼ ὅσον τοῦτʼ ἔστιν ὃ προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει· ὥστε κατὰ τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν δημιουργῶν ἁμαρτάνει. ἐπιλειπούσης γὰρ ἐπιστήμης ὁ ἁμαρτάνων ἁμαρτάνει, ἐν ᾧ οὐκ ἔστι δημιουργός· ὥστε δημιουργὸς ἢ σοφὸς ἢ ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων ᾖ, ἀλλὰ πᾶς γʼ ἂν εἴποι ὅτι ὁ ἰατρὸς ἥμαρτεν καὶ ὁ ἄρχων ἥμαρτεν.
“是的,凭宙斯起誓,苏格拉底,”波吕马霍斯说,“这确实最清楚不过了。” “如果你愿意为他作证的话,”克雷托丰插话说。 “又何需证人呢?”他说。“因为色拉叙马霍斯自己就同意,统治者有时会命令对自己有害的事,而被统治者去执行这些事是正义的。” “是的,因为色拉叙马霍斯规定了,执行统治者所命令的事是正义的,波吕马霍斯。” “而且,他也规定了强者的利益是正义,克雷托丰。在规定了这两点的同时,他又进一步同意,强者有时会命令弱者和被统治者去做对强者自己不利的事。从这些一致同意的观点来看,强者的利益并不比不利的事情更算得上是正义。” “但是,”克雷托丰说,“他所说的强者的利益,是指强者认为对自己有利的事;这就是弱者必须做的事,他也是将这规定为正义的。” “但当时并不是这么说的,”波吕马霍斯说。 “这没有关系,波吕马霍斯,”我说,“但如果色拉叙马霍斯现在这么说,我们就这样从他那里接受。告诉我,色拉叙马霍斯:你想称之为正义的,就是强者所认为的强者的利益,无论它实际上是否有益吗?我们要说你是这个意思吗?” “绝非如此,”他说;“当一个犯错的人在犯错时,你认为我会称他为‘强者’吗?” “我确实以为你是这个意思,”我说,“当你承认统治者并非无谬、而是也会犯些错误的时候。” “因为你在论证中是个吹毛求疵的人,苏格拉底,”他说;“就拿眼前的例子来说,对于在对待病人时犯了错误的人,你会在他犯错的这个方面称他为医生吗?或者在计算中犯错的人,在他犯错的那个时刻,因他的错误而称他为计算家吗?但我认为,我们在言辞上是这么说的,‘医生犯了错’、‘计算家犯了错’、‘文书犯了错’。但我认为,他们中的每一个人,只要他还是我们所称呼的那个身份,就绝不会犯错。因此,根据严密的论证——既然你也喜欢严密——任何手艺人都不会犯错。因为只有在知识缺乏时,犯错的人才会犯错,而在这时他就不是手艺人了。因此,手艺人、智者、统治者在他是统治者的那个时候,是不会犯错的,尽管每个人在言辞上都会说‘医生犯了错’、‘统治者犯了错’。”
- 339aτὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον
καθεστηκυίας 是 καθίστημι 的完成时主动分词阴性单数属格,修饰名词 ἀρχῆς,表示“现存的”或“既成的”。
- 339eοἴου τοίνυν ... καὶ τὸ ἀσύμφορα ποιεῖν ... δίκαιον εἶναι ὡμολογῆσθαί σοι
οἴου 是 οἴομαι 的第二人称单数现在时命令式。冠词性不定式短语 τὸ ἀσύμφορα ποιεῖν 作为完成时被动不定式 ὡμολογῆσθαι 的主格对格,而 σοι 是施事与格(意为“被你同意”)。
- 340dκατʼ αὐτὸ τοῦτο ὃ ἐξαμαρτάνει
关系代词 ὃ 作为“关系对格”(或内宾对格)起作用,限定了动词 ἐξαμαρτάνει 的范围,意为“在他犯错的那个具体方面”。
