- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:158
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底与泰阿泰德讨论了如何证明人处于清醒还是梦境中的难题,以此探讨狂人与做梦者感官知觉的真实性。随后,苏格拉底代表主张“显现即真理”的一方提出了一个新前提:完全不同的事物绝不可能拥有任何相同的力量。
ΘΕΑΙ. ἀληθέστατα λέγεις, ὦ Σώκρατες. ΣΩ. τίς δὴ οὖν, ὦ παῖ, λείπεται λόγος τῷ τὴν αἴσθησιν ἐπιστήμην τιθεμένῳ καὶ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι τούτῳ ᾧ φαίνεται;1 ΘΕΑΙ. ἐγὼ μέν, ὦ Σώκρατες, ὀκνῶ εἰπεῖν ὅτι οὐκ ἔχω τί λέγω, διότι μοι νυνδὴ ἐπέπληξας εἰπόντι αὐτό. ἐπεὶ ὡς ἀληθῶς γε οὐκ ἂν δυναίμην ἀμφισβητῆσαι ὡς οἱ μαινόμενοι ἢ ὀνειρώττοντες οὐ ψευδῆ δοξάζουσιν, ὅταν οἱ μὲν θεοὶ αὐτῶν οἴωνται εἶναι, οἱ δὲ πτηνοί2 τε καὶ ὡς πετόμενοι ἐν τῷ ὕπνῳ διανοῶνται. ΣΩ. ἆρʼ οὖν οὐδὲ τὸ τοιόνδε ἀμφισβήτημα ἐννοεῖς περὶ αὐτῶν, μάλιστα δὲ περὶ τοῦ ὄναρ τε καὶ ὕπαρ; ΘΕΑΙ. τὸ ποῖον; ΣΩ. ὃ πολλάκις σε οἶμαι ἀκηκοέναι ἐρωτώντων, τί ἄν τις ἔχοι τεκμήριον ἀποδεῖξαι, εἴ τις ἔροιτο νῦν οὕτως ἐν τῷ παρόντι πότερον καθεύδομεν καὶ πάντα ἃ διανοούμεθα ὀνειρώττομεν, ἢ ἐγρηγόραμέν τε καὶ ὕπαρ ἀλλήλοις διαλεγόμεθα. ΘΕΑΙ. καὶ μήν, ὦ Σώκρατες, ἄπορόν γε ὅτῳ χρὴ ἐπιδεῖξαι τεκμηρίῳ· πάντα γὰρ ὥσπερ ἀντίστροφα τὰ αὐτὰ παρακολουθεῖ. ἅ τε γὰρ νυνὶ διειλέγμεθα οὐδὲν κωλύει καὶ ἐν τῷ ὕπνῳ δοκεῖν ἀλλήλοις διαλέγεσθαι· καὶ ὅταν δὴ ὄναρ ὀνείρατα δοκῶμεν διηγεῖσθαι, ἄτοπος ἡ ὁμοιότης τούτων ἐκείνοις. ΣΩ. ὁρᾷς οὖν ὅτι τό γε ἀμφισβητῆσαι οὐ χαλεπόν, ὅτε καὶ πότερόν ἐστιν ὕπαρ ἢ ὄναρ ἀμφισβητεῖται, καὶ δὴ ἴσου ὄντος τοῦ χρόνου ὃν καθεύδομεν ᾧ ἐγρηγόραμεν,3 ἐν ἑκατέρῳ διαμάχεται ἡμῶν ἡ ψυχὴ τὰ ἀεὶ παρόντα δόγματα παντὸς μᾶλλον εἶναι ἀληθῆ, ὥστε ἴσον μὲν χρόνον τάδε φαμὲν ὄντα εἶναι, ἴσον δὲ ἐκεῖνα, καὶ ὁμοίως ἐφʼ ἑκατέροις διισχυριζόμεθα. ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΣΩ. οὐκοῦν καὶ περὶ νόσων τε καὶ μανιῶν ὁ αὐτὸς λόγος, πλὴν τοῦ χρόνου ὅτι οὐχὶ ἴσος; ΘΕΑΙ. ὀρθῶς. ΣΩ. τί οὖν; πλήθει χρόνου καὶ ὀλιγότητι τὸ ἀληθὲς ὁρισθήσεται; ΘΕΑΙ. γελοῖον μεντἂν εἴη πολλαχῇ. ΣΩ. ἀλλά τι ἄλλο ἔχεις σαφὲς ἐνδείξασθαι ὁποῖα τούτων τῶν δοξασμάτων ἀληθῆ; ΘΕΑΙ. οὔ μοι δοκῶ. ΣΩ. ἐμοῦ τοίνυν ἄκουε οἷα περὶ αὐτῶν ἂν λέγοιεν οἱ τὰ ἀεὶ δοκοῦντα ὁριζόμενοι τῷ δοκοῦντι εἶναι ἀληθῆ. λέγουσι δέ, ὡς ἐγὼ οἶμαι, οὕτως ἐρωτῶντες· ὦ Θεαίτητε, ὃ ἂν ἕτερον ᾖ παντάπασιν, μή πῄ τινα δύναμιν τὴν αὐτὴν ἕξει τῷ ἑτέρῳ;4 καὶ μὴ ὑπολάβωμεν τῇ μὲν ταὐτὸν εἶναι ὃ ἐρωτῶμεν τῇ δὲ ἕτερον, ἀλλʼ ὅλως ἕτερον.
