← 柏拉图

小希庇亚篇

§375-376

灵魂的卓越性与自愿作恶者的悖论

苏格拉底和希庇亚讨论了在各种技能和智力活动中,自愿犯错的优秀灵魂如何优于违心犯错的劣等灵魂。这最终导致了一个悖论性的结论:自愿行不义的人才是好人,使双方在对话结束时都陷入了深深的困惑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§375

ΙΠ. ἀληθῆ λέγεις. ΣΩ. τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων; ΙΠ. ἧι ἑκών. ΣΩ. ἀμείνων ἄρα ἐστίν. ΙΠ. ναί. ΣΩ. τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου1 τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως; ΙΠ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων; ΙΠ. ναί. ΣΩ. τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως; ΙΠ. ἥτις ἑκουσίως. ΣΩ. οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν; ΙΠ. ναί. ΣΩ. καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως; ΙΠ. ἐν τοξικῇ γε. ΣΩ. τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα; ΙΠ. ναί. ΣΩ. ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ.2 ΙΠ. ἀμείνων. ΣΩ. τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα; ΙΠ. φαίνεται. ΣΩ. ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα. ΙΠ. ναί. ΣΩ. τί δέ; τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι; ΙΠ. ναί. ΣΩ. οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα; ΙΠ. δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες. ΣΩ. ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων. ΙΠ. οὔκουν ἔμοιγε. ΣΩ. ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα; ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην; ΙΠ. ναί. ΣΩ. οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη. ΙΠ. ἐφάνη γάρ. ΣΩ. τί δʼ εἰ ἐπιστήμη; οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα; ΙΠ. ναί. ΣΩ. τί δʼ εἰ ἀμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν; ΙΠ. φαίνεται.

希:“你说的对。” 苏:“那么,拥有一匹马的灵魂,人能自愿用其骑得糟糕,还是违心用其骑得糟糕更好?” 希:“自愿的那只。” 苏:“那么它是更好的。” 希:“是的。” 苏:“那么,用更好的一匹马的灵魂,人会自愿做出这个灵魂的差劲行为,而用差劲的灵魂则是违心地做出?” 希:“完全如此。” 苏:“那么对于狗和所有其他动物也是如此吗?” 希:“是的。” 苏:“那么人呢?拥有一位弓箭手的灵魂,是自愿偏离目标的好,还是违心偏离的好?” 希:“自愿的那种。” 苏:“那么这个在弓术上更好吗?” 希:“是的。” 苏:“因此,违心犯错的灵魂比自愿犯错的更差劲?” 希:“至少在弓术上如此。” 苏:“那么在医学上呢?自愿对身体做出坏事的灵魂,不是更有医术吗?” 希:“是的。” 苏:“那么在这个技术中,这个灵魂比那不自愿的更好。” 希:“更好。” 苏:“那么呢?对于更擅长弹里拉琴和更擅长吹双管笛,以及其他所有关于技术和科学的事,不是更好的灵魂自愿做出坏事、丑事并犯错,而较差的灵魂则是违心的吗?” 希:“看来是这样。” 苏:“而且,如果要拥有奴隶的灵魂,我们想必更愿意拥有那些自愿犯错和作恶的,而不是违心如此的,因为它们在这些事上更好。” 希:“是的。” 苏:“那我们自己的灵魂呢?我们不是想拥有最好的吗?” 希:“是的。” 苏:“那么,如果它自愿作恶和犯错,比起违心如此,它反而是更好的灵魂吗?” 希:“那可太荒谬了,苏格拉底,如果自愿行不义的人比违心行不义的人更好。” 苏:“但从我们刚才说的话来看,确实表现出如此。” 希:“至少在我看来不是这样。” 苏:“而我还以为,希庇亚,你也会觉得是这样呢。请再次回答:正义不是某种能力或知识,或者两者皆是吗?或者,正义必然是这些中的至少一种,不是吗?” 希:“是的。” 苏:“那么,如果正义是灵魂的能力,更有能力的灵魂就更正义吗?因为在我们看来,优秀的〔朋友〕,这样的灵魂确实更好。” 希:“确实表现得如此。” 苏:“那如果是知识呢?不是更聪明的灵魂更正义,而更无知的灵魂更不义吗?” 希:“是的。” 苏:“那如果两者皆是呢?拥有两者(知识和能力)的灵魂更正义,而更无知的更不义,这难道不是必然的吗?” 希:“看来是这样。”

