- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:466-467
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底和波洛斯争论修辞学家和僭主在城邦中是否拥有巨大的力量。苏格拉底主张,他们几乎不做自己意志的事,而只做在他们看来最好的事;如果没有理智,这种权力就不是好事,并引入了手段与目的的区分(例如为了健康而服药)。
ΣΩ. ἐὰν μὲν οὖν καὶ ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι,1 ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ. ΠΩΛ. τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική; ΣΩ. κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις; ΠΩΛ. ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες; ΣΩ. ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις; ΠΩΛ. ἐρωτῶ ἔγωγε. ΣΩ. οὐδὲ νομίζεσθαι2 ἔμοιγε δοκοῦσιν. ΠΩΛ. πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν; ΣΩ. οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ. ΠΩΛ. ἀλλὰ μὴν λέγω γε. ΣΩ. ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες. ΠΩΛ. τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς; ΣΩ. νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς. ΠΩΛ. ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ. ΣΩ. εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς; ΠΩΛ. πῶς δύο; ΣΩ. οὐκ ἄρτι οὕτω πως ἔλεγες· ἦ οὐχὶ ἀποκτεινύασιν οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς; ΠΩΛ. ἔγωγε. ΣΩ. λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον· οὐδὲν γὰρ ποιεῖν ὧν βούλονται3 ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι. ΠΩΛ. οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι; ΣΩ. οὔχ, ὥς γέ φησιν Πῶλος. ΠΩΛ. ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε. ΣΩ. μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ. ΠΩΛ. φημὶ γὰρ οὖν. ΣΩ. ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι; ΠΩΛ. οὐκ ἔγωγε.
苏格拉底:那么,如果你在回答时,我也同样不知道该怎么处理,你也可以展开长篇大论;但如果我能处理,就让我使用它吧,因为这是公正的。现在,如果你能对我的这个回答做任何利用,就请利用吧。 波洛斯:那么你说什么?在你看来,修辞学是谄媚吗? 苏格拉底:我说的其实是谄媚的一个部分。但你在这个年纪就记不住了吗,波洛斯?那你以后打算怎么办? 波洛斯:那么,在城邦里,优秀的修辞学家们在你看来,难道是作为无价值的谄媚者而被看待的吗? 苏格拉底:你这是在提一个问题,还是在开始某种论证? 波洛斯:我确实是在提问。 苏格拉底:在我看来,他们甚至根本没有被如此看待。 波洛斯:怎么会不被看待?他们难道不是在城邦中拥有最大的权力吗? 苏格拉底:不,如果你说的“拥有力量”是指对拥有它的人来说是某种好事的话。 波洛斯:但我确实是这么说的。 苏格拉底:那么在我看来,修辞学家在城邦的所有人中拥有最小的力量。 波洛斯:怎么会?难道他们不像僭主那样,杀死任何他们想杀的人,没收财产,并把任何他们认为合适的人驱逐出城邦吗? 苏格拉底:凭犬起誓,波洛斯,对于你所说的每一件事,我实在感到疑惑,究竟是你自己这样主张并发表你自己的意见,还是在问我。 波洛斯:不,我确实是在问你。 苏格拉底:好吧,朋友。那么你是在同时问我两个问题吗? 波洛斯:怎么是两个? 苏格拉底:你刚才不是这样说的吗: “难道修辞学家不是像僭主那样,杀死任何他们想杀的人,没收财产,并将任何他们认为合适的人驱逐出城邦吗?” 波洛斯:是的。 苏格拉底:那么我告诉你,这是两个问题,而且我都会回答。波洛斯,我主张修辞学家和僭主在城邦中拥有的力量都是最小的,正如我刚才所说。因为他们几乎不做任何他们想做的事,然而他们却做任何在他们看来是最好的事。 波洛斯:那么,这不就是拥有巨大的力量吗? 苏格拉底:不是,至少按照波洛斯所说的并非如此。 波洛斯:我说不是吗?不,我确实是这么说的。 苏格拉底:凭着——不,你没有,因为你说过,拥有巨大力量对拥有者来说是一件好事。 波洛斯:我确实是这么说的。 苏格拉底:那么,如果某人在没有理智的情况下,做那些在他看来是最好的事,你认为这是好事吗?并且你把这称为拥有巨大力量吗? 波洛斯:我绝不。
