← 柏拉图

泰阿泰德篇

§159-160

知觉的相对性与知识即知觉定义的完成

苏格拉底和泰阿泰德一致同意,即使是同一个人,在健康和生病时对事物的知觉(如葡萄酒的甜与苦)也会发生变化,一切存在与生成仅在知觉者与知觉对象的动态关系中成立。由此,泰阿泰德关于“知识即知觉”的定义与普罗泰戈拉及赫拉克利特的学说相契合,在理论上宣告完成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§159

ΘΕΑΙ. ἀδύνατον τοίνυν ταὐτόν τι ἔχειν ἢ ἐν δυνάμει ἢ ἐν ἄλλῳ ὁτῳοῦν, ὅταν ᾖ κομιδῇ ἕτερον.1 ΣΩ. ἆρʼ οὖν οὐ καὶ ἀνόμοιον ἀναγκαῖον τὸ τοιοῦτον ὁμολογεῖν; ΘΕΑΙ. ἔμοιγε δοκεῖ. ΣΩ. εἰ ἄρα τι συμβαίνει ὅμοιόν τῳ γίγνεσθαι ἢ ἀνόμοιον, εἴτε ἑαυτῷ εἴτε ἄλλῳ, ὁμοιούμενον μὲν ταὐτὸν φήσομεν γίγνεσθαι, ἀνομοιούμενον δὲ ἕτερον; ΘΕΑΙ. ἀνάγκη. ΣΩ. οὐκοῦν πρόσθεν ἐλέγομεν ὡς πολλὰ μὲν εἴη τὰ ποιοῦντα καὶ ἄπειρα, ὡσαύτως δέ γε τὰ πάσχοντα; ΘΕΑΙ. ναί. ΣΩ. καὶ μὴν ὅτι γε ἄλλο ἄλλῳ συμμειγνύμενον καὶ ἄλλῳ οὐ ταὐτὰ ἀλλʼ ἕτερα γεννήσει; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΣΩ. λέγωμεν δὴ ἐμέ τε καὶ σὲ καὶ τἆλλα ἤδη κατὰ τὸν αὐτὸν λόγον, Σωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα.2 πότερον ὅμοιον τοῦτʼ ἐκείνῳ ἢ ἀνόμοιον φήσομεν; ΘΕΑΙ. ἆρα τὸν ἀσθενοῦντα Σωκράτη, ὅλον τοῦτο λέγεις ὅλῳ ἐκείνῳ, τῷ ὑγιαίνοντι Σωκράτει; ΣΩ. κάλλιστα ὑπέλαβες· αὐτὸ τοῦτο λέγω. ΘΕΑΙ. ἀνόμοιον δήπου. ΣΩ. καὶ ἕτερον ἄρα οὕτως ὥσπερ ἀνόμοιον; ΘΕΑΙ. ἀνάγκη. ΣΩ. καὶ καθεύδοντα δὴ καὶ πάντα ἃ νυνδὴ διήλθομεν, ὡσαύτως φήσεις; ΘΕΑΙ. ἔγωγε. ΣΩ. ἕκαστον δὴ τῶν πεφυκότων τι ποιεῖν, ἄλλο τι, ὅταν μὲν λάβῃ ὑγιαίνοντα Σωκράτη, ὡς ἑτέρῳ μοι χρήσεται, ὅταν δὲ ἀσθενοῦντα, ὡς ἑτέρῳ; ΘΕΑΙ. τί δʼ οὐ μέλλει; ΣΩ. καὶ ἕτερα δὴ ἐφʼ ἑκατέρου γεννήσομεν ἐγώ τε ὁ πάσχων καὶ ἐκεῖνο τὸ ποιοῦν; ΘΕΑΙ. τί μήν; ΣΩ. ὅταν δὴ οἶνον πίνω ὑγιαίνων, ἡδύς μοι φαίνεται καὶ γλυκύς; ΘΕΑΙ. ναί. ΣΩ. ἐγέννησε γὰρ δὴ ἐκ τῶν προωμολογημένων τό τε ποιοῦν καὶ τὸ πάσχον γλυκύτητά τε καὶ αἴσθησιν, ἅμα φερόμενα ἀμφότερα, καὶ ἡ μὲν αἴσθησις πρὸς τοῦ πάσχοντος οὖσα3 αἰσθανομένην τὴν γλῶτταν ἀπηργάσατο, ἡ δὲ γλυκύτης πρὸς τοῦ οἴνου περὶ αὐτὸν φερομένη γλυκὺν τὸν οἶνον τῇ ὑγιαινούσῃ γλώττῃ ἐποίησεν καὶ εἶναι καὶ φαίνεσθαι. ΘΕΑΙ. πάνυ μὲν οὖν τὰ πρότερα ἡμῖν οὕτως ὡμολόγητο. ΣΩ. ὅταν δὲ ἀσθενοῦντα, ἄλλο τι πρῶτον μὲν τῇ ἀληθείᾳ οὐ τὸν αὐτὸν ἔλαβεν; ἀνομοίῳ γὰρ δὴ προσῆλθεν. ΘΕΑΙ. ναί. ΣΩ. ἕτερα δὴ αὖ ἐγεννησάτην ὅ τε τοιοῦτος Σωκράτης καὶ ἡ τοῦ οἴνου πόσις, περὶ μὲν τὴν γλῶτταν αἴσθησιν πικρότητος, περὶ δὲ τὸν οἶνον γιγνομένην καὶ φερομένην πικρότητα, καὶ τὸν μὲν οὐ πικρότητα ἀλλὰ πικρόν, ἐμὲ δὲ οὐκ αἴσθησιν ἀλλʼ αἰσθανόμενον; ΘΕΑΙ. κομιδῇ μὲν οὖν.

