← 柏拉图

斐德罗篇

§264-265

言论的有机统一与归纳归一的方法

苏格拉底批评吕西亚斯的演说缺乏有机统一与条理,指出其颠倒首尾、结构随意。随后他回顾了他们自己的演说,并开始解释辩证法中对于修辞术至关重要的两种方法(归纳与划分)之中的第一种,即为了进行定义而将分散的事物归纳为一个单一理念的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§264

ΦΑΙ. περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει ὧν ἂν εὖ ποιήσωσιν, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται· — ΣΩ. ἦ πολλοῦ δεῖν ἔοικε ποιεῖν ὅδε γε ὃ ζητοῦμεν, ὃς οὐδὲ ἀπʼ ἀρχῆς ἀλλʼ ἀπὸ τελευτῆς ἐξ ὑπτίας ἀνάπαλιν διανεῖν1 ἐπιχειρεῖ τὸν λόγον, καὶ ἄρχεται ἀφʼ ὧν πεπαυμένος ἂν ἤδη ὁ ἐραστὴς λέγοι πρὸς τὰ παιδικά. ἢ οὐδὲν εἶπον, Φαῖδρε, φίλη κεφαλή; ΦΑΙ. ἔστιν γέ τοι δή, ὦ Σώκρατες, τελευτή, περὶ οὗ τὸν λόγον ποιεῖται. ΣΩ. τί δὲ τἆλλα; οὐ χύδην δοκεῖ βεβλῆσθαι τὰ τοῦ λόγου; ἢ φαίνεται τὸ δεύτερον εἰρημένον ἔκ τινος ἀνάγκης δεύτερον δεῖν τεθῆναι, ἤ τι ἄλλο τῶν ῥηθέντων; ἐμοὶ μὲν γὰρ ἔδοξεν, ὡς μηδὲν εἰδότι,2 οὐκ ἀγεννῶς τὸ ἐπιὸν εἰρῆσθαι τῷ γράφοντι· σὺ δʼ ἔχεις τινὰ ἀνάγκην λογογραφικὴν ᾗ ταῦτα ἐκεῖνος οὕτως ἐφεξῆς παρʼ ἄλληλα ἔθηκεν; ΦΑΙ. χρηστὸς εἶ, ὅτι με ἡγῇ ἱκανὸν εἶναι τὰ ἐκείνου οὕτως ἀκριβῶς διιδεῖν. ΣΩ. ἀλλὰ τόδε γε οἶμαί σε φάναι ἄν, δεῖν πάντα λόγον ὥσπερ ζῷον συνεστάναι σῶμά τι ἔχοντα αὐτὸν αὑτοῦ, ὥστε μήτε ἀκέφαλον εἶναι μήτε ἄπουν, ἀλλὰ μέσα τε ἔχειν καὶ ἄκρα, πρέποντα ἀλλήλοις καὶ τῷ ὅλῳ γεγραμμένα. ΦΑΙ. πῶς γὰρ οὔ; ΣΩ. σκέψαι τοίνυν τὸν τοῦ ἑταίρου σου λόγον εἴτε οὕτως εἴτε ἄλλως ἔχει, καὶ εὑρήσεις τοῦ ἐπιγράμματος οὐδὲν διαφέροντα, ὃ Μίδᾳ τῷ Φρυγί φασίν τινες ἐπιγεγράφθαι. ΦΑΙ. ποῖον τοῦτο, καὶ τί πεπονθός; ΣΩ. ἔστι μὲν τοῦτο τόδε— "χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι. ὄφρʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου, ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται." ὅτι δʼ οὐδὲν διαφέρει αὐτοῦ πρῶτον ἢ ὕστατόν τι λέγεσθαι, ἐννοεῖς που, ὡς ἐγᾦμαι. ΦΑΙ. σκώπτεις τὸν λόγον ἡμῶν, ὦ Σώκρατες. ΣΩ. τοῦτον μὲν τοίνυν, ἵνα μὴ σὺ ἄχθῃ, ἐάσωμεν— καίτοι συχνά γε ἔχειν μοι δοκεῖ παραδείγματα πρὸς ἅ τις βλέπων ὀνίναιτʼ ἄν, μιμεῖσθαι αὐτὰ ἐπιχειρῶν μὴ πάνυ τι— εἰς δὲ τοὺς ἑτέρους λόγους ἴωμεν. ἦν γάρ τι ἐν αὐτοῖς, ὡς δοκῶ, προσῆκον ἰδεῖν τοῖς βουλομένοις περὶ λόγων σκοπεῖν.

