- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底通过驯马师的类比,揭示了美勒托斯关于“除苏格拉底外所有雅典人都在教育青年”这一主张的荒谬性。他还论证说,没有人会故意败坏自己的同伴,因为这样做会给自己带来伤害,从而揭示了美勒托斯指控其故意败坏青年的逻辑矛盾。
τί δὲ δή; οἱ δὲ ἀκροαταὶ βελτίους ποιοῦσιν ἢ οὔ;καὶ οὗτοι.τί δέ, οἱ βουλευταί;καὶ οἱ βουλευταί.ἀλλʼ ἄρα, ὦ Μέλητε, μὴ οἱ ἐν τῇ ἐκκλησίᾳ,1 οἱ ἐκκλησιασταί, διαφθείρουσι τοὺς νεωτέρους; ἢ κἀκεῖνοι βελτίους ποιοῦσιν ἅπαντες;κἀκεῖνοι.πάντες ἄρα, ὡς ἔοικεν, Ἀθηναῖοι καλοὺς κἀγαθοὺς ποιοῦσι πλὴν ἐμοῦ, ἐγὼ δὲ μόνος διαφθείρω. οὕτω λέγεις;πάνυ σφόδρα ταῦτα λέγω.πολλήν γέ μου κατέγνωκας δυστυχίαν.2 καί μοι ἀπόκριναι· ἦ καὶ περὶ ἵππους οὕτω σοι δοκεῖ ἔχειν; οἱ μὲν βελτίους ποιοῦντες3 αὐτοὺς πάντες ἄνθρωποι εἶναι, εἷς δέ τις ὁ διαφθείρων; ἢ τοὐναντίον τούτου πᾶν εἷς μέν τις ὁ βελτίους οἷός τʼ ὢν ποιεῖν ἢ πάνυ ὀλίγοι, οἱ ἱππικοί, οἱ δὲ πολλοὶ ἐάνπερ συνῶσι καὶ χρῶνται ἵπποις, διαφθείρουσιν; οὐχ οὕτως ἔχει, ὦ Μέλητε, καὶ περὶ ἵππων καὶ τῶν ἄλλων ἁπάντων ζῴων; πάντως δήπου, ἐάντε σὺ καὶ Ἄνυτος οὐ φῆτε ἐάντε φῆτε· πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἷς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δʼ ἄλλοι ὠφελοῦσιν. ἀλλὰ γάρ, ὦ Μέλητε, ἱκανῶς ἐπιδείκνυσαι ὅτι οὐδεπώποτε ἐφρόντισας τῶν νέων, καὶ σαφῶς ἀποφαίνεις τὴν σαυτοῦ ἀμέλειαν, ὅτι οὐδέν σοι μεμέληκεν περὶ ὧν ἐμὲ εἰσάγεις.ἔτι δὲ ἡμῖν εἰπέ, ὦ πρὸς Διὸς Μέλητε, πότερόν ἐστιν οἰκεῖν ἄμεινον ἐν πολίταις χρηστοῖς ἢ πονηροῖς; ὦ τάν, ἀπόκριναι· οὐδὲν γάρ τοι χαλεπὸν ἐρωτῶ. οὐχ οἱ μὲν πονηροὶ κακόν τι ἐργάζονται τοὺς ἀεὶ ἐγγυτάτω αὑτῶν ὄντας, οἱ δʼ ἀγαθοὶ ἀγαθόν τι;πάνυ γε. ἔστιν οὖν ὅστις βούλεται ὑπὸ τῶν συνόντων βλάπτεσθαι μᾶλλον ἢ ὠφελεῖσθαι; ἀποκρίνου, ὦ ἀγαθέ· καὶ γὰρ ὁ νόμος κελεύει ἀποκρίνεσθαι. ἔσθʼ ὅστις βούλεται βλάπτεσθαι;οὐ δῆτα.φέρε δή, πότερον ἐμὲ εἰσάγεις δεῦρο ὡς διαφθείροντα τοὺς νέους καὶ πονηροτέρους ποιοῦντα ἑκόντα ἢ ἄκοντα;ἑκόντα ἔγωγε.