← 柏拉图

阿尔西比亚德篇之一

§125-126

统治城邦的智慧与友爱(一致)的考察

苏格拉底通过探讨“优秀者”的定义,引导阿尔基比亚德得出其为拥有管理和统治城邦共同生活的智慧(良谋)之人。进而,他指出这种智慧能为城邦带来“友爱(一致)”,并开始具体探讨这究竟是何种一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§125

ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; ΑΛ. τοὺς φρονίμους. ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;1 ΑΛ. ναί. ΣΩ. ὃ δὲ ἄφρων, πονηρός; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; ΑΛ. πάνυ γε. ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά; ΑΛ. ἀγαθός. ΣΩ. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; ΑΛ. ναί. ΣΩ. κακὸς ἄρα εἰς τοῦτο; ΑΛ. ναί. ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. ΑΛ. φαίνεται. ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. ΣΩ. οὐ δήπου ἵππων γε; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ ἀνθρώπων; ΑΛ. ναί. ΣΩ. ἆρα καμνόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλὰ πλεόντων; ΑΛ. οὔ φημι. ΣΩ. ἀλλὰ θεριζόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων; ΑΛ. ποιούντων λέγω. ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις,2 ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; ΑΛ. ναί. ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις; ΑΛ. οὐ δῆτα. ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; ΑΛ. ναί. ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; ΑΛ. οὐ δῆτα. ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ; ΑΛ. πάνυ γε. ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;3 ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; ΑΛ. κυβερνητική. ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ εὐβουλία;

苏格拉底:你所说的“俊美且优秀”的人,是指聪明的人,还是指愚蠢的人? 阿尔基比亚德:聪明的人。 苏格拉底:那么,每个人在什么方面是聪明的,他就在这个方面是优秀的吗? 阿尔基比亚德:是的。 苏格拉底:而在什么方面是愚蠢的,他就在这个方面是糟糕的吗? 阿尔基比亚德:怎么会不是呢? 苏格拉底:那么,鞋匠在制作鞋子方面是聪明的吗? 阿尔基比亚德:非常聪明。 苏格拉底:那么在制作鞋子方面他就是优秀的? 阿尔基比亚德:优秀的。 苏格拉底:那又怎样?在制作衣服方面鞋匠难道不是愚蠢的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么在制作衣服方面他就是糟糕的? 阿尔基比亚德:是的。 苏格拉底:那么,至少根据这个道理,同一个人既是糟糕的又是优秀的。 阿尔基比亚德:似乎是这样。 苏格拉底:那么,你难道说优秀的人也是糟糕的人吗? 阿尔基比亚德:绝非如此。 苏格拉底:但你究竟把什么样的人称为优秀的呢? 阿尔基比亚德:我指的是那些能够在城邦中起统治作用的人。 苏格拉底:想必不是统治马匹吧? 阿尔基比亚德:绝非如此。 苏格拉底:而是统治人类? 阿尔基比亚德:是的。 苏格拉底:是统治生病的人吗? 阿尔基比亚德:不是。 苏格拉底:是统治航海的人吗? 阿尔基比亚德:我说不是。 苏格拉底:是统治收割的人吗? 阿尔基比亚德:不是。 苏格拉底:是统治那些无所事事的人,还是统治那些在做事的人? 阿尔基比亚德:我指的是在做事的人。 苏格拉底:在做什么事?试着也向我说明清楚。 阿尔基比亚德:我指的是那些既相互交往又相互往来的人,就像我们在城邦中生活那样。 苏格拉底:那么,你是指统治那些与人类交往的人类? 阿尔基比亚德:是的。 苏格拉底:是指统治那些与划手交往的划船指挥官吗? 阿尔基比亚德:绝非如此。 苏格拉底:因为那是舵手的技艺? 阿尔基比亚德:是的。 苏格拉底:但你是指统治那些引导人们唱歌并与舞者交往的笛手吗? 阿尔基比亚德:绝非如此。 苏格拉底:因为那又是合唱队教练的技艺? 阿尔基比亚德:确实如此。 苏格拉底:但是,你究竟是指能够统治那些与人交往的什么样的人呢? 阿尔基比亚德:我指的是统治城邦中那些共同参与政治生活并相互交往的人。 苏格拉底:那么,这种技艺是什么?就像如果我再次问你刚才的问题:是什么技艺使人懂得统治共同参与航海的人? 阿尔基比亚德:舵手技艺。 苏格拉底:那么,正如刚才所说,是什么知识使人懂得统治共同参与歌唱的人? 阿尔基比亚德:正是你刚才所说的,合唱队训练。 苏格拉底:那又怎样?对于共同参与政治生活的人,你把这种知识称为什么? 阿尔基比亚德:苏格拉底,我称之为良谋。 苏格拉底:那又怎样?难道舵手的知识似乎是缺乏谋略吗? 阿尔基比亚德:绝非如此。 苏格拉底:而是良谋?

