- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:134-135
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底论证说,幸福并非通过外在的繁荣而是通过灵魂的美德来获得的,治理城邦者自身必须具备正义和节制。阿尔基比亚德深受说服,决定跟随苏格拉底,对话在通过鹳鸟比喻幽默地探讨两人角色互换中落下帷幕。
ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε εἴσεται ὅτι πράττει. ΑΛ. οὐ γὰρ οὖν. ΣΩ. ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται; ΑΛ. πάνυ γε. ΣΩ. ἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. κακῶς δὲ πράττων οὐκ ἄθλιος; ΑΛ. σφόδρα γε. ΣΩ. τί δʼ οἷς1 οὗτος πράττει; ΑΛ. καὶ οὗτοι. ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι. ΑΛ. οὐχ οἷόν τε. ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι. ΑΛ. σφόδρα γε. ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας. ΑΛ. φαίνεται. ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς. ΑΛ. οὐ μέντοι. ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον2 τοῖς πολίταις. ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι; ΑΛ. καὶ πῶς; ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην. ΑΛ. φαίνεται. ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε. ΑΛ. εἰκός γε. ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε. ΑΛ. φαίνεται. ΣΩ. ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε. ΑΛ. ναί. ΣΩ. οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε; ΑΛ. ναί. ΣΩ. ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν. ΑΛ. ἀσφαλὴς γὰρ εἶ ἐγγυητής. ΣΩ. ἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς. ΑΛ. ἔοικεν.
阿尔基比亚德:确实不能。 苏格拉底:而且他也绝不会知道自己正在做什么。 阿尔基比亚德:确实如此。 苏格拉底:而不知道的人,难道不会犯错吗? 阿尔基比亚德:完全如此。 苏格拉底:而犯错的人,在个人和公事上不都会行事糟糕吗? 阿尔基比亚德:怎么会不呢? 苏格拉底:而行事糟糕的人,难道不可怜吗? 阿尔基比亚德:确实非常可怜。 苏格拉底:那么,受他行为影响的人又如何呢? 阿尔基比亚德:他们也一样。 苏格拉底:因此,人若不节制且不善良,就不可能获得幸福。 阿尔基比亚德:不可能。 苏格拉底:因此,人类中的恶人是痛苦悲惨的。 阿尔基比亚德:确实非常悲惨。 苏格拉底:因此,甚至连富有的人也不能免于悲惨,唯有节制的人才能免除。 阿尔基比亚德:看来是这样。 苏格拉底:因此,阿尔基比亚德,城邦如果要获得幸福,在没有美德的情况下,既不需要城墙,也不需要三段桨战船,不需要造船厂,也不需要人口众多或疆域辽阔。 阿尔基比亚德:确实不需要。 苏格拉底:那么,如果你要正确且美好地治理城邦的事物,你就必须向公民们分享美德。 阿尔基比亚德:怎么能不呢? 苏格拉底:但是,人能分享自己所没有的东西吗? 阿尔基比亚德:又怎么能呢? 苏格拉底:因此,你自己必须首先获得美德,任何其他不仅要在私下统治和照顾自己及属于自己之物,而且要统治和照顾城邦及属于城邦之物的人,也必须如此。 阿尔基比亚德:你说得对。 苏格拉底:因此,你既不应为自己,也不应为城邦准备随心所欲行事的权力和统治权,而应准备正义和节制。 阿尔基比亚德:看来是这样。 苏格拉底:因为如果你们行事正义且节制,你和城邦都将行神所喜悦的事。 阿尔基比亚德:这是自然的。 苏格拉底:而且,正如我们刚才所说的,你们将在注视着那神圣且明亮之物的同时行事。 阿尔基比亚德:看来是这样。 苏格拉底:但是,注视着那里,你们就会看清并认识你们自己以及你们自己的善。 阿尔基比亚德:是的。 苏格拉底:那么,你们不就会行得正确且行得好吗? 阿尔基比亚德:是的。 苏格拉底:但是对于这样行事的你们,我愿意保证,你们必定会获得幸福。 阿尔基比亚德:因为你是一位可靠的保证人。 苏格拉底:但如果你们行事不义,注视着那无神且黑暗之物,很自然地,你们会在不认识自己的情况下,做出与这些相似的事来。 阿尔基比亚德:看来是这样。
ΣΩ. ὧι γὰρ ἄν, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει; οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρʼ οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα; ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις; ΑΛ. ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν. ΣΩ. οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν; ΑΛ. ἀνάγκη. ΣΩ. οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί. ΑΛ. φαίνεται. ΣΩ. οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον; ΑΛ. ναί. ΣΩ. τὸ δὲ κάλλιον πρεπωδέστερον; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ. ΑΛ. ναί. ΣΩ. δουλοπρεπὲς ἄρʼ ἡ κακία. ΑΛ. φαίνεται. ΣΩ. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή. ΑΛ. ναί. ΣΩ. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν; ΑΛ. μάλιστά γε, ὦ Σώκρατες. ΣΩ. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ; ΑΛ. δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι. ΣΩ. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί, ΑΛ. ἔγωγε. ΣΩ. πῶς; ΑΛ. ἐὰν βούλῃ σύ, ὦ Σώκρατες. ΣΩ. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη. ΑΛ. ἀλλὰ πῶς χρὴ λέγειν; ΣΩ. ὅτι ἐὰν θεὸς ἐθέλῃ. ΑΛ. λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.3 ΣΩ. ὦ γενναῖε, πελαργοῦ4 ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται. ΑΛ. ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι. ΣΩ. βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.
