- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:533
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
苏格拉底指出,在绘画、雕塑和音乐等技术中,并不存在仅针对单一作家进行评判的专门技术,并解释说伊翁之所以能且仅能对荷马发表精妙言论,并非凭着技术(知识),而是由于一种像磁铁链条一样从缪斯那里传递下来的“神圣力量”。
ΣΩ. ἤδη οὖν τινα εἶδες ὅστις περὶ μὲν Πολυγνώτου τοῦ Ἀγλαοφῶντος δεινός ἐστιν ἀποφαίνειν ἃ εὖ τε γράφει καὶ ἃ μή, περὶ δὲ τῶν ἄλλων γραφέων ἀδύνατος; καὶ ἐπειδὰν μέν τις τὰ τῶν ἄλλων ζωγράφων ἔργα ἐπιδεικνύῃ, νυστάζει τε καὶ ἀπορεῖ καὶ οὐκ ἔχει ὅτι συμβάληται,1 ἐπειδὰν δὲ περὶ Πολυγνώτου ἢ ἄλλου ὅτου βούλει τῶν γραφέων ἑνὸς μόνου δέῃ ἀποφήνασθαι γνώμην, ἐγρήγορέν τε καὶ προσέχει τὸν νοῦν καὶ εὐπορεῖ ὅτι εἴπῃ; ΙΩΝ. οὐ μὰ τὸν Δία, οὐ δῆτα. ΣΩ. τί δέ; ἐν ἀνδριαντοποιίᾳ ἤδη τινʼ εἶδες ὅστις περὶ μὲν Δαιδάλου τοῦ Μητίονος ἢ Ἐπειοῦ τοῦ Πανοπέως ἢ Θεοδώρου τοῦ Σαμίου ἢ ἄλλου τινὸς ἀνδριαντοποιοῦ ἑνὸς πέρι δεινός ἐστιν ἐξηγεῖσθαι ἃ εὖ πεποίηκεν, ἐν δὲ τοῖς τῶν ἄλλων ἀνδριαντοποιῶν ἔργοις ἀπορεῖ τε καὶ νυστάζει, οὐκ ἔχων ὅτι εἴπῃ; ΙΩΝ. οὐ μὰ τὸν Δία, οὐδὲ τοῦτον ἑώρακα. ΣΩ. ἀλλὰ μήν, ὥς γʼ ἐγὼ οἶμαι, οὐδʼ ἐν αὐλήσει γε οὐδὲ ἐν κιθαρίσει οὐδὲ ἐν κιθαρῳδίᾳ οὐδὲ ἐν ῥαψῳδίᾳ οὐδεπώποτʼ εἶδες ἄνδρα ὅστις περὶ μὲν Ὀλύμπου δεινός ἐστιν ἐξηγεῖσθαι ἢ περὶ Θαμύρου ἢ περὶ Ὀρφέως ἢ περὶ Φημίου τοῦ Ἰθακησίου ῥαψῳδοῦ, περὶ δὲ Ἴωνος τοῦ Ἐφεσίου ἀπορεῖ καὶ οὐκ ἔχει συμβαλέσθαι ἅ τε εὖ ῥαψῳδεῖ καὶ ἃ μή. ΙΩΝ. οὐκ ἔχω σοι περὶ τούτου ἀντιλέγειν, ὦ Σώκρατες· ἀλλʼ ἐκεῖνο ἐμαυτῷ σύνοιδα, ὅτι περὶ Ὁμήρου κάλλιστʼ ἀνθρώπων λέγω καὶ εὐπορῶ καὶ οἱ ἄλλοι πάντες μέ φασιν εὖ λέγειν, περὶ δὲ τῶν ἄλλων οὔ. καίτοι ὅρα τοῦτο τί ἔστιν. ΣΩ. καὶ ὁρῶ, ὦ Ἴων, καὶ ἔρχομαί γέ σοι ἀποφανούμενος ὅ μοι δοκεῖ τοῦτο εἶναι. ἔστι γὰρ τοῦτο τέχνη μὲν οὐκ ὂν2 παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, ὃ νυνδὴ ἔλεγον, θεία δὲ δύναμις ἥ σε κινεῖ, ὥσπερ ἐν τῇ λίθῳ ἣν Εὐριπίδης μὲν Μαγνῆτιν ὠνόμασεν, οἱ δὲ πολλοὶ Ἡρακλείαν. καὶ γὰρ αὕτη ἡ λίθος οὐ μόνον αὐτοὺς τοὺς δακτυλίους ἄγει τοὺς σιδηροῦς, ἀλλὰ καὶ δύναμιν ἐντίθησι τοῖς δακτυλίοις ὥστʼ αὖ δύνασθαι ταὐτὸν τοῦτο ποιεῖν ὅπερ ἡ λίθος, ἄλλους ἄγειν δακτυλίους, ὥστʼ ἐνίοτε ὁρμαθὸς μακρὸς πάνυ σιδηρίων καὶ δακτυλίων ἐξ ἀλλήλων ἤρτηται· πᾶσι δὲ τούτοις ἐξ ἐκείνης τῆς λίθου ἡ δύναμις ἀνήρτηται. οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτή, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλων ἐνθουσιαζόντων3 ὁρμαθὸς ἐξαρτᾶται.