ΣΩ. οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ τέχνην τὴν ῥητορικὴν ἀλλὰ μὴ κολακείαν, ἐμὲ ἐξελέγξας; εἰ δέ με ἐάσεις ἀνέλεγκτον, οἱ ῥήτορες οἱ ποιοῦντες ἐν ταῖς πόλεσιν ἃ δοκεῖ αὐτοῖς καὶ οἱ τύραννοι οὐδὲν ἀγαθὸν τοῦτο κεκτήσονται, ἡ δὲ δύναμίς ἐστιν, ὡς σὺ φῄς, ἀγαθόν, τὸ δὲ ποιεῖν ἄνευ νοῦ ἃ δοκεῖ καὶ σὺ ὁμολογεῖς κακὸν εἶναι· ἢ οὔ; ΠΩΛ. ἔγωγε. ΣΩ. πῶς ἂν οὖν οἱ ῥήτορες μέγα δύναιντο ἢ οἱ τύραννοι ἐν ταῖς πόλεσιν, ἐὰν μὴ Σωκράτης ἐξελεγχθῇ ὑπὸ Πώλου ὅτι ποιοῦσιν ἃ βούλονται; ΠΩΛ. οὗτος ἀνήρ— ΣΩ. οὔ φημι ποιεῖν αὐτοὺς ἃ βούλονται· ἀλλά μʼ ἔλεγχε. ΠΩΛ. οὐκ ἄρτι ὡμολόγεις ποιεῖν ἃ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι; ΣΩ. καὶ γὰρ νῦν ὁμολογῶ. ΠΩΛ. οὐκ οὖν ποιοῦσιν ἃ βούλονται; ΣΩ. οὔ φημι. ΠΩΛ. ποιοῦντες ἃ δοκεῖ αὐτοῖς; ΣΩ. φημί. ΠΩΛ. σχέτλιά γε λέγεις καὶ ὑπερφυῆ, ὦ Σώκρατες. ΣΩ. μὴ κακηγόρει, ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ·4 ἀλλʼ εἰ μὲν ἔχεις ἐμὲ ἐρωτᾶν, ἐπίδειξον ὅτι ψεύδομαι, εἰ δὲ μή, αὐτὸς ἀποκρίνου. ΠΩΛ. ἀλλʼ ἐθέλω ἀποκρίνεσθαι, ἵνα καὶ εἰδῶ ὅτι λέγεις. ΣΩ. πότερον οὖν σοι δοκοῦσιν οἱ ἄνθρωποι τοῦτο βούλεσθαι ὃ ἂν πράττωσιν ἑκάστοτε, ἢ ἐκεῖνο οὗ ἕνεκα πράττουσιν τοῦθʼ ὃ πράττουσιν; οἷον οἱ τὰ φάρμακα πίνοντες παρὰ τῶν ἰατρῶν πότερόν σοι δοκοῦσιν τοῦτο βούλεσθαι ὅπερ ποιοῦσιν, πίνειν τὸ φάρμακον καὶ ἀλγεῖν, ἢ ἐκεῖνο, τὸ ὑγιαίνειν, οὗ ἕνεκα πίνουσιν; ΠΩΛ. δῆλον ὅτι τὸ ὑγιαίνειν. ΣΩ. οὐκοῦν καὶ οἱ πλέοντές τε καὶ τὸν ἄλλον χρηματισμὸν χρηματιζόμενοι οὐ τοῦτό ἐστιν ὃ βούλονται, ὃ ποιοῦσιν ἑκάστοτε (τίς γὰρ βούλεται πλεῖν τε καὶ κινδυνεύειν καὶ πράγματʼ ἔχειν;) ἀλλʼ ἐκεῖνο οἶμαι οὗ ἕνεκα πλέουσιν, πλουτεῖν· πλούτου γὰρ ἕνεκα πλέουσιν. ΠΩΛ. πάνυ γε. ΣΩ. ἄλλο τι οὖν οὕτω καὶ περὶ πάντων; ἐάν τίς τι πράττῃ ἕνεκά του, οὐ τοῦτο βούλεται ὃ πράττει, ἀλλʼ ἐκεῖνο οὗ ἕνεκα πράττει; ΠΩΛ. ναί. ΣΩ. ἆρʼ οὖν ἔστιν τι τῶν ὄντων ὃ οὐχὶ ἤτοι ἀγαθόν γʼ ἐστὶν ἢ κακὸν ἢ μεταξὺ τούτων, οὔτε ἀγαθὸν οὔτε κακόν; ΠΩΛ. πολλὴ ἀνάγκη, ὦ Σώκρατες. ΣΩ. οὐκοῦν λέγεις εἶναι ἀγαθὸν μὲν σοφίαν τε καὶ ὑγίειαν καὶ πλοῦτον καὶ τἆλλα τὰ τοιαῦτα, κακὰ δὲ τἀναντία τούτων; ΠΩΛ. ἔγωγε.