泰阿泰德:你说得最真实,苏格拉底。 苏格拉底:那么,孩子,对于那主张知觉即知识,且对每个人显现的事物对那显现的对象来说就是存在的人,还剩下什么论点呢? 泰阿泰德:苏格拉底,我有些犹豫要不要说我不知道该说什么,因为你刚才在我这样说的时候训诫了我。因为在事实上,我确实无法反驳说狂人或做梦的人没有抱持虚假的信念,当他们之中有些人以为自己是神,而另一些人则想象自己长着翅膀并在睡眠中飞翔时。 苏格拉底:那么,难道你连关于它们、特别是关于梦境与清醒的这一类争论,都没有思考过吗? 泰阿泰德:哪一类? 苏格拉底:我想你经常听到人们这样提问:如果有人现在就在当下这样问,我们是在睡觉、我们所想的一切都是在做梦,还是我们醒着、在清醒的状态下互相交谈,人有什么凭证可以证明呢? 泰阿泰德:确实,苏格拉底,很难看出应当用什么凭证来证明;因为所有相同的事情都如影随形地伴随着,仿佛是互相对映的。因为没有任何东西阻止我们刚才所交谈的一切在梦中看起来也是在互相交谈;而且当我们在梦中似乎在讲述梦境时,这些与那些(清醒时的经历)之间的相似性真是太奇特了。 苏格拉底:那么,你看到了吧,要争论这一点并不困难,因为连到底是清醒还是做梦都在被争论,而且由于我们睡觉的时间与醒着的时间相等,在每一种状态下,我们的灵魂都极力坚称当时呈现的信念比什么都更真实,以至于我们在相等的时间里说这些是真实存在的,在相等的时间里又说那些是真实存在的,并且对这两者我们都同样坚信不疑。 泰阿泰德:确实完全如此。 苏格拉底:那么,关于疾病和疯癫,除了时间不相等之外,不也是同样的道理吗? 泰阿泰德:对。 苏格拉底:那么怎样?真理将由时间的多数和少数来界定吗? 泰阿泰德:那在很多方面都会是荒谬的。 苏格拉底:但是你还有什么其他明确的办法来指出这些信念中哪些是真实的吗? 泰阿泰德:我觉得没有。 苏格拉底:那么,请听我告诉你,那些将随时显现的事物界定为对显现者来说是真实的人,会关于这些说些什么。我想,他们是通过这样提问来阐述的: “泰阿泰德,如果某物是完全不同的,它在任何方面都会拥有与另一物相同的某种力量吗?而且我们不要设想我们所问的东西在某一方面相同而在另一方面不同,而是完全不同。”
- 158τῷ τὴν αἴσθησιν ἐπιστήμην τιθεμένῳ καὶ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι τούτῳ ᾧ φαίνεται
与格分词 τῷ ... τιθεμένῳ(“对于主张……的人”)在此作关系与格。在此结构中,καὶ τὰ φαινόμενα ... εἶναι(“以及显现的事物也是存在的”)作为不定式动词结构并列,依附于 τιθεμένῳ。τούτῳ ᾧ φαίνεται 是依附于 εἶναι 的与格,意为“对于该显现所对待的那个人”。
- 158bὅταν οἱ μὲν θεοὶ αὐτῶν οἴωνται εἶναι, οἱ δὲ πτηνοί
属格 αὐτῶν(“他们中的”)是用作表示部分意义的属格(partitive genitive),指代前文的狂人或做梦的人,并分配给后文的 οἱ μὲν ... οἱ δὲ ... 两个群体:“他们中有些人认为自己是神,而另一些人认为自己是长着翅膀的……”。
- 158dἴσου ὄντος τοῦ χρόνου ὃν καθεύδομεν ᾧ ἐγρηγόραμεν
在独立属格结构 ἴσου ὄντος τοῦ χρόνου 中,关系代名词 ᾧ 的先行词 τούτῳ [τῷ χρόνῳ] 被省略,且该关系代名词同化为形容词 ἴσου(与……相等)所要求的与格。因此它代表“与我们醒着的时间相等”。
- 158eμή πῄ τινα δύναμιν τὴν αὐτὴν ἕξει τῷ ἑτέρῳ;
由 μή 引导的疑问句表达了一种带有否定预期或反问语气的假定(“难道它会有……吗?”),在此起到了强烈的修辞性否定作用,暗示一个完全不同的事物绝不可能拥有与另一事物相同的任何力量。