泰阿泰德:因此,当某物完全不同时,它在力量或任何其他方面都不可能拥有任何相同的东西。 苏格拉底:那么,难道不也必须承认这样的人(或事物)是不相似的吗? 泰阿泰德:我觉得是这样。 苏格拉底:那么,如果某物变得与某物相似或不相似,无论是与自身还是与他物,当它变得相似时,我们是否要说它变得相同,而当它变得不相似时,它变得不同? 泰阿泰德:必然如此。 苏格拉底:我们先前不是说过,施动者是多数且无限的,受动者同样也是如此吗? 泰阿泰德:是的。 苏格拉底:而且,一物与另一物相混合,以及与又一物相混合,所产生的将不是相同的而是不同的东西,对吗? 泰阿泰德:确实完全如此。 苏格拉底:那么,现在让我们按照同样的道理来说说我和你以及其他事物,比如健康的苏格拉底,和生病的苏格拉底。我们是说这一个与那一个相似呢,还是不相似呢? 泰阿泰德:你是指生病的苏格拉底,即这整个,与那整个,即健康的苏格拉底相比吗? 苏格拉底:你理解得极好;我正是这个意思。 泰阿泰德:当然是不相似的。 苏格拉底:那么,它也是不同的,正如它是不相似的一样? 泰阿泰德:必然如此。 苏格拉底:那么,对于睡觉的人,以及我们刚才经历的所有状态,你也会同样这么说吗? 泰阿泰德:我确实会。 苏格拉底:那么,每一个天生能施加作用的事物,当它遇到健康的苏格拉底时,会把我当作一个不同的事物来对待,而当它遇到生病的苏格拉底时,又当作另一个不同的事物来对待,是吗? 泰阿泰德:怎么会不这样呢? 苏格拉底:因此,在每一种情况下,作为受动者的我和那施动者都会产生不同的东西,对吗? 泰阿泰德:当然。 苏格拉底:那么,当我健康时喝葡萄酒,它对我显现为是愉悦且甘甜的吗? 泰阿泰德:是的。 苏格拉底:因为,根据我们先前的协定,那施动者和受动者确实产生了甘甜和知觉,两者同时运动;知觉在受动者一侧,使得舌头成为在知觉着的,而甘甜在葡萄酒一侧并围绕它运动,使得葡萄酒对健康的舌头来说,既是甘甜的,也显现为是甘甜的。 泰阿泰德:确实完全如此,我们之前就是这样同意的。 苏格拉底:但是当它遇到生病的苏格拉底时,首先,在真实中它所遇到的难道不是另一个人吗?因为它接近的是一个不相似的人。 泰阿泰德:是的。 苏格拉底:那么,这一次,这样状态下的苏格拉底和喝葡萄酒这两者,又产生了不同的东西:在舌头周围产生了对苦味的知觉,在葡萄酒周围产生了生成并运动的苦味,使得葡萄酒不是苦味本身而是变苦,而使我不是知觉本身而是成为知觉着的? 泰阿泰德:确实完全如此。