§126

ΑΛ. ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας. ΣΩ. καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν; ΑΛ. εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι. ΣΩ. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;4 ὥσπερ ἂν εἰ σύ με ἔροιο· ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως; ΑΛ. ναί. ΣΩ. καὶ εἴ μʼ αὖ ἔροιο· τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα; ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται. ΑΛ. ὀρθῶς. ΣΩ. τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται; ΑΛ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται. ΣΩ. ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; ΑΛ. ὁμόνοιαν. ΣΩ. διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς; ΑΛ. διὰ τὴν ἀριθμητικήν. ΣΩ. τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος; ΑΛ. ναί. ΣΩ. διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν; ΑΛ. τί μήν; ΣΩ. οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις; ΑΛ. ναί. ΣΩ. τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως; ΑΛ. φημί. ΣΩ. ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον; ΑΛ. εἰκός γέ τοι. ΣΩ. τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν. ΑΛ. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί. ΣΩ. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ; ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα. ΑΛ. ναί.

阿尔基比亚德:在我看来是如此,至少是为了使航海者得到保全。 苏格拉底:你说得很好。那又怎样?你所说的良谋是针对什么的? 阿尔基比亚德:为了使城邦得到更好的管理和保全。 苏格拉底:那么,城邦是在什么存在、什么消除的情况下,能得到更好的管理和保全呢?就像如果你问我: “身体在什么存在、什么消除的情况下,能得到更好的管理和保全?” 我会说:“当健康存在、疾病消除的时候。”你难道不也这样认为吗? 阿尔基比亚德:是的。 苏格拉底:而且如果你再次问我: “眼睛在什么存在的情况下,会变得更好?” 我同样会说:“当视力存在、盲目消除的时候。”而耳朵也是在聋消除、听力产生的情况下,会变得更好且得到更好的护理。 阿尔基比亚德:对。 苏格拉底:那么,城邦在什么存在和什么消除的情况下,会变得更好、得到更好的护理和管理呢? 阿尔基比亚德:在我看来,苏格拉底,是在他们彼此之间产生友爱,而仇恨和党争消除的时候。 苏格拉底:那么,你所说的友爱是指一致,还是指不和? 阿尔基比亚德:一致。 苏格拉底:那么,城邦是通过什么技艺在数字方面达成一致的? 阿尔基比亚德:通过算术。 苏格拉底:那么个人呢?难道不是通过同一种技艺吗? 阿尔基比亚德:是的。 苏格拉底:那么每个人自己对自己呢? 阿尔基比亚德:是的。 苏格拉底:那么,每个人自己对自己关于一跨和一肘哪个更大,是通过什么技艺达成一致的?难道不是通过测量技艺吗? 阿尔基比亚德:怎么会不是呢? 苏格拉底:那么个人之间也是如此,城邦之间也是如此? 阿尔基比亚德:是的。 苏格拉底:那又怎样?关于重量不也是同样如此吗? 阿尔基比亚德:我认为是。 苏格拉底:而你所说的这种一致,究竟是什么,关于什么,又是哪种技艺产生它的呢?而且,难道使城邦达成一致的技艺,与使个人(无论对自己还是对他人)达成一致的技艺是同一的吗? 阿尔基比亚德:这倒是很可能的。 苏格拉底:那么它是什么呢?别厌烦回答,而是热心地说出来。 阿尔基比亚德:我确实认为,我指的是那种友爱和一致,通过它,父亲关爱儿子并达成一致,母亲也是如此,兄弟与兄弟,妻子与丈夫也是如此。 苏格拉底:那么,阿尔基比亚德,你认为丈夫能与妻子在羊毛纺织方面达成一致吗?如果一个是不懂的,而另一个是懂的。 阿尔基比亚德:绝非如此。 苏格拉底:而且也根本不需要一致,因为这毕竟是女人的学问。 阿尔基比亚德:是的。

语法注4 条
  1. 125aὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;

    ὃ 是表示限定的宾格(即“在何种方面”),主句中与之呼应的 τοῦτο(τοῦτʼ)也同样作为限定宾格发挥作用。整个句子省略了系动词 ἐστίν,应理解为“每个人在何种方面是聪明的,就在该方面是优秀的”。

  2. 125cτῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις

    这是对前文苏格拉底提问(其中属格为 ἄρχειν 的宾语)的回答。在 οὐκοῦν 之后省略了作为 ἄρχειν 宾语的“人们”(ἀνθρώπων),属格定冠词 τῶν 及其伴随的分词短语起名词性作用,需补充理解为“(统治)那些……的人”。

  3. 125dτί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;

    此处 λέγεις(你认为)支配着带对格的不定式结构 οἷόν τʼ εἶναι ἄρχειν(统治是可能的)。属格短语 χρωμένων ἀνθρώπων 作为统治对象依附于 ἄρχειν,而与格的 ἀνθρώποις 则是分词 χρωμένων 的宾语(即“与人交往的人”)。整句的骨架为:“你认为统治那些与人交往的什么样的人是可能的?”

  4. 126aἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;

    τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου 是以疑问代词 τίνος 为主语的属格绝对(独立分词)结构,在主句 ἄμεινον ... διοικεῖται 中起到表示手段或原因的状语作用。直译为“由于什么的出现或消除”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:125-126