- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底论证说,正如眼睛通过注视另一只眼睛的“瞳孔”来看到自己一样,灵魂也必须通过注视其最神圣的部分(智慧)并以神为镜来认识自己。他得出结论说,凡是不认识自己的人,就无法认识自己、他人或城邦的事物,因而无法成为政治家。
ΣΩ. ἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν,1 εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος; ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον αὐτοῦ καὶ ᾧ ὁρᾷ, οὕτως ἂν αὑτὸν ἴδοι. ΑΛ. φαίνεται. ΣΩ. εἰ δέ γʼ εἰς ἄλλο τῶν τοῦ ἀνθρώπου βλέποι ἤ τι τῶν ὄντων, πλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον,2 οὐκ ὄψεται ἑαυτόν. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὀφθαλμὸς ἄρʼ εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις; ΑΛ. οὕτως. ΣΩ. ἆρʼ οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν αὐτῇ βλεπτέον, καὶ μάλιστʼ εἰς τοῦτον αὐτῆς τὸν τόπον ἐν ᾧ ἐγγίγνεται ἡ ψυχῆς ἀρετή, σοφία, καὶ εἰς ἄλλο ᾧ τοῦτο τυγχάνει ὅμοιον ὄν; ΑΛ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. ΣΩ. ἔχομεν οὖν εἰπεῖν ὅτι ἐστὶ τῆς ψυχῆς θειότερον ἢ τοῦτο, περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστιν; ΑΛ. οὐκ ἔχομεν. ΣΩ. τῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς,3 καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα. ΑΛ. φαίνεται. ΣΩ. ἆρʼ οὖν, ὅθʼ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν; ΑΛ. ἔοικέ γε, ὦ Σώκρατες. ΣΩ. εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθʼ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετήν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γιγνώσκοιμεν ἡμᾶς αὐτούς. ΑΛ. ναί. ΣΩ. τὸ δὲ γιγνώσκειν αὑτὸν ὡμολογοῦμεν σωφροσύνην εἶναι; ΑΛ. πάνυ γε. ΣΩ. ἆρʼ οὖν μὴ γιγνώσκοντες ἡμᾶς αὐτοὺς μηδὲ σώφρονες ὄντες δυναίμεθʼ ἂν εἰδέναι τὰ ἡμέτερα αὐτῶν κακά τε καὶ ἀγαθά; ΑΛ. καὶ πῶς ἂν τοῦτο γένοιτο, ὦ Σώκρατες; ΣΩ. ἀδύνατον γὰρ ἴσως σοι φαίνεται μὴ γιγνώσκοντα Ἀλκιβιάδην τὰ Ἀλκιβιάδου γιγνώσκειν ὅτι Ἀλκιβιάδου ἐστίν. ΑΛ. ἀδύνατον μέντοι νὴ Δία. ΣΩ. οὐδʼ ἄρα τὰ ἡμέτερα ὅτι ἡμέτερα, εἰ μηδʼ ἡμᾶς αὐτούς; ΑΛ. πῶς γάρ; ΣΩ. εἰ δʼ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων; ΑΛ. οὐ φαίνεται. ΣΩ. οὐκ ἄρα πάνυ τι ὀρθῶς ὡμολογοῦμεν ὁμολογοῦντες ἄρτι εἶναί τινας οἳ ἑαυτοὺς μὲν οὐ γιγνώσκουσιν, τὰ δʼ αὑτῶν, ἄλλους δὲ τὰ τῶν ἑαυτῶν. ἔοικε γὰρ πάντα ταῦτα εἶναι κατιδεῖν ἑνός τε καὶ μιᾶς τέχνης,4 αὑτόν, τὰ αὑτοῦ, τὰ τῶν ἑαυτοῦ. ΑΛ. κινδυνεύει. ΣΩ. ὅστις δὲ τὰ αὑτοῦ ἀγνοεῖ, καὶ τὰ τῶν ἄλλων που ἂν ἀγνοοῖ κατὰ ταὐτά. ΑΛ. τί μήν; ΣΩ. οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἀγνοήσει. ΑΛ. ἀνάγκη. ΣΩ. οὐκ ἄρʼ ἂν γένοιτο ὁ τοιοῦτος ἀνὴρ πολιτικός. ΑΛ. οὐ δῆτα. ΣΩ. οὐ μὴν οὐδʼ οἰκονομικός γε.