§376

ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν; ΙΠ. ναί. ΣΩ. ὅταν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην· ταῦτα δὲ δικαιοσύνης φαίνεται, ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον. ΙΠ. ἔοικεν. ΣΩ. καὶ τὸ μέν γε ἀδικεῖν κακὰ ποιεῖν ἐστιν, τὸ δὲ μὴ ἀδικεῖν καλά. ΙΠ. ναί. ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ ἀμείνων ψυχή, ὅτανπερ ἀδικῇ, ἑκοῦσα ἀδικήσει, ἡ δὲ πονηρὰ ἄκουσα; ΙΠ. φαίνεται. ΣΩ. οὐκοῦν ἀγαθὸς ἀνὴρ ὁ τὴν ἀγαθὴν ψυχὴν ἔχων, κακὸς δὲ ὁ τὴν κακήν; ΙΠ. ναί. ΣΩ. ἀγαθοῦ μὲν ἄρα ἀνδρός ἐστιν ἑκόντα ἀδικεῖν, κακοῦ δὲ ἄκοντα, εἴπερ ὁ ἀγαθὸς ἀγαθὴν ψυχὴν ἔχει. ΙΠ. ἀλλὰ μὴν ἔχει γε. ΣΩ. ὁ ἄρα ἑκὼν ἁμαρτάνων καὶ αἰσχρὰ καὶ ἄδικα ποιῶν, ὦ Ἱππία, εἴπερ τίς ἐστιν οὗτος,3 οὐκ ἂν ἄλλος εἴη ἢ ὁ ἀγαθός. ΙΠ. οὐκ ἔχω ὅπως σοι συγχωρήσω, ὦ Σώκρατες, ταῦτα. ΣΩ. οὐδὲ γὰρ ἐγὼ ἐμοί, ὦ Ἱππία· ἀλλʼ ἀναγκαῖον οὕτω φαίνεσθαι νῦν γε ἡμῖν ἐκ τοῦ λόγου. ὅπερ μέντοι πάλαι ἔλεγον, ἐγὼ περὶ ταῦτα ἄνω καὶ κάτω πλανῶμαι καὶ οὐδέποτε ταὐτά μοι δοκεῖ. καὶ ἐμὲ μὲν οὐδὲν θαυμαστὸν πλανᾶσθαι οὐδὲ ἄλλον ἰδιώτην· εἰ δὲ καὶ ὑμεῖς πλανήσεσθε οἱ σοφοί, τοῦτο ἤδη καὶ ἡμῖν δεινὸν εἰ μηδὲ παρʼ ὑμᾶς ἀφικόμενοι παυσόμεθα τῆς πλάνης.

苏:“那么,这个更有能力也更聪明的灵魂,不是被表现为更好,并且在一切活动中都更能做出美妙和丑陋这两者吗?” 希:“是的。” 苏:“因此,当它做出丑陋的事时,由于能力和技术,它是自愿做出的。而这些(能力与技术)似乎属于正义,不论是两者皆是还是其中之一。” 希:“似乎是这样。” 苏:“而行不义是做坏事,不行不义是做好事。” 希:“是的。” 苏:“那么,更有能力也更好的灵魂,每当它行不义时,它是自愿行不义的,而差劲的灵魂则是违心的吗?” 希:“看来是这样。” 苏:“那么,拥有好灵魂的人是好人,拥有坏灵魂的人是坏人吗?” 希:“是的。” 苏:“那么,自愿行不义是好人的特征,而违心行不义是坏人的特征,如果好人确实拥有好灵魂的话。” 希:“他确实拥有。” 苏:“那么,希庇亚,自愿犯错、做出丑事和不义之事的人,如果确实有这样的人,那就不会是别人,而只能是好人。” 希:“我不知道该怎么赞同你这些话,苏格拉底。” 苏:“其实我也不赞同我自己,希庇亚。但至少在现在,从我们的论证中必然会表现出这样。正如我刚才所说,我在这些事上颠来倒去、迷失方向,想法从不固定。我或者其他普通人迷失方向并不足为奇;但如果连你们这些聪明人也要迷失方向,那对我们来说可就太可怕了,因为我们即便来到你们这里,也无法停止这种迷失。”

语法注3 条
  1. 375aτῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου

    与格 τῇ ἀμείνονι... ψυχῇ 表示手段。承接前一句中关系代词 ᾗ(“人自愿用其骑得糟糕”)的用法,即人以马的灵魂为手段进行骑乘。此处应假设省略的主语为 τις(某人),译为“人能用更好的马的灵魂来做出……的行为”。

  2. 375bτῆς μὴ

    在 τῆς μὴ 之后省略了与前文 ἡ ἑκοῦσα [κακὰ ἐργαζομένη] 相对比的分词短语(大概是 τῆς μὴ ἑκούσης [κακὰ ἐργαζομένης],“不自愿做出坏事的灵魂”)。此属格为比较属格,由比较级 ἀμείνων 支配。

  3. 376bεἴπερ τίς ἐστιν οὗτος

    条件从句 εἴπερ τίς ἐστιν οὗτος(“如果确实有这样的人的话”)起到了插入语般的限定作用。虽然在理论上推导出了逻辑结论,但它暗示了苏格拉底式的保留态度,即在现实中,这种明知故犯、自愿作恶或行不义的人实际上并不存在(或不可能存在)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:375-376