苏格拉底:那么,你难道不应该通过反驳我,来证明修辞学家拥有理智,并且修辞学是一门技术而不是谄媚吗?但如果你任由我未被反驳,那么在城邦中做他们认为合适的事情的修辞学家和僭主们,将无法以此获得任何好处,虽然如你所说,力量是一件好事,而在没有理智的情况下做自己认为合适的事,正如你也同意的,是一件坏事。难道不是吗? 波洛斯:我承认是这样。 苏格拉底:那么,除非苏格拉底被波洛斯反驳,证明他们是在做他们所想做的事,否则修辞学家或僭主怎么可能在城邦中拥有巨大的力量呢? 波洛斯:这个人真是——苏格拉底:我是说他们不做他们所想做的事。反驳我吧! 波洛斯:你刚才不是同意了他们做在他们看来是最好的事吗? 苏格拉底:是的,我现在依然同意。 波洛斯:那么他们难道不是在做他们所想做的事吗? 苏格拉底:我说不是。 波洛斯:在做他们认为合适的事的同时? 苏格拉底:我说是的。 波洛斯:苏格拉底,你说的是些可怕而又不可思议的话! 苏格拉底:不要口出恶言,我最优秀的波洛斯,好让我用你的风格来称呼你。但是如果你能问我问题,就证明我撒了谎;如果不能,就请你自己回答。 波洛斯:不,我愿意回答,也是为了能搞清楚你到底在说什么。 苏格拉底:那么,你认为人们每次做某事时,是想要他们所做的那件事本身,还是想要他们为了它而做那件事的目的呢?例如,那些服用医生开的药的人,在你看来,是想要他们正在做的事,即服药并承受痛苦,还是想要另一件事,即保持健康——他们为了它才服药呢? 波洛斯:显然是保持健康。 苏格拉底:那么,那些航海和从事其他发财活动的人,他们所想要的也不是他们每次正在做的事(因为谁会想要航海、冒险和自找麻烦呢?),而是我认为,他们想要他们航海的目的,即变得富有;因为他们是为了财富而航海。 波洛斯:非常对。 苏格拉底:那么,对于所有事情难道不也是这样吗?如果有人为了某事而做某事,他想要的不是他所做的事本身,而是他为之做这件事的目的? 波洛斯:是的。 苏格拉底:那么,在存在的所有事物中,难道有哪一样不是要么是好的,要么是坏的,要么是在它们之间、既不坏也不好的中间物吗? 波洛斯:这必然是不可避免的,苏格拉底。 苏格拉底:那么你认为智慧、健康、财富以及其他类似的事物是好的,而它们的相反物是坏的吗? 波洛斯:我确实是这样认为。
- 466aὅτι χρήσωμαι
这里的虚拟语气 χρήσωμαι 是熟虑虚拟语气(deliberative subjunctive),在由 ὅτι(等同于疑问代词 ὅ τι)引入的间接疑问句中,意思是“我该如何处理它”。
- 466bοὐδὲ νομίζεσθαι
动词不定式 νομίζεσθαι 呼应前文波洛斯话中的 φαῦλοι νομίζεσθαι。小词 οὐδέ 表示“甚至不”,意为“在我看来,他们甚至根本没有被看作[任何东西]/没有被重视”。
- 466eὧν βούλονται
关系代词 ὧν 是由宾格 表达的 ἃ 受先行词(这里省略)影响而吸引(attraction)为属格。苏格拉底在这里严格区分了 βούλομαι(意志、渴望真正的善)与 δοκεῖ(看起来最好、主观认为的善)。
- 467cκατὰ σέ
短语 κατὰ σέ 意为“按照你的方式”或“以你的风格”。苏格拉底带着温和的讽刺(irony),指代波洛斯所喜好的修辞性和华丽的说话风格。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(4 处,最近 2026-10-15)
- 2026-10-15 读者报告(校订者修正) — 原文 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