τί δῆτα, ὦ Μέλητε; τοσοῦτον σὺ ἐμοῦ σοφώτερος εἶ τηλικούτου ὄντος τηλικόσδε ὤν, ὥστε σὺ μὲν ἔγνωκας ὅτι οἱ μὲν κακοὶ κακόν τι ἐργάζονται ἀεὶ τοὺς μάλιστα πλησίον ἑαυτῶν, οἱ δὲ ἀγαθοὶ ἀγαθόν, ἐγὼ δὲ δὴ εἰς τοσοῦτον ἀμαθίας ἥκω4 ὥστε καὶ τοῦτʼ ἀγνοῶ, ὅτι ἐάν τινα μοχθηρὸν ποιήσω τῶν συνόντων, κινδυνεύσω κακόν τι λαβεῖν ὑπʼ αὐτοῦ, ὥστε τοῦτο τὸ τοσοῦτον κακὸν ἑκὼν ποιῶ, ὡς φῂς σύ;
苏格拉底:那么,听众又如何呢?他们是使青年变得更好,还是不呢? 美勒托斯:他们也(使青年变得更好)。 苏格拉底:那么,议员们呢? 美勒托斯:议员们也一样。 苏格拉底:但是,美勒托斯,难道在公民大会里的那些人,即公民大会的成员们,在败坏青年吗?或者,他们所有人也使青年变得更好吗? 美勒托斯:他们也一样。 苏格拉底:那么,正如所见,除了我之外,所有的雅典人都在使青年变得优秀,而唯独我一个人在败坏他们。你是这样说的吗? 美勒托斯:我非常肯定地这样说。 苏格拉底:你判定我处于极大的不幸中。那么请回答我:在马的事情上你也是这样认为的吗?所有使它们变得更好的人是整个人类,而败坏它们的却只是某一个特定的人?或者恰恰相反,能够使它们变得更好的只是某一个特定的人,或者极少数的人,即驯马师,而大多数人如果与马相处并使用它们,就会败坏它们?美勒托斯,无论是对马还是对所有其他动物,难道不都是这样吗?这绝对是毫无疑问的,无论你和安尼图斯是否否认。因为,如果只有一个人在败坏青年,而其他人都在造就他们,那对青年来说可真是极大的幸运。但是,美勒托斯,你已经充分表明你从未关心过青年,并且清楚地显露了你自己的疏忽,因为对于你把我控告到这里来的这些事情,你根本不曾放在心上。 此外,请看在宙斯的份上告诉我们,美勒托斯,居住在优秀的公民中好,还是居住在邪恶的公民中好?请回答,朋友,因为我问的并不是什么难事。难道邪恶的人不会总是给最亲近他们的人带来伤害,而优秀的人则带来好处吗? 美勒托斯:当然。 苏格拉底:那么,有谁宁愿受到同伴的伤害,而不愿得到好处呢?回答我,好人,因为法律也命令你回答。有谁想要受到伤害吗? 美勒托斯:当然没有。 苏格拉底:那么,你把我控告到这里来,是说我故意败坏青年并使他们变得更坏,还是无意中这样做的呢? 美勒托斯:我说是故意的。 苏格拉底:这又是为什么,美勒托斯?你年纪轻轻,却比我这个年纪的人聪明这么多,以至于你已经知道,坏人总是给最亲近他们的人带来伤害,而好人则带来好处,而我却竟然愚蠢到如此地步,连这都不知道:如果我使同伴中的某人变得邪恶,我就将面临从他那里受到伤害的危险,以至于我竟然像你所说的那样,故意去作这如此之大的恶吗?
- 25aμὴ οἱ ἐν τῇ ἐκκλησίᾳ
μὴ 与直陈式现在时(διαφθείρουσι)连用,引导一个语气上倾向于否定回答、或表达某种担忧的疑问句(“难道……在败坏吗?”)。
- 25aπολλήν γέ μου κατέγνωκας δυστυχίαν
动词 καταγιγνώσκω(判决、控诉)支配被控诉人的属格(μου)以及指代判决内容或不幸的宾格(πολλήν... δυστυχίαν)。
- 25aοἱ μὲν βελτίους ποιοῦντες
分词短语 οἱ μὲν βελτίους ποιοῦντες 作为由 δοκεῖ ἔχειν 支配的“带对格的不定式(AcI)”结构的主语,不定式为 εἶναι,而 πάντες ἄνθρωποι 为谓语对格。
- 25eἐγὼ δὲ δὴ εἰς τοσοῦτον ἀμαθίας ἥκω
介词短语 εἰς τοσοῦτον 后接部分属格 ἀμαθίας,表示程度(“达到如此愚蠢的地步”),并与后面的 ὥστε 引导的结果从句相呼应。
