- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:475
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底根据美与丑的定义,论证作恶既然比受恶更丑,就必须在“痛苦”或“恶”上胜出。由于作恶并不更令人痛苦,因此它必然更坏(在恶上胜出),从而迫使波洛斯承认这一结论。
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως; ΠΩΛ. πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ,1 ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν. ΣΩ. οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ; ΠΩΛ. ἀνάγκη. ΣΩ. ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις. ΠΩΛ. πάνυ γε. ΣΩ. καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη; ΠΩΛ. ναί. ΣΩ. φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον; ΠΩΛ. ἔλεγον. ΣΩ. οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη; ΠΩΛ. πῶς γὰρ οὔ; ΣΩ. πρῶτον μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι; ΠΩΛ. οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε. ΣΩ. οὐκ ἄρα λύπῃ γε ὑπερέχει. ΠΩΛ. οὐ δῆτα. ΣΩ. οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι. ΠΩΛ. οὐ φαίνεται. ΣΩ. οὐκοῦν τῷ ἑτέρῳ λείπεται. ΠΩΛ. ναί. ΣΩ. τῷ κακῷ. ΠΩΛ. ἔοικεν. ΣΩ. οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι. ΠΩΛ. δῆλον δὴ ὅτι. ΣΩ. ἄλλο τι οὖν2 ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι; ΠΩΛ. ναί. ΣΩ. νῦν δέ γε κάκιον ἐφάνη. ΠΩΛ. ἔοικε. ΣΩ. δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων3 ἀποκρίνου, καὶ ἢ φάθι ἢ μὴ ἃ ἐρωτῶ. ΠΩΛ. ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες. ΣΩ. ἄλλος δέ τις ἀνθρώπων; ΠΩΛ. οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον. ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν. ΠΩΛ. φαίνεται.
波洛斯:依我之见并非如此。 苏格拉底:那么,知识(学问)的美不也是一样吗? 波洛斯:完全如此。苏格拉底,你现在用快乐和善来定义美,定义得非常好。 苏格拉底:那么,丑不就应该用相反的东西,即痛苦和恶来定义吗? 波洛斯:必然如此。 苏格拉底:那么,当两个美的事物中有一个更美时,它之所以更美,是因为在这两者之一或两者上胜出,也就是说,要么在快乐上,要么在有用性上,要么在两者上胜出? 波洛斯:完全如此。 苏格拉底:反之,当两个丑陋的事物中有一方更丑时,它之所以更丑,要么是在痛苦上,要么是在恶上胜出。这难道不是必然的吗? 波洛斯:是的。 苏格拉底:那么,刚才关于作恶和受恶是怎么说的?你不是说,受恶更坏,而作恶更丑吗? 波洛斯:我是这么说的。 苏格拉底:那么,如果作恶确实比受恶更丑,它要么更令人痛苦,并且因在痛苦上胜出而更丑,要么是在恶上胜出,要么是在两者上胜出?这不也是必然的吗? 波洛斯:怎么会不呢? 苏格拉底:那么,我们首先来考察一下:作恶在痛苦上是否胜过受恶?作恶的人是否比受恶的人感到更痛苦? 波洛斯:绝非如此,苏格拉底,至少这一点绝不是。 苏格拉底:那么,它至少在痛苦上没有超出。 波洛斯:确实没有。 苏格拉底:那么,既然不是在痛苦上,它就不可能再在两者上都胜出了。 波洛斯:看来不是。 苏格拉底:所以,只剩下在另一方上胜出了。 波洛斯:是的。 苏格拉底:在恶上。 波洛斯:似乎是这样。 苏格拉底:因此,既然作恶在恶上胜出,它就会比受恶更坏。 波洛斯:这显然是的。 苏格拉底:那么,此前大多数人和你不是都向我们承认,作恶比受恶更丑吗? 波洛斯:是的。 苏格拉底:但现在它却显现为更坏了。 波洛斯:似乎是这样。 苏格拉底:那么,你宁愿选择更坏、更丑的,而不选程度较轻的吗?波洛斯,不要犹豫去回答;因为你不会受到任何伤害。相反,请高尚地把自己交给论证,就像交给医生一样,回答我的问题,对于我所问的,要么承认,要么否认。 波洛斯:但我不会选择它的,苏格拉底。 苏格拉底:那么其他任何人会选吗? 波洛斯:至少根据这个论证来看,我认为不会。 苏格拉底:那么我刚才说的是真话了:无论是你、我,还是其他任何人,都不会宁愿作恶而不愿受恶;因为作恶确实是更坏的事。 波洛斯:看来确实如此。
- 475aὁρίζῃ
该词虽为中被动语态第二人称单数形式,但在此处作为间接中动语态(具有主动意义),意为“自己着手下定义”或“在自身看来对……作规定”。
- 475dἄλλο τι οὖν
此词源自惯用语 ἄλλο τι ἤ 中连词 ἤ 的省略。在实质上起到了强烈的肯定疑问(相当于拉丁语的 nonne,意为“难道不是……吗”)作用,用于寻求同意。
- 475dπαρέχων
此处省略了反身代词 ἑαυτόν(自己),作不及物使用,意为“将(自己)交付给、呈献给”。分词修饰主语,并与后续的 τῷ λόγῳ ὥσπερ ἰατρῷ(像对待医生那样对待论证)相关联。