斐德罗:“关于我的事情你是了解的,你也听到了,我认为如果这些事情得以实现,对我们是有利的。我认为我不应该因为自己并非你的情人,就得不到我所请求的事物。因为对于那些人来说,过后当欲望止息时,就会后悔自己所做的好事——”苏格拉底:看来此人要做到我们所要求的事情,实在是差得很远。因为他企图让言论不是从开头,而是从结尾开始,像仰泳一样逆向划行,而且是以一个情人已经停止了爱意、对少年情人所说的话作为开始的。或者,亲爱的斐德罗,我是在说废话吗? 斐德罗:苏格拉底,无论如何,他所谈论的内容确实是事情的结局。 苏格拉底:那其余的部分呢?言论的各个部分难道不是乱七八糟地堆在一起吗?还是说,第二个说出来的话是由于某种必然性而必须放在第二位,或者其他说出来的话也是如此?因为在我这个一无所知的人看来,作者只是把自己想到的东西毫不拘束地写出来罢了。但在你看来,难道有什么写文章的必然性,使他必须这样挨个把它们并列放在一起吗? 斐德罗:你真好,居然认为我有能力把他的文章辨别得如此精确。 苏格拉底:但至少这件事我认为你会赞同的:任何言论都应该像一个活物一样构建起来,拥有它自己的身体,既不能没有头,也不能没有脚,而是要具有中间部分和极端部分,写得彼此相称并与整体相协调。 斐德罗:怎么会不呢? 苏格拉底:那么看看你那位朋友的演说到底是属于这种情况,还是属于别种情况,你就会发现它与传说中刻在弗里吉亚人弥达斯墓碑上的铭文毫无二致。 斐德罗:那是什么样的铭文,它有什么特别之处? 苏格拉底:那是这样的: “我是一尊青铜少女,卧于弥达斯的墓冢之上。 只要流水依然奔涌,高大的树木依然葱茏, 我将留驻于这令人哀泣的墓碑前, 向过路的人们宣告,弥达斯已安葬于此。” 在这首诗里,先说哪一句或后说哪一句都没有任何差别,我想你已经注意到了吧。 斐德罗:苏格拉底,你是在嘲笑我们的演说。 苏格拉底:那么,为了不让你不高兴,我们就把这篇演说放下一旁吧——尽管我觉得它包含了许多例子,人若看着它们会有所裨益,只要他绝对不去试图模仿它们——让我们转向另外两篇言论。因为在我看来,在它们之中有一些东西,适合那些想要考察言论的人去注意。

§265

ΦΑΙ. τὸ ποῖον δὴ λέγεις; ΣΩ. ἐναντίω που ἤστην· ὁ μὲν γὰρ ὡς τῷ ἐρῶντι, ὁ δʼ ὡς τῷ μὴ δεῖ χαρίζεσθαι, ἐλεγέτην. ΦΑΙ. καὶ μάλʼ ἀνδρικῶς. ΣΩ. ὤιμην σε τἀληθὲς ἐρεῖν, ὅτι μανικῶς· ὃ μέντοι ἐζήτουν ἐστὶν αὐτὸ τοῦτο. μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ; ΦΑΙ. ναί. ΣΩ. μανίας δέ γε εἴδη δύο, τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην. ΦΑΙ. πάνυ γε. ΣΩ. τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι,3 μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δʼ αὖ ποιητικήν, τετάρτην δὲ ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμέν τε ἀρίστην εἶναι, καὶ οὐκ οἶδʼ ὅπῃ τὸ ἐρωτικὸν πάθος ἀπεικάζοντες, ἴσως μὲν ἀληθοῦς τινος ἐφαπτόμενοι, τάχα δʼ ἂν καὶ ἄλλοσε παραφερόμενοι, κεράσαντες4 οὐ παντάπασιν ἀπίθανον λόγον, μυθικόν τινα ὕμνον προσεπαίσαμεν μετρίως τε καὶ εὐφήμως τὸν ἐμόν τε καὶ σὸν δεσπότην ἔρωτα, ὦ Φαῖδρε, καλῶν παίδων ἔφορον. ΦΑΙ. καὶ μάλα ἔμοιγε οὐκ ἀηδῶς ἀκοῦσαι. ΣΩ. τόδε τοίνυν αὐτόθεν λάβωμεν, ὡς ἀπὸ τοῦ ψέγειν πρὸς τὸ ἐπαινεῖν ἔσχεν ὁ λόγος μεταβῆναι. ΦΑΙ. πῶς δὴ οὖν αὐτὸ λέγεις; ΣΩ. ἐμοὶ μὲν φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖσθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδοῖν, εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι. ΦΑΙ. τίνων δή; ΣΩ. εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ. ὥσπερ τὰ νυνδὴ περὶ Ἔρωτος—ὃ ἔστιν ὁρισθέν—εἴτʼ εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. ΦΑΙ. τὸ δʼ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;

