- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:217
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底说明了既非善也非恶的东西由于恶的存在而成为善的友,并通过病中的身体与医术的关系,以及头发染白与因衰老变白的比喻来阐释这一观点。
τῷ ἀγαθῷ ἄρα τὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον1 συμβαίνει γίγνεσθαι φίλον.— ἀνάγκη, ὡς ἔοικεν. ἆρʼ οὖν καὶ καλῶς, ἦν δʼ ἐγώ, ὦ παῖδες, ὑφηγεῖται ἡμῖν τὸ νῦν λεγόμενον; εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας· ἱκανῶς γὰρ ἔχει, ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν. ἦ γάρ;— οὐδείς. —ἀλλʼ ὁ κάμνων οἶμαι διὰ τὴν νόσον.— πῶς γὰρ οὔ; —νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν.— ναί. —σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν οὔτε κακόν.— οὕτως. —ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν.— δοκεῖ μοι. —τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ παρουσίαν.— ἔοικεν. —δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει.2 οὐ γὰρ δή γε κακὸν γεγονὸς ἔτι ἄν τι τοῦ ἀγαθοῦ ἐπιθυμοῖ καὶ φίλον εἴη· ἀδύνατον γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι.— ἀδύνατον γάρ. —σκέψασθε δὴ ὃ λέγω. λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν ᾖ τὸ παρόν,3 τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ. ὥσπερ εἰ ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν ἀλεῖψαι, πάρεστίν που τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν.— πάνυ γε. —ἆρʼ οὖν καὶ ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν; — οὐ μανθάνω, ἦ δʼ ὅς.—ἀλλʼ ὧδε, ἦν δʼ ἐγώ. εἴ τίς σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον τότε λευκαὶ εἶεν ἢ φαίνοιντʼ ἄν;— φαίνοιντʼ ἄν, ἦ δʼ ὅς.—καὶ μὴν παρείη γʼ ἂν αὐταῖς λευκότης.— ναί. —ἀλλʼ ὅμως οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκότητος4 οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν.— ἀληθῆ. —ἀλλʼ ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ λευκαί.— πῶς γὰρ οὔ; —τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἢ ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ;— οὕτω μᾶλλον, ἔφη.—καὶ τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δʼ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν.— πάνυ γε. —οὐκοῦν ὅταν μήπω κακὸν ᾖ κακοῦ παρόντος, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπιθυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ.
因此,只有对善者而言,那既非善也非恶的东西才成了它唯一的友。— “看来是必须的。” “那么,孩子们,”我说道,“我们现在所说的,是否能很好地引导我们呢?例如,如果我们想一想健康的身体,它根本不需要医术或帮助;因为它已经足够了,所以没有一个健康的人会因为健康而成为医生的朋友。难道不是吗?”— “没有。” —“但我认为,生病的人是因为疾病而成为朋友的。”— “怎么会不呢?” —“疾病确实是恶,而医术是有益且善的。”— “是的。” —“而身体,想必就其为身体而言,既非善也非恶。”— “正是这样。” —“但是,身体因为疾病,被迫去欢迎和喜爱医术。”— “我觉得是这样。” —“因此,既非恶也非善的东西,由于恶的存在,成了善的朋友。”— “看来是这样。” —“而且显然,是在它自身因其所拥有的恶而变得邪恶之前。因为一旦它变得邪恶,肯定就再也不会渴望善,也不会成为善的朋友了;因为我们说过,恶不可能成为善的朋友。”— “确实是不可能的。” —“那么考虑一下我所说的。因为我是说,有些东西,无论其存在者是什么,它们自身也变得像它一样,而有些东西则不然。就像如果有人想用任何一种颜料涂抹某物,那被涂抹之物上,想必就存在着被涂上去的东西。”— “当然。” —“那么在那个时候,被涂抹之物在颜色上也会变得和涂在其上的东西一样吗?”— “我不明白,”他说。—“而是这样,”我说道。“如果有人在你金黄色的头发上涂上白铅,那么它那时是真的变白了,还是只是显得白?”— “显得白,”他说。—“然而,白确实存在于它们之中。”— “是的。” —“但尽管如此,它们却一点也没有因此变得更白,而是尽管白存在着,它们既不是白的,也不是黑的。”— “确实如此。” —“但是,我的朋友,当衰老给它们带来这完全相同的颜色时,那时它们就变得和存在者一样,因为白的出现而变白了。”— “怎么会不呢?” —“这就是我刚才问的问题:凡是存在某物的东西,是不是其拥有者都会变得像那存在者一样;或者说,如果以某种方式存在,它就会变,而如果不以那种方式,就不会?”— “更应该是后一种方式,”他说。—“因此,既非恶也非善的东西,在恶存在时,有时还不是恶,但有时它已经变成了恶。”— “当然。” —“因此,当恶存在而它还不是恶时,这种存在方式会使它渴望善;但使它变恶的那种存在方式,则同时剥夺了它的渴望以及对善的友谊。”
- 217aμόνῳ μόνον
与格 μόνῳ(修饰 τῷ ἀγαθῷ)与主格 μόνον(修饰 τὸ μήτε ἀγαθὸν μήτε κακόν)紧密并置,强意地表达了“唯有对善者而言,唯有既非善也非恶之物”的双重限定关系。
- 217bπρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει
在 πρὶν 搭配不定式(γενέσθαι)的结构中,αὐτό 是其逻辑主语的宾格形式。关系代词 οὗ 本应作为宾格直接宾语 ὅ,但受其先行词 τοῦ κακοῦ 的影响而变为了属格(关系代词的属格吸引)。
- 217cοἷον ἂν ᾖ τὸ παρόν
此关系从句带有条件小词 ἂν 和虚拟语气 ᾖ,表示普遍或假设性的条件:“无论现存之物(附着之物)是什么”。
- 217dπαρούσης λευκότητος
使用现在分词 παρούσης 的属格独立(genitive absolute)结构,在此处表示让步(“尽管白存在着”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(14 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 14 处
