- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底通过展示矛盾(如敌意与友谊、正义与非正义等)驳斥了对立者为友的观点,并提出了一个新的假说,即那既非善也非恶的东西是善的朋友。
τροφὴν γὰρ εἶναι1 τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου οὐδὲν ἂν ἀπολαῦσαι. καὶ μέντοι, ὦ ἑταῖρε, καὶ κομψὸς ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν. ὑμῖν δέ, ἦν δʼ ἐγώ, πῶς δοκεῖ λέγειν;— εὖ γε, ἔφη ὁ Μενέξενος, ὥς γε οὑτωσὶ ἀκοῦσαι.2 —φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μάλιστα φίλον εἶναι;— πάνυ γε. —εἶεν, ἦν δʼ ἐγώ· οὐκ ἀλλόκοτον, ὦ Μενέξενε; καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ; οἷς τί ἀποκρινούμεθα; ἢ οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν;— ἀνάγκη. —ἆρʼ οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον ἢ τὸ φίλον τῷ ἐχθρῷ;— οὐδέτερα, ἔφη.—ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, ἢ τὸ σῶφρον τῷ ἀκολάστῳ, ἢ τὸ ἀγαθὸν τῷ κακῷ;— οὐκ ἄν μοι δοκεῖ οὕτως ἔχειν. —ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἴπερ γε κατὰ τὴν ἐναντιότητά τί τῳ φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα φίλα εἶναι.— ἀνάγκη. —οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον.— οὐκ ἔοικεν. ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει3 τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.4— πῶς, ἦ δʼ ὅς, λέγεις; —ἀλλὰ μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπορίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν φίλον εἶναι. ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ· διὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε τοιοῦτον ὄν. λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δʼ οὐκ οἴει;— ἔγωγε. —λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν· πρὸς ἃ δὲ λέγων μαντεύομαι, ἄκουσον. δοκεῖ μοι ὡσπερεὶ τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δʼ οὔτʼ ἀγαθὸν οὔτε κακόν· τί δὲ σοί;— καὶ ἐμοί, ἔφη.—καὶ οὔτε τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ κακῷ φίλον εἶναι, ὥσπερ οὐδʼ ὁ ἔμπροσθεν λόγος ἐᾷ· λείπεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον εἶναι ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ τοιούτου οἷον αὐτό ἐστιν. οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο.— ἀληθῆ. —οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· ἦ γάρ;— ναί. —οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ τοιοῦτον φίλον οἷον αὐτό.— οὐ φαίνεται. —
因为相反者是相反者的滋养;而相似者从相似者那里得不到任何益处。而且,朋友,他说这些话时显得十分巧妙,因为他说得很好。但在你们看来,”我说道,“他说的怎么样?”— “很好,”梅内克塞诺斯说,“至少这样听起来是如此。” —“那么,我们要不要说,相反者对相反者而言是最亲密的朋友?”— “当然。” —“行了,”我说道,“但这难道不奇怪吗,梅内克塞诺斯?那些无所不知的人,即论辩家们,会立刻兴高采烈地向我们扑过来,并询问:敌意难道不是友谊最极端的相反物吗?对此我们该怎么回答?难道我们不是必须承认他们说的是真话吗?”— “必须承认。” —“那么,”他们会问,“敌人是朋友的朋友,还是朋友是敌人的朋友?”— “两者都不是,”他说。—“那么,是正义者是邪恶者的朋友,还是节制者是放荡者的朋友,或者是善人是恶人的朋友?”— “我觉得不会是这样。” —“但是,”我说道,“如果由于对立性,某物成了某物的朋友,那么这些也必须成为朋友。”— “必然如此。” —“那么,既不是相似者是相似者的朋友,也不是相反者是相反者的朋友。”— “看来不是。” “我们还要进一步考虑这件事,真正的朋友会不会更不在这些之中,而是那既非善也非恶的东西在某种情况下成了善的朋友?”— “你是怎么,”他问,“说的?” —“但凭着宙斯发誓,”我说道,“我也不知道,但实际上,我自己也因论证的困境而感到头晕目眩,似乎正如古老的谚语所说,美者即是友。它至少看起来像某种柔软、光滑、润泽的东西;因此,或许它很容易就溜走并避开我们,因为它就是这样的本性。因为我说善就是美,难道你不这样认为吗?”— “我认为是。” —“那么,凭着直觉,我说那既非善也非恶的东西,是美且善的友。至于我是凭着什么说出这个预言的,请听一听。在我看来,似乎有三种类型:善、恶,以及既非善也非恶。你觉得呢?”— “我也这么认为,”他说。—“而且,善不是善的朋友,恶不是恶的朋友,善也不是恶的朋友,正如我们之前的讨论所不容许的那样。那么,如果真的有什么东西成了什么东西的朋友,剩下的就只有那既非善也非恶的东西成为善的朋友,或者成为与自己相同的东西的朋友了。因为任何东西肯定都无法成为恶的朋友。”— “对。” —“然而,我们刚才说过,相似者不是相似者的朋友,对吧?”— “是的。” —“那么,那既非善也非恶的东西,其朋友不会是与它自身相同的东西。”— “看来不是。” —
- 216τροφὴν γὰρ εἶναι
间接叙述中的不定式,延续了前一节(§215e)中由 λέγων 引导的结构,意思是“因为(他说)相反者是……”。
- 216aὥς γε οὑτωσὶ ἀκοῦσαι
限制性或绝对用法的不定式结构(ὡς ἀκοῦσαι),意思是“至少这样听起来”或“初听之下”。
- 216cμὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει
在 σκεψώμεθα 之后由 μή 引导的表示疑虑或审视的从句,使用直陈式现在时 λανθάνει,表达对当前事实的怀疑(“我们是否忽略了……”)。
- 216cφίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ
分词 γιγνόμενον 作为动词 λανθάνει 的补充分词,构成 λανθάνω + 分词的结构,表示“在不知不觉中成为……”或“它成为……而我们未曾察觉”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(8 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 8 处
