- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:262-263
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底指出欺骗是通过微小的差异产生的,因此不掌握真理的修辞术只是荒谬的无艺术状态,并开始检验吕西亚斯的演说。他表明,虽然像“铁”这样的词容易达成共识,但像“正义”和“爱”这样的词则极易引起争议,因此在修辞中需要对其进行严格定义。
ΦΑΙ. ἐν τοῖς ὀλίγον. ΣΩ. ἀλλά γε δὴ κατὰ σμικρὸν μεταβαίνων μᾶλλον λήσεις ἐλθὼν1 ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. ΦΑΙ. πῶς δʼ οὔ; ΣΩ. δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διειδέναι. ΦΑΙ. ἀνάγκη μὲν οὖν. ΣΩ. ἦ οὖν οἷός τε ἔσται, ἀλήθειαν ἀγνοῶν ἑκάστου, τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ΦΑΙ. ἀδύνατον. ΣΩ. οὐκοῦν τοῖς παρὰ τὰ ὄντα2 δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο διʼ ὁμοιοτήτων τινῶν εἰσερρύη. ΦΑΙ. γίγνεται γοῦν οὕτως. ΣΩ. ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, ἢ αὐτὸς τοῦτο διαφεύγειν, ὁ μὴ ἐγνωρικὼς ὃ ἔστιν ἕκαστον τῶν ὄντων; ΦΑΙ. οὐ μή ποτε. ΣΩ. λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκώς, γελοίαν τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται. ΦΑΙ. κινδυνεύει. ΣΩ. βούλει οὖν ἐν τῷ Λυσίου λόγῳ ὃν φέρεις, καὶ ἐν οἷς ἡμεῖς εἴπομεν ἰδεῖν τι ὧν φαμεν ἀτέχνων τε καὶ ἐντέχνων εἶναι; ΦΑΙ. πάντων γέ που μάλιστα, ὡς νῦν γε ψιλῶς πως λέγομεν, οὐκ ἔχοντες ἱκανὰ παραδείγματα. ΣΩ. καὶ μὴν κατὰ τύχην γέ τινα, ὡς ἔοικεν, ἐρρηθήτην τὼ λόγω ἔχοντέ τι παράδειγμα, ὡς ἂν ὁ εἰδὼς τὸ ἀληθὲς προσπαίζων ἐν λόγοις παράγοι τοὺς ἀκούοντας. καὶ ἔγωγε, ὦ Φαῖδρε, αἰτιῶμαι τοὺς ἐντοπίους θεούς· ἴσως δὲ καὶ οἱ τῶν Μουσῶν προφῆται οἱ ὑπὲρ κεφαλῆς ᾠδοὶ ἐπιπεπνευκότες ἂν ἡμῖν εἶεν τοῦτο τὸ γέρας· οὐ γάρ που ἔγωγε τέχνης τινὸς τοῦ λέγειν μέτοχος. ΦΑΙ. ἔστω ὡς λέγεις· μόνον δήλωσον ὃ φῄς. ΣΩ. ἴθι δή μοι ἀνάγνωθι τὴν τοῦ Λυσίου λόγου ἀρχήν. ΦΑΙ. περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει — ΣΩ. παῦσαι. τί δὴ οὖν οὗτος ἁμαρτάνει καὶ ἄτεχνον ποιεῖ λεκτέον· ἦ γάρ;
斐德罗:在差异极小的事物之间。 苏格拉底:但是,一点一点地过渡,比大幅度地过渡,更能让人在不知不觉中走到相反的方面。 斐德罗:怎么会不呢? 苏格拉底:那么,想要欺骗别人而自己不被欺骗的人,就必须精确地辨别存在之物的相似性与不相似性。 斐德罗:必然如此。 苏格拉底:那么,如果一个人不知道每个事物的真理,他能够辨别那个不了解的事物在其他事物中的相似性是小还是大吗? 斐德罗:不可能。 苏格拉底:那么,对于那些违背事实而产生意见并受到欺骗的人来说,显然这种体验是通过某些相似性潜入进来的。 斐德罗:至少事情确实是这样发生的。 苏格拉底:那么,如果一个人不认识每一个存在之物是什么,他怎么可能拥有技术,通过相似性一步步转移,引导人们从每次的存在物走向其相反面,或者他自己免受这种欺骗呢? 斐德罗:绝不可能。 苏格拉底:那么,朋友,那个不知道真理而只猎取意见的人所提供的言论艺术,看来将是某种荒唐而没有艺术的东西。 斐德罗:很有可能。 苏格拉底:那么,你愿意在你带出来的吕西亚斯的演说中,以及在我们刚才所说的话中,看看那些我们所说的无艺术和有艺术的东西吗? 斐德罗:当然最想不过了,因为现在我们只是空洞地谈论,没有足够的例子。 苏格拉底:不过实际上,看来凭着某种运气,这两篇言论在发表时包含了一个例子,说明一个知道真理的人如何在言辞中通过开玩笑来误导听众。而我,斐德罗,要归功于当地的神明;也许在我们头顶上唱歌的缪斯代言人们,已经把这种天赋吹入我们的心中。因为我自己肯定不掌握任何说话的艺术。 斐德罗:就按你说的办吧;只要解释清楚你的意思就行。 苏格拉底:来吧,给我读一下吕西亚斯演说的开头。 斐德罗:“关于我的事情你是了解的,你也听到了,我认为如果这些事情得以实现,对我们是有利的。我认为我不应该因为自己并非你的情人,就得不到我所请求的事物。因为对于那些人来说,过后就会后悔——”苏格拉底:停。现在必须说明,这个人到底犯了什么错误,做出了无艺术的事;不是吗?
