- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:205-206
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底指出,希波塔勒斯的诗歌只会让吕西斯变得更加傲慢,从而更难追求。为了向他展示如何与年轻人交谈,苏格拉底与克特西普斯一同进入了摔跤场。
εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες· καί μοι ἴθι ἐπίδειξαι ἃ καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν. τούτων δέ τι, ἔφη, σταθμᾷ,1 ὦ Σώκρατες, ὧν ὅδε λέγει; πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν. οὐχ ὑγιαίνει, ἔφη ὁ Κτήσιππος, ἀλλὰ ληρεῖ τε καὶ μαίνεται. καὶ ἐγὼ εἶπον· ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά. ὅδε δήπου σοι, ἔφη, ἐρεῖ· ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται. νὴ τοὺς θεούς, ἔφη ὁ Κτήσιππος, πάνυ γε. καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες. τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον μὲν μηδὲν ἔχειν λέγειν2 ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον; ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα. τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν ὑποδέξαιτο3 τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες· ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι. καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον; ἀλλʼ οὐκ εἰς ἐμαυτόν, ἔφη, ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω. οὐκ οἴει γε, ἦν δʼ ἐγώ. τὸ δὲ πῶς ἔχει; ἔφη. πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.
“好吧,”我说,“希波塔勒斯,你在各方面发现的这份爱情是多么高尚而有朝气啊!来,把你给这几个人展现的东西也展示给我看看,好让我知道,你是否懂得一个爱者对心爱的人、不管是当着他的面还是对别人,应该说些什么。” “苏格拉底啊,”他说,“这家伙说的这些话,你还真当真吗?” “怎么,”我说,“难道连这家伙说你正在恋爱,你也否认吗?” “那倒没有,”他说,“但我否认曾为心爱的人写诗或作文章。” “他脑子不正常,”克特西普斯说,“而是在胡言乱语,简直疯了。” 于是我说道:“希波塔勒斯,我一点也不需要听你的诗律,或者你为那个年轻人写的歌,我想听的是你的心思,好让我知道你用什么方式去接近你心爱的人。” “这家伙想必会,”他说,“告诉你。因为他很清楚且记得很牢,如果真如他所说,他总是听我唠叨,耳朵都听出茧子来了。” “凭诸神起誓,”克特西普斯说,“确实如此。而且,苏格拉底啊,这简直滑稽透顶。一个情人,比别人都更关注这个孩子,却除小孩子都能说出来的话以外,连一点自己特有的东西都说不出——这难道不滑稽吗?全城人都在传唱的关于德莫克拉特斯、关于这孩子的祖父吕西斯以及他们所有祖先的事迹——他们的财富、养马,还有在皮托、地峡、尼梅亚用四马战车和单马获得的胜利——他就把这些写成诗、说出来,此外还有比这些更古板陈旧的事。前几天他还在一首诗里向我们讲述接待赫拉克勒斯的故事,说由于与赫拉克勒斯的亲戚关系,他们的祖先接待了赫拉克勒斯。而这位祖先自己就是宙斯和该区建立者之女的后代——这些都是老太婆们传唱的胡言乱语,还有许多其他类似的事,苏格拉底。他就是通过述说和吟唱这些东西,来强迫我们去听的。” 我听后便说:“滑稽的希波塔勒斯啊,你还没获胜,就为自己作诗并吟唱赞歌了吗?” “但我并不是为我自己,”他说,“苏格拉底,无论是作诗还是唱歌。” “至少你自以为不是。”我说。 “那又是怎么回事呢?”他问。“最主要的是,”我说,“这些歌全是指向你自己的。”
ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες· ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος καταγέλαστος εἶναι. ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται. καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας· ἢ οὐκ οἴει; ἔγωγε, ἔφη. οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται; εἰκός γε. ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ; δῆλον ὅτι φαῦλος. καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία· ἦ γάρ; δοκεῖ μοι. σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν· καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν4 ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ. οὐ μὰ τὸν Δία, ἔφη· πολλὴ γὰρ ἂν ἀλογία εἴη. ἀλλὰ διὰ ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο. οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν· ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε. ἀλλʼ οὐδέν, ἔφη, χαλεπόν. ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι. εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον· Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει. καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός. ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν. καὶ ἅμα λαβὼν τὸν Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν. εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας. οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.
