- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:476
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底确立了主动施加作用与被动承受作用之间的因果对应关系,借此向波洛斯论证,接受正当的惩罚实际上是承受一种合理且有益的公正作用,并以此证明了惩罚的价值。
ΣΩ. ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος1 ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω· μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην2 ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην.σκοπώμεθα δὲ τῇδε· τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς; ΠΩΛ. ἔγωγε. ΣΩ. ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθʼ ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ. ΠΩΛ. ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. σκόπει δὴ καὶ τόδε· ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος; ΠΩΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε· εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι; ΠΩΛ. ἀνάγκη. ΣΩ. καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι; ΠΩΛ. ναί. ΣΩ. τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ;3 ΠΩΛ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι; ΠΩΛ. πῶς γὰρ οὔ; ΣΩ. καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ; ΠΩΛ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι. ΠΩΛ. ναί. ΣΩ. καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει; ΠΩΛ. φαίνεται. ΣΩ. συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν. ΠΩΛ. ἀλλʼ ὁμολογῶ. ΣΩ. τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν; ΠΩΛ. ἀνάγκη, ὦ Σώκρατες, πάσχειν. ΣΩ. οὐκοῦν ὑπό τινος ποιοῦντος; ΠΩΛ. πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος. ΣΩ. ὁ δὲ ὀρθῶς κολάζων δικαίως κολάζει; ΠΩΛ. ναί. ΣΩ. δίκαια ποιῶν ἢ οὔ; ΠΩΛ. δίκαια. ΣΩ. οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει; ΠΩΛ. φαίνεται. ΣΩ. τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται; ΠΩΛ. πάνυ γε. ΣΩ. τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος. ΠΩΛ. ναί.
苏格拉底:那么你看到了吗,波洛斯,当我们把这两种检验相互对照时,它们完全不同?因为除我之外,所有其他人都在向你表示赞同;但对我来说,只要你这一个独一无二的人表示赞同并作证就足够了,我只寻求你一人的表决,而让其他所有人各行其是(不予理会)。那么,这件事情就让我们这样定下来。接下来,让我们考察我们争论的第二个问题:作恶者接受惩罚是否确实是最大的恶,正如你所认为的那样,还是不接受惩罚是更大的恶(不利益),正如我相反所认为的那样。让我们这样来看:对于作恶者而言,“接受惩罚”和“受到公正的惩戒”,你认为这是同一回事吗? 波洛斯:是的。 苏格拉底:那么,你能说并非所有公正的事物在它们公正的限度内都是美的(有价值的)吗?仔细考虑后告诉我。 波洛斯:不,苏格拉底,我认为它们都是美的。 苏格拉底:那么也请考虑这一点:如果某人施加某种作用,是否必然有某物承受这一施加者的作用? 波洛斯:在我看来是如此。 苏格拉底:而且,承受作用者所承受的影响,是否就是施加作用者所施加的作用本身,并且其性质与施加作用者所施加的一致?我的意思是:如果有人打,必然有某物被打吗? 波洛斯:必然。 苏格拉底:如果打人者打得很重或很快,被打者也会以同样的方式被打吗? 波洛斯:是的。 苏格拉底:所以,被打者的承受状态,与打人者所施加的作用是性质相同的吗? 波洛斯:完全如此。 苏格拉底:那么,如果有人烧,也必然有某物被烧吗? 波洛斯:怎么会不呢? 苏格拉底:如果他烧得很厉害或令人痛苦,被烧者也会按照烧人者烧的方式被烧吗? 波洛斯:完全如此。 苏格拉底:那么,如果有人切,也是同样的合理法则吗?因为有某物被切。 波洛斯:是的。 苏格拉底:如果伤口很大、很深或很痛,被切者被切出的伤口性质,也会与切人者所切的方式相同吗? 波洛斯:显然如此。 苏格拉底:总而言之,看你是否同意我刚才对一切事物所说的:施加作用者以何种方式施加,承受作用者就以何种方式承受(并受到影响)。 波洛斯:我同意。 苏格拉底:既然同意了这些,那么“接受惩罚”是承受某种作用,还是施加某种作用? 波洛斯:苏格拉底,必然是承受作用。 苏格拉底:那么,这不就是由某个施加作用者所施加的吗? 波洛斯:怎么会不呢?当然是由惩戒者施加的。 苏格拉底:而正确进行惩戒的人,他的惩戒是公正的吗? 波洛斯:是的。 苏格拉底:他做的是公正的事(能产生合理纠正效果的行为)还是不公正的事? 波洛斯:公正的事。 苏格拉底:那么,受到惩戒并接受惩罚的人,所承受的是公正的事吗? 波洛斯:显然是的。 苏格拉底:而公正的事物,我们不是已经同意它们是美的吗? 波洛斯:完全如此。 苏格拉底:因此,在两者中,一方施加了美(善)的作用,而另一方——即受到惩戒者——则承受了它。 波洛斯:是的。
- 476ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος
现在分词 παραβαλλόμενος 为主格,修饰 ὁ ἔλεγχος。它既可以作定语,也可以作状语(“当一种论证与另一种对照时”),而整个 ὅτι 引导的从句则作为主句动词 ὁρᾷς 的宾语。
- 476aτὸ ἀδικοῦντα διδόναι δίκην
宾格现在分词 ἀδικοῦντα 用作带冠词不定式 τὸ ... διδόναι δίκην 的逻辑主语,体现了作恶这一主动行为的主体正是接受惩罚这一被动行为的承受者。
- 476cτοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ
这是 τοιοῦτον ... οἷον 的关联句式。从句中的 ἄν 与虚拟语气 ποιῇ 相结合,表达了一种普遍的条件,表明受动者所产生的影响完全取决于施动者所施加的作用性质。