§160

ΣΩ. οὔκουν ἐγώ τε οὐδὲν ἄλλο ποτὲ γενήσομαι οὕτως αἰσθανόμενος· τοῦ γὰρ ἄλλου ἄλλη αἴσθησις, καὶ ἀλλοῖον καὶ ἄλλον ποιεῖ τὸν αἰσθανόμενον· οὔτʼ ἐκεῖνο τὸ ποιοῦν ἐμὲ μήποτʼ ἄλλῳ συνελθὸν ταὐτὸν γεννῆσαν τοιοῦτον γένηται· ἀπὸ γὰρ ἄλλου ἄλλο γεννῆσαν ἀλλοῖον γενήσεται. ΘΕΑΙ. ἔστι ταῦτα. ΣΩ. οὐδὲ μὴν ἔγωγε ἐμαυτῷ τοιοῦτος, ἐκεῖνό τε ἑαυτῷ τοιοῦτον γενήσεται. ΘΕΑΙ. οὐ γὰρ οὖν. ΣΩ. ἀνάγκη δέ γε ἐμέ τε τινὸς γίγνεσθαι, ὅταν αἰσθανόμενος γίγνωμαι· αἰσθανόμενον γάρ, μηδενὸς δὲ αἰσθανόμενον, ἀδύνατον γίγνεσθαι· ἐκεῖνό τε τινὶ γίγνεσθαι, ὅταν γλυκὺ ἢ πικρὸν ἤ τι τοιοῦτον γίγνηται· γλυκὺ γάρ, μηδενὶ δὲ γλυκὺ ἀδύνατον γενέσθαι. ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΣΩ. λείπεται δὴ οἶμαι ἡμῖν ἀλλήλοις, εἴτʼ ἐσμέν, εἶναι, εἴτε γιγνόμεθα, γίγνεσθαι,4 ἐπείπερ ἡμῶν ἡ ἀνάγκη τὴν οὐσίαν συνδεῖ μέν, συνδεῖ δὲ οὐδενὶ τῶν ἄλλων οὐδʼ αὖ ἡμῖν αὐτοῖς. ἀλλήλοις δὴ λείπεται συνδεδέσθαι. ὥστε εἴτε τις εἶναί τι ὀνομάζει, τινὶ εἶναι ἢ τινὸς ἢ πρός τι ῥητέον αὐτῷ, εἴτε γίγνεσθαι· αὐτὸ δὲ ἐφʼ αὑτοῦ τι ἢ ὂν ἢ γιγνόμενον οὔτε αὐτῷ λεκτέον οὔτʼ ἄλλου λέγοντος ἀποδεκτέον, ὡς ὁ λόγος ὃν διεληλύθαμεν σημαίνει. ΘΕΑΙ. παντάπασι μὲν οὖν, ὦ Σώκρατες. ΣΩ. οὐκοῦν ὅτε δὴ τὸ ἐμὲ ποιοῦν ἐμοί ἐστιν καὶ οὐκ ἄλλῳ, ἐγὼ καὶ αἰσθάνομαι αὐτοῦ, ἄλλος δʼ οὔ; ΘΕΑΙ. πῶς γὰρ οὔ; ΣΩ. ἀληθὴς ἄρα ἐμοὶ ἡ ἐμὴ αἴσθησις—τῆς γὰρ ἐμῆς οὐσίας ἀεί ἐστιν—καὶ ἐγὼ κριτὴς κατὰ τὸν Πρωταγόραν τῶν τε ὄντων ἐμοὶ ὡς ἔστι, καὶ τῶν μὴ ὄντων ὡς οὐκ ἔστιν. ΘΕΑΙ. ἔοικεν. ΣΩ. πῶς ἂν οὖν ἀψευδὴς ὢν καὶ μὴ πταίων τῇ διανοίᾳ περὶ τὰ ὄντα ἢ γιγνόμενα οὐκ ἐπιστήμων ἂν εἴην ὧνπερ αἰσθητής; ΘΕΑΙ. οὐδαμῶς ὅπως οὔ. ΣΩ. παγκάλως ἄρα σοι εἴρηται ὅτι ἐπιστήμη οὐκ ἄλλο τί ἐστιν ἢ αἴσθησις, καὶ εἰς ταὐτὸν συμπέπτωκεν, κατὰ μὲν Ὅμηρον καὶ Ἡράκλειτον καὶ πᾶν τὸ τοιοῦτον φῦλον οἷον ῥεύματα κινεῖσθαι τὰ πάντα, κατὰ δὲ Πρωταγόραν τὸν σοφώτατον πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι, κατὰ δὲ Θεαίτητον τούτων οὕτως ἐχόντων αἴσθησιν ἐπιστήμην γίγνεσθαι. ἦ γάρ, ὦ Θεαίτητε; φῶμεν τοῦτο σὸν μὲν εἶναι οἷον νεογενὲς παιδίον, ἐμὸν δὲ μαίευμα; ἢ πῶς λέγεις; ΘΕΑΙ. οὕτως ἀνάγκη, ὦ Σώκρατες.

