← 柏拉图

阿尔西比亚德篇之一

§127

男女分工中的一致与阿尔基比亚德自认无知

苏格拉底指出了男女分工与缺乏“一致”所带来的矛盾,阿尔基比亚德意识到自己在国家管理、正义和友爱关系上的无知。苏格拉底鼓励年轻的他通过继续对话来认清自我。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§127

ΣΩ. τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι. ΑΛ. ἔγωγε. ΣΩ. ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον. ΑΛ. πῶς δʼ οὔ; ΣΩ. οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας. ΑΛ. οὔ. ΣΩ. οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν. ΑΛ. οὐ φαίνεται. ΣΩ. ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.1 ΑΛ. οὐκ ἔοικεν. ΣΩ. οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν. ΑΛ. οὔ. ΣΩ. οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; ΑΛ. οἶμαι ἔγωγε, ὦ Σώκρατες. ΣΩ. πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις,2 ἄλλως δʼ οὔ; ΑΛ. ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν. ΣΩ. οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται; ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ; ΑΛ. ἀδύνατον. ΣΩ. δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; ΑΛ. δίκαια· πῶς γὰρ οὔ; ΣΩ. τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους; ΑΛ. ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες. ΣΩ. τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου. ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.3 ΣΩ. ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι. ΑΛ. τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες; ΣΩ. ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη· καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον σχήσομεν. ΑΛ. ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.4

苏格拉底:那又怎样?妻子在没有学过的情况下,能与丈夫在重装步兵技术方面达成一致吗? 阿尔基比亚德:绝非如此。 苏格拉底:因为你或许也会说,这同样是男人的学问。 阿尔基比亚德:是的。 苏格拉底:那么,根据你的道理,有些是女人的学问,而有些是男人的学问。 阿尔基比亚德:怎么会不是呢? 苏格拉底:因此,至少在这些事情上,妻子与丈夫之间并没有一致。 阿尔基比亚德:没有。 苏格拉底:因此也没有友爱,如果友爱确实就是一致的话。 阿尔基比亚德:看来没有。 苏格拉底:那么,在妻子们做自己工作的时候,她们并不被丈夫们关爱。 阿尔基比亚德:看来不像是被关爱。 苏格拉底:那么,丈夫们做自己工作的时候,也同样不被妻子们关爱。 阿尔基比亚德:没有。 苏格拉底:那么,当每个人都做自己的工作时,城邦难道不是在这种情况下就无法得到好的管理了吗? 阿尔基比亚德:我认为会得到好的管理,苏格拉底。 苏格拉底:你这是什么意思?在没有友爱存在的情况下?我们刚才还说,当友爱产生时,城邦得到好的管理,否则就不会。 阿尔基比亚德:但在我看来,在他们之间也会因为这点产生友爱,即双方都做自己的工作。 苏格拉底:刚才可不是这样。那么现在你又是怎么说的?在不产生一致的情况下,友爱能产生吗?或者在一些事情上,有些人知道,而另一些人不知道,这之间可能产生一致吗? 阿尔基比亚德:不可能。 苏格拉底:那么,当每个人做自己工作的时候,他们做的是正义的事还是不正义的事? 阿尔基比亚德:正义的事;怎么会不是呢? 苏格拉底:那么,当公民们在城邦里做正义的事时,他们彼此之间难道不会产生友爱吗? 阿尔基比亚德:这对我来说似乎又是必然的了,苏格拉底。 苏格拉底:那么,你所说的那种为了让我们成为优秀的人,我们必须在其中拥有智慧和良谋的友爱或一致,究竟是什么呢?因为我无法理解它是什么,也无法理解存在于哪些人之间;因为根据你的道理,它有时似乎存在于同样的事情之中,有时又似乎不存在。 阿尔基比亚德:但凭着诸神起誓,苏格拉底,我自己都不知道自己在说什么了,我可能在很久以前就处于最可耻的状态,而自己却不知道。 苏格拉底:但你必须振作起来。因为如果你是在五十岁时发现自己处于这种状态,对你来说要关照自己就很困难了;但现在的你正处于必须发现这一点的年龄。 阿尔基比亚德:那么,发现这一点的人应该做什么呢,苏格拉底? 苏格拉底:回答所问的问题,阿尔基比亚德。如果你这样做,神若愿意——如果我的预言可以稍微信任的话——你和我都会处于更好的状态。 阿尔基比亚德:只要是关于我的回答,就一定会这样做的。

语法注4 条
  1. 127aἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.

    原为关系代词 ὅς 的阴性与格形式的副词性连词 ᾗ,在此表示范围或条件,意为“在……的范围内”或“在……的意义上”。这解释了以下语境:只要妻子们在自己专属的领域内做自己的工作(τὰ αὑτῶν),她们就无法与缺乏该领域知识的丈夫达成一致(ὁμόνοια),从而也无法产生友爱(φιλία)。

  2. 127bφιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις

    此处嵌套了双重属格独立(genitive absolute)结构。外侧的 φιλίας μὴ παρούσης(在没有友爱存在的情况下)作为苏格拉底反驳的条件或让步前提;而在由关系代词 ἧς(先行词为 φιλία)引导的关系从句内部,ἐγγιγνομένης 也是一个属格独立结构(当它产生时),修饰主句的不定式 εὖ οἰκεῖσθαι。

  3. 127dκινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.

    此处结合了两个主要的惯用表达:(1)κινδυνεύω + 不定式(可能……,有……的危险),(2)λανθάνω(此处为现在完成时不定式 λεληθέναι)+ 反身代词宾格(ἐμαυτόν)+ 补充分词(ἔχων)(在自己没有察觉的情况下做某事)。两者叠加,表达了强烈的自我怀疑:“我可能在很久以前就处于最可耻的状态,而自己却不知道。”

  4. 127eἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.

    ἔσται ταῦτα 是表示同意的惯用语,意为“会是这样的”或“行”。随后的前置词 ἕνεκα(就……而言,由于)支配带冠词不定式的属格 τοῦ ... ἀποκρίνεσθαι。代词宾格 ἐμέ 作为该不定式的逻辑主语,直译为“只要涉及我的回答”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:127