- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:532
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
苏格拉底论证说,判断某一主题上好与坏的讲述者的能力源于同一种技术,并指出伊翁仅对荷马有专长并非基于真正的技术知识。伊翁表示赞同,但询问为何自己只对荷马感兴趣,苏格拉底随后以其他普通技艺(如绘画)为例展开解释。
ΣΩ. οὐκοῦν ἐν κεφαλαίῳ λέγομεν ὡς ὁ αὐτὸς γνώσεται ἀεί, περὶ τῶν αὐτῶν πολλῶν λεγόντων,1 ὅστις τε εὖ λέγει καὶ ὅστις κακῶς· ἢ εἰ μὴ γνώσεται τὸν κακῶς λέγοντα, δῆλον ὅτι οὐδὲ τὸν εὖ, περί γε τοῦ αὐτοῦ. ΙΩΝ. οὕτως. ΣΩ. οὐκοῦν ὁ αὐτὸς γίγνεται δεινὸς περὶ ἀμφοτέρων; ΙΩΝ. ναί. ΣΩ. οὐκοῦν σὺ φῂς καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, ἐν οἷς καὶ Ἡσίοδος καὶ Ἀρχίλοχός ἐστιν, περί γε τῶν αὐτῶν λέγειν, ἀλλʼ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν εὖ γε, τοὺς δὲ χεῖρον; ΙΩΝ. καὶ ἀληθῆ λέγω. ΣΩ. οὐκοῦν, εἴπερ τὸν εὖ λέγοντα γιγνώσκεις, καὶ τοὺς χεῖρον λέγοντας γιγνώσκοις ἂν ὅτι χεῖρον λέγουσιν. ΙΩΝ. ἔοικέν γε. ΣΩ. οὐκοῦν, ὦ βέλτιστε, ὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν2 οὐχ ἁμαρτησόμεθα, ἐπειδή γε αὐτὸς ὁμολογῇ τὸν αὐτὸν ἔσεσθαι κριτὴν ἱκανὸν πάντων ὅσοι ἂν περὶ τῶν αὐτῶν λέγωσι, τοὺς δὲ ποιητὰς σχεδὸν ἅπαντας τὰ αὐτὰ ποιεῖν. ΙΩΝ. τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλʼ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω; ΣΩ. οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ·3 εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τʼ ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον. ἢ οὔ; ΙΩΝ. ναί. ΣΩ. οὐκοῦν ἐπειδὰν λάβῃ τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν; πῶς τοῦτο λέγω, δέῃ τί μου ἀκοῦσαι, ὦ Ἴων; ΙΩΝ. ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν. ΣΩ. βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων· ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψῳδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ᾁδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω, οἷον εἰκὸς ἰδιώτην ἄνθρωπον. ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβῃ. λάβωμεν γὰρ τῷ λόγῳ· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον; ΙΩΝ. ναί. ΣΩ. οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι; ΙΩΝ. πάνυ γε.
苏格拉底:那么,概括地说,我们是说当许多人谈论相同的事物时,总是由同一个人来辨别谁说得好,谁说得差;或者,如果他辨别不出谁说得差,显然也就辨别不出谁说得好,至少在同一事物上是如此? 伊翁:正是如此。 苏格拉底:那么,同一个人对这两者都精通,对吗? 伊翁:是的。 苏格拉底:而你不是说,荷马和其他诗人(其中也包括赫西俄德和阿尔基洛科斯)谈论的确实是相同的事物,但写得并不一样,而是荷马写得好,其他人写得较差吗? 伊翁:是的,我说的是实话。 苏格拉底:那么,既然你能辨别出谁说得好,你应该也能辨别出那些说得较差的人,知道他们说得较差。 伊翁:看来是这样。 苏格拉底:因此,我最优秀的朋友,如果我们说伊翁同样精通荷马和其他诗人,那我们就不会犯错。因为你既然自己承认,对于所有谈论相同事物的人,同一个人都是合格的裁判,而诗人们几乎所有人创作的也都是相同的主题。 伊翁:那么,苏格拉底,究竟是什么原因,以至于当有人谈论其他某位诗人时,我既不注意,也无法贡献任何有价值的话,而是简直在打瞌睡;但一旦有人提到荷马,我立刻就醒了,能够集中注意力,并且滔滔不绝? 苏格拉底:我的朋友,这并不难推测。相反,每个人都很清楚,你之所以能谈论荷马,并非凭着技术和知识;因为如果你是凭着技术,你也就能够谈论所有其他诗人了。因为诗艺,我想,整体上是一个统一体。难道不是吗? 伊翁:是的。 苏格拉底:那么,当有人掌握了任何其他一门完整的技术时,对于所有这些技术的考察方式难道不都是一样的吗?伊翁,你需要听我解释我这是什么意思吗? 伊翁:托宙斯之福,苏格拉底,我当然想听;因为我喜欢听你们这些智者说话。 苏格拉底:我希望你说的是真话,伊翁。但你们这些朗诵艺人、演员,以及你们所演唱其诗作的诗人们,才是聪明的;而我除了说出真话外,什么也不会,就像一个普通人该有的那样。就拿我刚才问你的这个问题来说,你看它是多么平凡、通俗,而且任何人都明白我所说的意思——即当有人掌握了一门完整的技术时,考察方式都是相同的。让我们在讨论中假设一下:绘画整体上算是一门技术吗? 伊翁:是的。 苏格拉底:那么,画家难道不也是既有许多优秀的,也有许多平庸的,并且过去也是如此吗? 伊翁:确实如此。
- 532περὶ τῶν αὐτῶν πολλῶν λεγόντων
属格独立分词结构(genitive absolute),表示时间或条件(“当许多人谈论同一事物时”),其中 πολλῶν 是分词 λεγόντων 的主语。
- 532bὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν
现在分词 λέγοντες(与主句主语“我们”一致)引导带对格的不定式结构(A.C.I.),其中 τὸν Ἴωνα 是不定式 εἶναι 的主语,δεινὸν 是其表语。副词 ὁμοίως 修饰对于伊翁同样精通荷马和其他诗人的断言。
- 532cἀδύνατος εἶ
此处的结构并非带对格与不定式的无人称句 ἀδύνατόν ἐστι(“……是不可能的”),而是受主句 δῆλον ὅτι(“显而易见……”)影响的人称句结构(personal construction),形容词 ἀδύνατος 直接与主语“你”(暗含在 εἶ 中)在性、数、格上保持一致。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