苏格拉底:因此,对于任何其他事物,我都绝不会成为这样去知觉它的;因为对另一事物的知觉是另一种知觉,它使知觉者成为不同的、另一个人;同样,那个对我施加作用的事物,如果与另一个人相结合,也绝不会产生相同的东西并成为现在这样的东西;因为由于从另一个主体那里产生出另一个东西,它本身也将变得不同。 泰阿泰德:确实如此。 苏格拉底:而且当然,我仅凭自己不会对自己成为这样,它仅凭自己也不会对自己成为这样。 泰阿泰德:确实不。 苏格拉底:但是,当我成为知觉着的时,我必须成为对某物的知觉者;因为成为知觉着的,却不在知觉任何东西,这是不可能的;同样,当那个事物变得甘甜或苦或诸如此类时,它必须是对某人而言如此;因为成为甘甜的,却不对任何人甘甜,这也是不可能的。 泰阿泰德:确实完全如此。 苏格拉底:因此,我想剩下的就是,无论我们是存在还是生成,我们都被相互绑定在一起,因为必然性虽然将我们的存在绑定在一起,却不将它与任何其他事物绑定,也不将它与我们自身绑定。因此,剩下的只能是相互绑定。所以,如果有人称某物“存在”,他必须说它是“对某人存在”,或是“属于某人”,或是“相对于某物”,在它“生成”时也是如此;但绝不能说任何事物本身自存或自生,自己不能这样说,别人这样说时也不能接受,正如我们刚才阐述的论点所指明的那样。 泰阿泰德:确实完全如此,苏格拉底。 苏格拉底:那么,既然那对我施加作用的事物是对我而言,而不是对别人而言,那么也是我知觉到它,而别人没有知觉到,对吗? 泰阿泰德:怎么会不呢? 苏格拉底:因此,我的知觉对我而言是真实的——因为它总是属于我的存在——而我,根据普罗泰戈拉,是那些对我而言存在的事物之存在的判定者,也是那些不存在的事物之不存在的判定者。 泰阿泰德:似乎是这样。 苏格拉底:那么,既然我在关于存在或生成的事物的思考上是不虚假的且不犯错的,我怎么可能不是我所知觉到的那些事物的知者呢? 泰阿泰德:绝不可能不是。 苏格拉底:那么,你所说的“知识不是别的东西,正是知觉”真是说得太妙了;而这正合流到了同一个结论:按照荷马、赫拉克利特和所有那一派人的说法,万物如溪流般运动;按照最智慧的普罗泰戈拉,人是万物的尺度;而按照泰阿泰德,既然这些情况如此,知觉就成了知识。不是吗,泰阿泰德?我们要说这是你的新生儿,而我是为你助产的吗?还是你怎么说? 泰阿泰德:必须如此,苏格拉底。

语法注4 条
  1. 159aὅταν ᾖ κομιδῇ ἕτερον

    虚拟语气动词 ᾖ 的主语是前一句(“如果某物是完全不同的”,ὃ ἂν ἕτερον ᾖ παντάπασιν)中提到的“完全不同的他物”(ἕτερον)。

  2. 159bΣωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα

    这些是对格形式,作为动词 λέγωμεν(“让我们谈谈……”)的直接宾语,将同一主体的两种不同状态(健康的苏格拉底与生病的苏格拉底)作为不同的实体进行对比呈现。

  3. 159dπρὸς τοῦ πάσχοντος οὖσα

    介词 πρὸς 搭配属格在此处表示“属于……一侧”或“从……一侧产生”。它指出知觉(ἡ αἴσθησις)产生于受动者(ὁ πάσχων)的一侧。

  4. 160bλείπεται δὴ οἶμαι ἡμῖν ἀλλήλοις, εἴτʼ ἐσμέν, εἶναι, εἴτε γιγνόμεθα, γίγνεσθαι

    无人称动词 λείπεται(“剩下的是……”)后接与格 ἡμῖν(“对我们而言”)和与之并列的 ἀλλήλοις(“相互”),以及不定式 εἶναι 与 γίγνεσθαι。这构成了“对我们而言,无论是存在还是生成,剩下的只有相互绑定着存在(或生成)”的意思。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:159-160