← 柏拉图

小希庇亚篇

§374

身体动作与器官中自愿失误的优越性

苏格拉底与希庇亚通过赛跑、摔跤等身体活动,脚、眼等身体器官以及舵等工具的实例,达成共识,即能够自愿表现不佳的实体要优于那些违心表现不佳的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§374

ΣΩ. ἐν δρόμῳ μὲν ἄρα πονηρότερος ὁ ἄκων κακὰ ἐργαζόμενος ἢ ὁ ἑκών; ΙΠ. ἐν δρόμῳ γε. ΣΩ. τί δʼ ἐν πάλῃ; πότερος παλαιστὴς ἀμείνων, ὁ ἑκὼν πίπτων ἢ ὁ ἄκων; ΙΠ. ὁ ἑκών, ὡς ἔοικεν. ΣΩ. πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταβάλλειν; ΙΠ. τὸ πίπτειν. ΣΩ. καὶ ἐν πάλῃ ἄρα ὁ ἑκὼν τὰ πονηρὰ καὶ αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἢ ὁ ἄκων. ΙΠ. ἔοικεν. ΣΩ. τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρείᾳ; οὐχ ὁ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ, καὶ τὰ αἰσχρὰ καὶ τὰ καλά· ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὁ βελτίων τὸ σῶμα, ὁ δὲ πονηρότερος ἄκων; ΙΠ. ἔοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν. ΣΩ. τί δὲ κατʼ εὐσχημοσύνην, ὦ Ἱππία; οὐ τοῦ βελτίονος σώματός ἐστιν1 ἑκόντος τὰ αἰσχρὰ καὶ πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἄκοντος; ἢ πῶς σοι δοκεῖ; ΙΠ. οὕτως. ΣΩ. καὶ ἀσχημοσύνη ἄρα ἡ μὲν ἑκούσιος πρὸς ἀρετῆς ἐστιν,2 ἡ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος. ΙΠ. φαίνεται. ΣΩ. τί δὲ φωνῆς πέρι λέγεις; ποτέραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπᾴδουσαν ἢ τὴν ἀκουσίως; ΙΠ. τὴν ἑκουσίως. ΣΩ. μοχθηροτέραν δὲ τὴν ἀκουσίως; ΙΠ. ναί. ΣΩ. δέξαιο δʼ ἂν πότερον τἀγαθὰ κεκτῆσθαι ἢ τὰ κακά; ΙΠ. τἀγαθά. ΣΩ. πότερον οὖν ἂν δέξαιο πόδας κεκτῆσθαι ἑκουσίως χωλαίνοντας ἢ ἀκουσίως; ΙΠ. ἑκουσίως. ΣΩ. χωλεία δὲ ποδῶν οὐχὶ πονηρία καὶ ἀσχημοσύνη ἐστίν; ΙΠ. ναί. ΣΩ. τί δέ; ἀμβλυωπία οὐ πονηρία ὀφθαλμῶν; ΙΠ. ναί. ΣΩ. ποτέρους οὖν ἂν βούλοιο ὀφθαλμοὺς κεκτῆσθαι καὶ ποτέροις συνεῖναι; οἷς ἑκὼν ἄν τις ἀμβλυώττοι καὶ παρορῴη ἢ οἷς ἄκων;3 ΙΠ. οἷς ἑκών. ΣΩ. βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως; ΙΠ. τὰ γοῦν τοιαῦτα. ΣΩ. οὐκοῦν πάντα, οἷον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις, εἷς λόγος συνέχει, τὰς μὲν ἀκόντως κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας,4 τὰς δὲ ἑκουσίως κτητὰς ὡς ἀγαθὰς οὔσας. ΙΠ. ἔμοιγε δοκεῖ. ΣΩ. τί δέ; ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οἷς ἑκών τις κακὰ ἐργάζεται ἢ οἷς ἄκων; οἷον πηδάλιον ᾧ ἄκων κακῶς τις κυβερνήσει βέλτιον ἢ ᾧ ἑκών; ΙΠ. ὧι ἑκών. ΣΩ. οὐ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τἆλλα σύμπαντα;