苏格拉底:那么,你曾见过有谁对阿格劳芬之子波吕格诺托斯画得好和不好的地方精于阐明,但对于其他画家却无能为力吗?并且,当有人展示其他画家的作品时,他就打瞌睡、不知所措,没有任何话可贡献,但当需要对波吕格诺托斯或你喜欢的任何其他单一画家的作品发表意见时,他就醒过来、集中注意力,并且有话可说? 伊翁:不,托宙斯之福,绝没有。 苏格拉底:那么雕塑呢?你曾见过有谁,对于梅提翁之子代达罗斯、或者是帕诺佩乌斯之子埃佩奥斯、或者是萨摩斯人狄奥多罗斯,或任何其他单一雕塑家,精于解释他哪些地方制作得好,但对于其他雕塑家的作品却不知所措、打瞌睡,无话可说吗? 伊翁:不,托宙斯之福,我也没有见过这样的人。 苏格拉底:但是确实,正如我所认为的,无论是在吹双簧管、弹琴、还是自弹自唱、或者是在朗诵艺能中,你都绝未见过有一个人,他精于解释奥林波斯、或塔米拉斯、或奥菲斯、或伊萨卡的朗诵艺人费米奥斯,但对于以弗所的伊翁却不知所措,无法就他哪些地方朗诵得好和不好贡献出任何意见。 伊翁:苏格拉底,对此我无法反驳你。但我对自己有这个自觉:关于荷马,我说得比任何人都好,而且滔滔不绝,所有人也都说我说得好,但对于其他人却不然。且看这是怎么回事。 苏格拉底:伊翁,我也看出来了,我正要向你表明在我看来这是怎么一回事。因为,关于荷马说得好,这在你身上并不是一门技术,正如我刚才所说,而是一种驱使着你的神圣力量,就像欧里庇得斯称之为“磁石”、而大多数人称之为“赫拉克勒斯石”的那种石头中的力量一样。因为这种石头不仅吸引铁环本身,而且还将力量注入到这些铁环中,使它们反过来也能做这石头所做的同样的事,即吸引其他的铁环;以至于有时一条由铁片和铁环组成的极长的链条相互悬挂着。而对于所有这些,力量都是从那块石头上悬挂下来的。同样,缪斯自己使人神会,而通过这些受到神启的人,另一条由其他狂热者组成的链条便被悬挂起来。
- 533aοὐκ ἔχει ὅτι συμβάληται
动词 ἔχω 后接关系代词(此处为中性单数宾格的 ὅτι / ὅ τι)和虚拟语气(συμβάληται),构成虑疑虚拟语气(deliberative subjunctive)结构,意为“不知道该贡献什么”或“没有什么可贡献的”。
- 533dτέχνη μὲν οὐκ ὂν
οὐκ ὄν 是中性单数现在分词,一致修饰作为实质主语的不定式短语 περὶ Ὁμήρου εὖ λέγειν(或与之同格的指示代词 τοῦτο)。在语境中,它与主句的 ἔστι 配合,构成否定陈述:“这在你身上并不是一门技术”。
- 533eἄλλων ἐνθουσιαζόντων
修饰名词 ὁρμαθός(链条、队列)的描述/定义属格。它并非属格独立结构(Genitive Absolute),而是意为“由其他狂热者(组成的)链条”,与前文表示传递途径的介词短语 διὰ τῶν ἐνθέων τούτων(通过这些受到神启的人)相呼应与对比。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
