- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:203-204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底在从学园前往吕克昂的途中遇到一群青年,并被邀请至一家新建的摔跤场。在那里,苏格拉底发现希波塔勒斯正热烈地爱慕着一位名叫吕西斯的少年。
ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ1 Λυκείου τὴν ἔξω τείχους ὑπʼ αὐτὸ τὸ τεῖχος· ἐπειδὴ δʼ ἐγενόμην κατὰ τὴν πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι. καί με προσιόντα ὁ Ἱπποθάλης ἰδών, ὦ Σώκρατες, ἔφη, ποῖ δὴ πορεύῃ καὶ πόθεν; ἐξ Ἀκαδημείας, ἦν δʼ ἐγώ, πορεύομαι εὐθὺ Λυκείου. δεῦρο δή, ἦ δʼ ὅς, εὐθὺ ἡμῶν. οὐ παραβάλλεις; ἄξιον μέντοι. ποῖ, ἔφην ἐγώ, λέγεις, καὶ παρὰ τίνας τοὺς ὑμᾶς; δεῦρο, ἔφη, δείξας μοι ἐν τῷ καταντικρὺ τοῦ τείχους περίβολόν τέ τινα καὶ θύραν ἀνεῳγμένην. διατρίβομεν δέ, ἦ δʼ ὅς, αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.
我正从学园直接前往吕克昂,走的是城墙外的路,紧贴着城墙根。当我走到帕诺普斯神泉所在的小门旁时,在那里碰巧遇到了希罗尼穆斯之子希波塔勒斯、派阿尼亚区的克特西普斯,以及和他们在一起聚成一团的其他青年。希波塔勒斯看见我走过来,便说: “苏格拉底啊, 他说, 你这是要去哪里,又是从哪里来?” “我从学园来,”我说,“正直接前往吕克昂。” “到这里来吧,”他说,“直接到我们这里来。你不过来吗?这真的很值得。” “到哪里去?”我说,“你说的‘你们’是指谁?” “到这里,”他说,并向我指了指城墙对面的一处围墙和一扇敞开的门。 “我们, 他说, 自己以及其他许多非常俊美的人,都在那里消磨时光。”
ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή; παλαίστρα, ἔφη, νεωστὶ ᾠκοδομημένη· ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν. καλῶς γε, ἦν δʼ ἐγώ, ποιοῦντες·2 διδάσκει δὲ τίς αὐτόθι; σὸς ἑταῖρός γε, ἦ δʼ ὅς, καὶ ἐπαινέτης, Μίκκος. μὰ Δία, ἦν δʼ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλʼ ἱκανὸς σοφιστής. βούλει οὖν ἕπεσθαι, ἔφη, ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι; πρῶτον ἡδέως ἀκούσαιμʼ ἂν ἐπὶ τῷ3 καὶ εἴσειμι καὶ τίς ὁ καλός. ἄλλος, ἔφη, ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες. σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες; τοῦτό μοι εἰπέ. καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν. καὶ ἐγὼ εἶπον· ὦ παῖ Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του εἴτε μή· οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ πορευόμενος τοῦ ἔρωτος.4 εἰμὶ δʼ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος καὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ τʼ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον. καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν Κτήσιππος, Ἀστεῖόν γε, ἦ δʼ ὅς, ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες, καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δʼ οὗτος καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντος. ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ ὦτα καὶ ἐμπέπληκε Λύσιδος· ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα ἀκούειν. καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ πάνυ τι δεινά ἐστιν, ἀλλʼ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπιχειρήσῃ καταντλεῖν καὶ συγγράμματα. καὶ ὅ ἐστιν τούτων δεινότερον, ὅτι καὶ ᾁδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι. νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ ἐρυθριᾷ. ἔστιν δέ, ἦν δʼ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαίρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων. οὐ γὰρ πάνυ, ἔφη, τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλʼ ἔτι πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώσκεσθαι αὐτοῦ. ἐπεὶ εὖ οἶδʼ ὅτι πολλοῦ δεῖς5 τὸ εἶδος ἀγνοεῖν τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι. λεγέσθω, ἦν δʼ ἐγώ, οὗτινος ἔστιν. Δημοκράτους, ἔφη, τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.
“这究竟是什么地方,你们在那里消磨时光的方式又是什么?” “是一家摔跤场,”他说,“新建成的。我们的活动大多是进行谈话,我们很乐意让你分享这些谈话。” “你们真是太好了,”我说,“那是谁在那里授课呢?” “是你的同伴,”他说,“也是你的崇拜者,米科斯。” “凭宙斯起誓,”我说,“那可不是个普通人,而是一位有能力的智者。” “那么你愿意跟我们来, 他说, 好见见在那里的那些人吗?” “首先,我很乐意听听进去的条件是什么,以及谁是那个俊美的人。” “苏格拉底,”他说,“我们每个人都有不同的看法。” “但对你来说,希波塔勒斯,那人是谁?告诉我这个。”他被问到时,脸红了。于是我说:“希罗尼穆斯之子希波塔勒斯啊,这件事你不用再说了,不管你是不是在恋爱中。因为我知道你不仅恋爱了,而且在爱河中已经陷得很深了。我虽然在其他方面平庸且无用,但不知怎的,神赐予了我这种能力,能很快辨认出爱者和被爱者。”他听了这话,脸红得更厉害了。于是克特西普斯说: “这真有趣, 他说, 你竟然脸红了,希波塔勒斯,还不好意思把名字告诉苏格拉底。但如果他和你相处哪怕一小会儿,他就会因为经常听你唠叨而被折磨得筋疲力尽。苏格拉底啊,他已经震聋了我们的耳朵,让我们满耳都是‘吕西斯’。要是他再喝点酒,我们甚至连从睡梦中醒来,都会以为听到了‘吕西斯’的名字。他用散文所讲的那些可怕的事,其实还算不上太可怕;但当他企图用他的诗歌和作品来向我们倾泻时,那才可怕。而比这些更可怕的是,他还用那奇妙的歌喉向心爱的人唱歌,我们听着还必须忍受。现在被你一问,他倒脸红了。” “看来吕西斯是个很年轻的人,”我说,“因为我听到这个名字时,并不知道是谁。” “确实,”他说,“人们不怎么叫他自己的名字,而是仍然用他父亲的名字来称呼他,因为他的父亲非常有名。不过我很清楚,你绝不可能不知道这孩子的长相,因为光凭长相就足以认出他了。” “那么请告诉我,”我说,“他是谁的儿子。” “德莫克拉特斯,”他说,“埃克索内区的,他的长子。”
- 203aεὐθὺ
单词 εὐθύ 支配属格 Lykeiou,具有类似介词的“径直前往”之意。这与普通副词 εὐθύς 不同,专门用于表示方向。
- 204aκαλῶς γε ... ποιοῦντες
这是一种省略了主动词的分词短语惯用表达,意为“你们真是太好了”或“这么做真是太感激了”。
- 204bἐπὶ τῷ
介词 ἐπί 支配疑问代词与格 τῷ(= τίνι),表示“在……的条件下”或“以……为前提”。
- 204bπόρρω ... τοῦ ἔρωτος
副词 πόρρω 支配属格 τοῦ ἔρωτος,表示“在爱河中陷得很深”。分词 πορευόμενος 与 be 动词 εἶ 结合,形成表示持续状态的迂言式表达。
- 204eπολλοῦ δεῖς
这是非人称句式 πολλοῦ δεῖ(差得远、决不)的第二人称变体,后接不定式 ἀγνοεῖν,表示强烈的否定或确信:“你绝不可能不知道这孩子的长相”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-07-08 读者报告(校订者修正) — 原文 1 处