斐德罗:你究竟指的是什么呢? 苏格拉底:它们显然是相反的;因为一个说应该满足情人,另一个说应该满足非情人。 斐德罗:而且非常有力。 苏格拉底:我本以为你会说出真相,也就是‘疯狂地’;不过,这正是我要寻找的东西。因为我们说过爱是一种疯狂。不是吗? 斐德罗:是的。 苏格拉底:而疯狂有两种类型,一种是由人类的疾病产生的,另一种是由神圣的对日常规范的偏离而产生的。 斐德罗:完全正确。 苏格拉底:我们将神圣的狂怒分属四个神明、划为四个部分:把预言的神感归于阿波罗,把秘仪的狂怒归于狄奥尼索斯,再把诗歌的狂烈归于缪斯,而把属于阿佛洛狄忒和爱神的第四种狂热称为情爱狂怒,并说它是最美好的。接着,我们以某种方式描摹了情爱的激情,也许触及了某种真理,但也可能有些偏离,在调配了一篇并非完全不可信的言论之后,我们以适度且虔敬的方式,献上了一首神话般的赞歌,当作对你我的主宰——也就是美少年的护卫者,爱神——的戏谑。 斐德罗:对我来说,听起来确实非常愉快。 苏格拉底:那么,我们就从这件事情本身来把握这点:言论是如何能够从指责过渡到赞美的。 斐德罗:你究竟是怎么说明这一点的呢? 苏格拉底:在我看来,其余部分确实只是戏谑地玩乐罢了;但是,在偶然说出的某些事情中,如果有谁能用艺术来掌握两种方法的力量,那将是极有价值的。 斐德罗:那究竟是哪两种呢? 苏格拉底:一是把多处分散的事物综观起来,纳入一个理念之中,以便通过定义每一个事物,使人看清自己每次想要讲授的对象。正像刚才关于爱神的讨论——既然已经给它下了定义,无论说得好还是坏,至少言论因此能够具有清晰性,并且在自身中保持一致。 斐德罗:苏格拉底,那你所说的另一种方法又是什么呢?

语法注4 条
  1. 264aἐξ ὑπτίας ἀνάπαλιν διανεῖν

    意为“仰泳着逆向划行”。ἐξ ὑπτίας 是源自形容词 ὕπτιος(仰面朝天的)的副词性表达,指游泳中的仰泳。διανεῖν 是动词 διανέω(游泳横渡)的现在时主动不定式。这里使用游泳的隐喻,极其生动地描绘了该言论的结构如何违背“从头到尾”的正常顺序,反而“从结尾向开头”逆向进行。

  2. 264bὡς μηδὲν εἰδότι

    伴有 ὡς 的与格分词 εἰδότι(动词 οἶδα 的完成时主动分词与格单数阳性)。它与主句中的 ἐμοί(对我来说)相一致,表达了一种主观让步或保留的语气,意为“作为一个一无所知的人”。

  3. 265bτῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι

    τῆς δὲ θείας 是指代前文 μανίας 的属格(部分属格,或由 διελόμενοι 支配),译为“关于神圣的狂怒,我们将其划分为属于四个神明的四个部分”。διελόμενοι 是动词 διαιρέω 的不定过去时中间偏向分词,描述说话者的辩证划分活动,并修饰主句的主动词 προσεπαίσαμεν。

  4. 265bἀπεικάζοντες ... ἐφαπτόμενοι ... παραφερόμενοι ... κεράσαντες

    这是一个通过多个主格分词重叠来修饰主句主动词 προσεπαίσαμεν(作为游戏而献上)的长句。ἀπεικάζοντες(描摹)、ἐφαπτόμενοι(触及)和 παραφερόμενοι(偏离)是现在时分词,描写同时发生的状况;而 κεράσαντες(调配)是完成/不定过去时分词,表示献上赞歌之前的准备行为。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:264-265