“因为,如果你赢得了这样一个心爱的人,那么所说和所唱的一切都会成为你的荣耀,并且真正成为像对获胜者那样的赞歌,因为你得到了这样一个心爱的人。但如果他从你身边溜走了,那么你对心爱的人赞美得越厉害,你就越会显得失去了巨大而美好的东西,从而显得滑稽可笑。因此,朋友啊,任何在情事上聪明的人,在赢得心爱的人之前都不会赞美他,因为害怕未来的结局会如何。同时,俊美的人一听到别人赞美和抬高他们,就会充满傲慢和自满。难道你不这么认为吗?” “确实如此,”他说。 “那么,他们越是自满,就越难捕获,不是吗?” “的确如此。” “那么,如果在打猎时惊扰猎物,使其更难捕获,你认为这会是怎样的一个猎人?” “显而易见是个拙劣的猎人。” “事实上,用言语和歌声不仅没有迷住对方,反而激怒了对方,这简直是极大的粗野,难道不是吗?” “我看是这样。” “那么,希波塔勒斯,你可要当心,别因为你的诗歌而让自己落入所有这些指责之中。不过,我想你是不愿意承认一个因写诗而伤害自己的人是一个优秀的诗人的,既然他对自身是有害的。” “凭宙斯起誓,绝不承认,”他说,“因为那将是极大的荒谬。但是,正是因为这些,苏格拉底,我才向你倾诉。如果你还有什么别的建议,请指教,一个人应该进行怎样的交谈,或者做些什么,才能让自己受到心爱的人的喜爱。” “这可不容易说清楚,”我说,“但如果你愿意促使他来与我交谈,也许我就能向你展示,应该对他说些什么,以代替这些人说你正在说和唱的那些东西。” “但这并不,”他说,“难。因为如果你和这边的克特西普斯一起进去,坐下来交谈,我想他自己就会走上前来。因为苏格拉底,他特别喜欢听讲,而且,因为他们正在庆祝赫耳墨斯节,青年和孩子们都混在一起。所以他一定会向你走来。即使不这样,他也因为克特西普斯的表弟梅内克塞努斯而与克特西普斯很熟。因为他恰好最是梅内克塞努斯的密友。所以如果他自己不走过来,就让克特西普斯叫他吧。” “就这么办,”我说。同时,我带着克特西普斯走向摔跤场,其他人则跟在我们后面。我们进去后,发现孩子们已经在那里献完了祭,关于祭牲的仪式也差不多完成了,大家正穿戴整齐,玩着掷骰子的游戏。大多数人在外面的庭院里玩耍,而有些人则在更衣室的一个角落里,用从一些小篮子里拿出的极多骰子,玩着“奇偶数”游戏。其他一些人围在他们身边观看。
- 205aσταθμᾷ
契约动词 σταθμάομαι(重视、评价)的第二人称单数现在中/被动语态直陈式缩略形。关系代名词 ὧν 受先行词 τούτων 属格的影响而产生格吸引(attraction)。
- 205bτὸ γὰρ ἐραστὴν ὄντα ... ἴδιον μὲν μηδὲν ἔχειν λέγειν
带冠词的不定式短语 τὸ ... ἔχειν 在句中作主语。对格分词短语 ἐραστὴν ὄντα ... προσέχοντα(作为一个爱者……并且倾注心思的人)作该不定式的逻辑主语。
- 205dὑποδέξαιτο
由于主句动词为过去时(διῄει),因此在从句(ὡς 节)中使用了斜格祈愿法(optative of oblique narration)。这表明说话者是在将此作为他人的主张或传闻来叙述。
- 206bοὐκ ἄν σε ἐθέλειν
由主句的 οἶμαι(我认为)所引导的对格不定式结构(对格主语为 σε)。不定式 ἐθέλειν 与语气词 ἄν 结合,表示相当于潜在祈愿法的条件性意义(“你大概不会愿意”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