苏格拉底:因为,亲爱的阿尔基比亚德,如果有人拥有随心所欲行事的权力,却不具备理性,那么无论是对个人还是对城邦,很自然会发生什么呢?例如,一个生病的人有权随心所欲,却没有医学理性,而是实行专制以至于没有人能指责他,那结果会如何?难道不正如常理,身体会被毁掉吗? 阿尔基比亚德:你说得对。 苏格拉底:那么在船上呢?如果一个缺乏航海理性和技术的人,有权做他认为合适的事,你是否能看出他自己和同船的水手会遭遇什么? 阿尔基比亚德:我能看出,大家都会毁灭。 苏格拉底:那么同样地,在城邦里,以及在一切缺乏美德的统治和权力中,行事糟糕不也是随之而来的吗? 阿尔基比亚德:必然如此。 苏格拉底:因此,优秀的阿尔基比亚德,如果你们要获得幸福,不应该为自己或为城邦准备僭主统治,而应该准备美德。 阿尔基比亚德:你说得对。 苏格拉底:而在拥有美德之前,被更优秀的人统治,比自己去统治要好,这不仅对孩子,对成年人也是如此。 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,更好的事情不也更美好吗? 阿尔基比亚德:是的。 苏格拉底:而更美好的事情不也更合宜吗? 阿尔基比亚德:怎么会不呢? 苏格拉底:因此,对恶人来说,做奴隶是合宜的,因为这对他更好。 阿尔基比亚德:是的。 苏格拉底:因此,邪恶是具有奴性的。 阿尔基比亚德:看来是这样。 苏格拉底:而美德则是具有自由人气质的。 阿尔基比亚德:是的。 苏格拉底:那么,朋友,我们难道不应该逃避奴性吗? 阿尔基比亚德:非常应该,苏格拉底。 苏格拉底:那你现在意识到你自己的状态了吗?是具有自由人气质,还是没有? 阿尔基比亚德:我觉得我非常清楚地意识到了。 苏格拉底:那你是否知道,你该如何逃避现在纠缠着你的这种状态?——为了不在一位美男子身上直呼其名。 阿尔基比亚德:我知道。 苏格拉底:怎么做? 阿尔基比亚德:如果你愿意,苏格拉底。 苏格拉底:你说得不妥,阿尔基比亚德。 阿尔基比亚德:那该怎么说呢? 苏格拉底:说“如果神愿意”。 阿尔基比亚德:那我就这样说。而且,在此之外我还要说:苏格拉底,我们似乎要交换角色了,我将扮演你的角色,而你扮演我的;因为从今天起,我势必会引导你,而你也势必会由我来引导。 苏格拉底:高尚的朋友啊,那么我的爱就跟鹳鸟没有什么两样了:在你那里筑巢孵化出了一只带羽翼的爱之雏鸟,如今却反过来要受到这只雏鸟的照料。 阿尔基比亚德:事情确实就是这样,从今以后,我将开始致力于追求正义。 苏格拉底:我倒希望你能坚持到底;但我深感忧虑——这决非不信任你的天性,而是看到了城邦的力量,我害怕它会压倒我和你。
- 134aοἷς
关系代词的与格形式,作利益与格,指代受其行为影响或在其统治下的人(即“他为之行动的人”)。
- 134cμεταδοτέον
动形容词中性单数构成的非人称义务句。施事者用与格 σοι 表示(“你必须分享”),分享的客体用属格 ἀρετῆς(“美德”),接受者用与格 τοῖς πολίταις(“给公民们”)。
- 135dπαιδαγωγήσω σε... σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ
手稿传统在此处出现了主动语态 παιδαγωγήσω(“我将引导你”)和被动语态 παιδαγωγήσῃ(“你将由我引导”)的语义重复。尽管一些校勘者为了符合“角色互换”的文意将其修改为 παιδαγωγήσεις με(“你将引导我”),本译文仍遵循并直译传抄文本,保留这种语意上的张力与幽默。
- 135eπελαργοῦ
该比喻源自古代自然史的一种俗信(即“反哺”,antipelargosis),认为幼鹳(πελαργός)会赡养年迈的双亲。此处幽默地比喻两人的关系反转:苏格拉底所培育的爱,如今反过来由阿尔基比亚德来供养。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