苏格拉底:那么你是否注意到,注视眼睛的人的面孔,会呈现在对面那人的视觉中,就像在镜子里一样,这正是我们称之为“瞳孔”的地方,它是注视者的一种画像。 阿尔基比亚德:你说得对。 苏格拉底:因此,一只眼睛凝视另一只眼睛,并注视着它最优秀的部分,也就是用来看的部分,如此便能看到它自己。 阿尔基比亚德:看来是这样。 苏格拉底:但是,如果它注视人的其他部分,或存在物的任何其他东西,除了这只眼睛恰好相似的那个部分以外,它是看不到它自己的。 阿尔基比亚德:你说得对。 苏格拉底:因此,如果一只眼睛要看到它自己,它就必须注视另一只眼睛,并且注视眼睛中产生眼睛之德的那个地方;而我想这地方就是视觉吧? 阿尔基比亚德:正是。 苏格拉底:那么,亲爱的阿尔基比亚德,如果灵魂也要认识它自己,它不也必须注视灵魂,尤其是注视灵魂中产生灵魂之德——智慧——的那个地方,以及注视这地方恰好相似的其他东西吗? 阿尔基比亚德:在我看来是这样,苏格拉底。 苏格拉底:那么,我们能说在灵魂中,还有比这更神圣的部分吗?即那与认知和思考相关的部分。 阿尔基比亚德:不能。 苏格拉底:因此,灵魂的这部分类似于神;凡是注视这部分并认识了一切神圣事物——神和明智——的人,也就最能这样认识他自己。 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,正如镜子比眼睛里的镜子更清晰、更纯净、更明亮一样,神是不是也比我们灵魂中最优秀的部分更纯净、更明亮呢? 阿尔基比亚德:看来是的,苏格拉底。 苏格拉底:因此,通过注视神,我们将使用那最美的镜子,并在人类事物中,注视灵魂之德,这样我们就能最清晰地看到并认识我们自己。 阿尔基比亚德:是的。 苏格拉底:而我们曾同意,认识自己就是节制,对吧? 阿尔基比亚德:完全如此。 苏格拉底:那么,如果我们不认识我们自己,也不节制,我们能知道我们自己的好与坏吗? 阿尔基比亚德:苏格拉底,这怎么可能呢? 苏格拉底:因为在你看来,不认识阿尔基比亚德的人,却能认识属于阿尔基比亚德的东西是属于阿尔基比亚德的,这大概是不可能的。 阿尔基比亚德:凭宙斯起誓,确实不可能。 苏格拉底:那么,如果我们甚至不认识我们自己,我们也就不能认识属于我们的东西是属于我们的,对吗? 阿尔基比亚德:怎么可能呢? 苏格拉底:如果连属于我们的东西都认识不了,也就认识不了属于我们之物的东西,对吗? 阿尔基比亚德:看来是这样。 苏格拉底:因此,我们刚才同意“有些人虽然不认识他们自己,却认识属于他们自己的东西,而另一些人认识属于他们之物的东西”,这个同意并不十分正确。因为看来,看清所有这些东西——自己、属于自己的东西、属于自己之物的东西——属于一个人和同一种技术。 阿尔基比亚德:大概是这样。 苏格拉底:而凡是不认识属于自己之物的人,我想在同样的情况下,他也会不认识别人的东西。 阿尔基比亚德:当然。 苏格拉底:那么,如果不认识别人的东西,他也会不认识城邦的事物。 阿尔基比亚德:必然如此。 苏格拉底:因此,这样的人不能成为政治家。 阿尔基比亚德:确实不能。 苏格拉底:而且,他也绝不能成为家政管理者。
- 133aὃ δὴ καὶ κόρην καλοῦμεν
关系代名词 ὃ 在性、数上与紧随其后的中性名词 εἴδωλον 一致。阴性名词 κόρην(少女、瞳孔)作为动词 καλοῦμεν 的谓语宾格(第二宾语)。
- 133aπλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον
ᾧ 是关系代名词,修饰先行词 ἐκεῖνο,并采用形容词 ὅμοιον 所要求的与格。τοῦτο 是主语(“这只眼睛”),整句意为“除了这只眼睛恰好相似的那个部分(即他人眼睛最优秀的部分)以外”。
- 133cτῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς
属格 αὐτῆς 指代前文中的 ψυχῆς(灵魂),用作部分属格(或所有属格)。τοῦτο 指代前文紧邻的“与认知和思考相关的、灵魂最神圣的部分”。
- 133eἑνός τε καὶ μιᾶς τέχνης
ἑνός(阳性属格)指代“同一个人”,而 μιᾶς(阴性属格)修饰 τέχνης(技术)。作为表示归属的表语属格,它并列地表达了主体与方法的同一性(“属于同一个人和同一种技术”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