ΦΑΙ. ναί. ΣΩ. ἆρʼ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δʼ ἔνια στασιωτικῶς; ΦΑΙ. δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δʼ εἰπὲ σαφέστερον. ΣΩ. ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρʼ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν; ΦΑΙ. καὶ μάλα. ΣΩ. τί δʼ ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται,3 καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; ΦΑΙ. πάνυ μὲν οὖν. ΣΩ. ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. ΦΑΙ. οὕτω. ΣΩ. ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται; ΦΑΙ. δῆλον ὅτι ἐν οἷς πλανώμεθα. ΣΩ. οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ διῃρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή. ΦΑΙ. καλὸν γοῦν ἄν, ὦ Σώκρατες, εἶδος εἴη κατανενοηκὼς ὁ τοῦτο λαβών. ΣΩ. ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν ἀλλʼ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν ποτέρου ὂν τυγχάνει τοῦ γένους. ΦΑΙ. τί μήν; ΣΩ. τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή; ΦΑΙ. τῶν ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν ἃ νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον ὂν τῶν ἀγαθῶν τυγχάνει; ΣΩ. ἄριστα λέγεις· ἀλλʼ εἰπὲ καὶ τόδε—ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαι—εἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου. ΦΑΙ. νὴ Δία ἀμηχάνως γε ὡς σφόδρα.4 ΣΩ. φεῦ, ὅσῳ λέγεις τεχνικωτέρας Νύμφας τὰς Ἀχελῴου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ἢ οὐδὲν λέγω, ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων ὃ αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο; βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ; ΦΑΙ. εἰ σοί γε δοκεῖ· ὃ μέντοι ζητεῖς οὐκ ἔστʼ αὐτόθι. ΣΩ. λέγε, ἵνα ἀκούσω αὐτοῦ ἐκείνου.
斐德罗:是的。 苏格拉底:那么,至少这一点对每个人来说不是显而易见的吗:对于此类事物中的某些事物,我们的意见是一致的,而对于另外一些,我们则是分裂的? 斐德罗:我想我是懂你的意思了,但请说得更明白些。 苏格拉底:当有人说出“铁”或“银”的名字时,我们脑海里想的难道不都是同一件东西吗? 斐德罗:确实如此。 苏格拉底:但如果是“正义”或“善”呢?我们难道不是各奔东西,并且彼此争论,甚至自己与自己打架吗? 斐德罗:完全是这样。 苏格拉底:因此,在有些事物上我们达成一致,在另一些事物上则不然。 斐德罗:是这样。 苏格拉底:那么,在这两者中,我们在哪一个里面更容易被欺骗?辩论术又在哪一个里拥有更大的力量? 斐德罗:显然是在我们会迷失方向的那些里面。 苏格拉底:那么,想要追求辩论艺术的人,首先必须有条不紊地划分这些事物,并掌握这两种类型中每一种的特征——即大众必然迷失方向的那一类,以及不迷失方向的那一类。 斐德罗:苏格拉底,谁要是掌握了这一点,他所理解的确实是一个极妙的分类。 苏格拉底:然后我想,在面对具体事物时,他绝不能忽略,而必须敏锐地察觉他将要谈论的事物究竟属于这两个属中的哪一个。 斐德罗:当然。 苏格拉底:那么,爱呢?我们应该说它是属于有争议的事物,还是无争议的事物? 斐德罗:当然是有争议的;否则你认为,你刚才关于它所说的话——既说它对被爱者和恋爱者都是一种伤害,又说它恰好是最大的善——能被允许吗? 苏格拉底:说得太好了。但是也请告诉我这件事——因为我当时处于狂热状态,不太记得了——我在演说开始时是否给爱下了定义? 斐德罗:凭宙斯起誓,极其深刻而明确! 苏格拉底:天哪,照你这么说,阿刻罗俄斯的女儿宁芙们和赫耳墨斯之子潘,在言论上要比凯法洛斯之子吕西亚斯有艺术得多。或者,我说得不对,吕西亚斯在情话开头也同样强迫我们把爱理解为某种他自己所希望的单一存在物,并在此基础上安排了之后的所有言论来完成他的演说?你希望我们再读一遍他的演说开头吗? 斐德罗:如果你觉得好的话;然而你所寻找的东西,那里并没有。 苏格拉底:读吧,让我能听听他本人的话。
- 262aλήσεις ἐλθὼν
动词 λανθάνω 的将来时形式 λήσεις 与补充性分词 ἐλθὼν 结合,构成了“在不知不觉中(或在自己未察觉的情况下)到达[相反面]”这一惯用句式。
- 262bπαρὰ τὰ ὄντα
介词 παρά 补宾格的形式。由物理意义的“经过……之旁/越过”引申为抽象的“违背”或“偏离”,在此表示“持有偏离实际存在(真理)的意见”。
- 263aοὐκ ἄλλος ἄλλῃ φέρεται
代词 ἄλλος 与源自其与格阴性单数的方向副词 ἄλλῃ 的并列。直译为“一个被带往这一向,另一个被带往那一向”,用以表示“人各一词、被拉扯往不同方向(意见分歧)”的分散性句式。
- 263dἀμηχάνως γε ὡς σφόδρα
ἀμηχάνως ὡς 后接副词(或形容词)的惯用结构。字面意思是“到了无法想出办法来如何……的地步”,此关系从句结构已固化为副词性短语,表示最高程度的强调(“不可思议地”、“极其”)。