苏:“那么在赛跑中,违心地做出坏事的人比自愿做的人更差劲吗?” 希:“在赛跑中确实如此。” 苏:“那么在摔跤中呢?哪一个摔跤手更好,是自愿摔倒的,还是违心摔倒的?” 希:“自愿的那个,似乎是这样。” 苏:“在摔跤中,摔倒比摔倒对手更差劲、更丑陋吗?” 希:“是摔倒。” 苏:“那么在摔跤中,自愿做出差劲和丑陋之事的人,比违心做出的人是更好的摔跤手。” 希:“看来是这样。” 苏:“那么在身体的其他所有使用中呢?身体更好的人不是能够做到这两者,既能做强有力的也能做软弱的事,既能做丑陋的也能做美妙的事吗?因此,当做出有损身体的差劲之事时,身体更好的人是自愿做出的,而身体较差的人则是违心做出的?” 希:“关于力量的事似乎也是这样。” 苏:“那么关于姿态的优美呢,希庇亚?自愿摆出丑陋和差劲的姿势,不是身体更好的人的特征,而违心摆出则是身体较差的人的特征吗?或者你觉得怎样?” 希:“正是如此。” 苏:“因此,自愿的难看姿态属于身体的优秀,而违心的难看姿态则属于身体的缺陷。” 希:“看来是这样。” 苏:“那么关于声音你又怎么说?你认为哪一个更好,是自愿唱错音的,还是违心唱错音的?” 希:“自愿的那个。” 苏:“而违心的那个更糟糕?” 希:“是的。” 苏:“那么你更愿意拥有好的东西还是坏的东西?” 希:“好的东西。” 苏:“那么,你更愿意拥有自愿瘸着的脚,还是违心瘸着的脚?”希:“自愿的。” 苏:“但脚瘸不就是脚的缺陷和难看吗?” 希:“是的。” 苏:“那么,视力模糊不就是眼睛的缺陷吗?” 希:“是的。” 苏:“那么,你想拥有并相伴哪种眼睛?是自愿变模糊并看错东西的眼睛,还是违心这样的?” 希:“自愿的那个。” 苏:“这么说,你认为自己身上那些自愿运作不良的器官,比违心运作不良的器官更好吗?” 希:“至少这类东西是这样。” 苏:“那么,是不是有一个共同的道理贯穿了所有器官,比如耳朵、鼻子、嘴巴和所有的感官:即那些违心运作不良的器官不值得拥有,因为它们是差劲的;而自愿运作不良的则是值得拥有的,因为它们是好的。” 希:“在我看来是这样。” 苏:“那么工具呢?使用哪种工具更好,是人自愿用其做出坏结果的,还是人违心用其做出坏结果的?例如,一个人违心地用其无法好好驾驶的舵更好,还是自愿如此的舵更好?” 希:“自愿的那个。” 苏:“对于弓、里拉琴、双管笛以及其他所有工具,不也是同样如此吗?”

语法注4 条
  1. 374bτοῦ βελτίονος σώματός ἐστιν

    属格(表示特征或本分,属所有属格的延伸)与 ἐστί 连用的句型,意为“是……的特征”或“属于……的本分”。在此处表示自愿摆出丑陋姿态是“身体更好的人的特征”。

  2. 374cπρὸς ἀρετῆς ἐστιν

    前置词 πρός 接属格,从空间上的“在……一侧”引申为“属于……一边”、“有利于……”或“归于……”。此处表示自愿的难看姿态“属于(或有利于)身体的卓越”。

  3. 374dοἷς ἑκὼν ἄν τις ἀμβλυώττοι καὶ παρορῴη ἢ οἷς ἄκων;

    与格关系代词 οἷς 在关系从句中充当工具与格(“用这些眼睛”)。从句中使用了 ἄν 结合 optative(ἀμβλυώττοι, παρορῴη),表示潜在可能性(“人们用其可能会变模糊、看错”)。

  4. 374dτὰς μὲν ἀκόντως κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας

    由主句动词 συνέχει(贯穿/统辖)引导的带对格的不定式(A.C.I.)结构。τὰς μὲν ... ἐργαζομένας 为对格主语,ἀκτήτους εἶναι 为不定式谓语。此外,ὡς 结合分词(ὡς πονηρὰς οὔσας)表示主观或宣称的理由(“因为被认为是差劲的”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:374