- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
介绍了对苏格拉底的主要起诉人,针对败坏青年和不敬神的新指控,苏格拉底与美勒托斯之间展开了法庭上的直接辩论。
ἐκ τούτων καὶ Μέλητός μοι ἐπέθετο καὶ Ἄνυτος καὶ Λύκων, Μέλητος μὲν ὑπὲρ τῶν ποιητῶν ἀχθόμενος, Ἄνυτος δὲ ὑπὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν, Λύκων δὲ ὑπὲρ τῶν ῥητόρων· ὥστε, ὅπερ ἀρχόμενος ἐγὼ ἔλεγον, θαυμάζοιμʼ ἂν εἰ1 οἷός τʼ εἴην ἐγὼ ὑμῶν ταύτην τὴν διαβολὴν ἐξελέσθαι ἐν οὕτως ὀλίγῳ χρόνῳ οὕτω πολλὴν γεγονυῖαν. ταῦτʼ ἔστιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τἀληθῆ, καὶ ὑμᾶς οὔτε μέγα οὔτε μικρὸν ἀποκρυψάμενος ἐγὼ λέγω οὐδʼ ὑποστειλάμενος. καίτοι οἶδα σχεδὸν ὅτι αὐτοῖς τούτοις ἀπεχθάνομαι, ὃ καὶ τεκμήριον ὅτι ἀληθῆ λέγω καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμὴ καὶ τὰ αἴτια ταῦτά ἐστιν. καὶ ἐάντε νῦν ἐάντε αὖθις ζητήσητε ταῦτα, οὕτως εὑρήσετε. περὶ μὲν οὖν ὧν οἱ πρῶτοί μου κατήγοροι κατηγόρουν αὕτη ἔστω ἱκανὴ ἀπολογία πρὸς ὑμᾶς· πρὸς δὲ Μέλητον τὸν ἀγαθὸν καὶ φιλόπολιν, ὥς φησι, καὶ τοὺς ὑστέρους μετὰ ταῦτα πειράσομαι ἀπολογήσασθαι. αὖθις γὰρ δή, ὥσπερ ἑτέρων τούτων ὄντων κατηγόρων, λάβωμεν αὖ τὴν τούτων ἀντωμοσίαν. ἔχει δέ πως ὧδε· Σωκράτη φησὶν ἀδικεῖν τούς τε νέους διαφθείροντα2 καὶ θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζοντα, ἕτερα δὲ δαιμόνια καινά. τὸ μὲν δὴ ἔγκλημα τοιοῦτόν ἐστιν· τούτου δὲ τοῦ ἐγκλήματος ἓν ἕκαστον ἐξετάσωμεν.φησὶ γὰρ δὴ τοὺς νέους ἀδικεῖν με διαφθείροντα. ἐγὼ δέ γε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικεῖν φημι Μέλητον, ὅτι σπουδῇ χαριεντίζεται, ῥᾳδίως εἰς ἀγῶνα καθιστὰς ἀνθρώπους, περὶ πραγμάτων προσποιούμενος σπουδάζειν καὶ κήδεσθαι ὧν οὐδὲν τούτῳ πώποτε ἐμέλησεν· ὡς δὲ τοῦτο οὕτως ἔχει, πειράσομαι καὶ ὑμῖν ἐπιδεῖξαι. καί μοι δεῦρο, ὦ Μέλητε, εἰπέ· ἄλλο τι ἢ3 περὶ πλείστου ποιῇ ὅπως ὡς βέλτιστοι οἱ νεώτεροι ἔσονται;ἔγωγε.ἴθι δή νυν εἰπὲ τούτοις, τίς αὐτοὺς βελτίους ποιεῖ; δῆλον γὰρ ὅτι οἶσθα, μέλον γέ σοι. τὸν μὲν γὰρ διαφθείροντα ἐξευρών, ὡς φῄς, ἐμέ, εἰσάγεις τουτοισὶ καὶ κατηγορεῖς· τὸν δὲ δὴ βελτίους ποιοῦντα ἴθι εἰπὲ καὶ μήνυσον αὐτοῖς τίς ἐστιν. —ὁρᾷς, ὦ Μέλητε, ὅτι σιγᾷς καὶ οὐκ ἔχεις εἰπεῖν; καίτοι οὐκ αἰσχρόν σοι δοκεῖ εἶναι καὶ ἱκανὸν τεκμήριον οὗ δὴ ἐγὼ λέγω, ὅτι σοι οὐδὲν μεμέληκεν; ἀλλʼ εἰπέ, ὠγαθέ, τίς αὐτοὺς ἀμείνους ποιεῖ;οἱ νόμοι. ἀλλʼ οὐ τοῦτο ἐρωτῶ, ὦ βέλτιστε, ἀλλὰ τίς ἄνθρωπος, ὅστις πρῶτον καὶ αὐτὸ τοῦτο οἶδε, τοὺς νόμους;οὗτοι, ὦ Σώκρατες, οἱ δικασταί.πῶς λέγεις, ὦ Μέλητε; οἵδε τοὺς νέους παιδεύειν οἷοί τέ εἰσι καὶ βελτίους ποιοῦσιν;μάλιστα.πότερον ἅπαντες, ἢ οἱ μὲν αὐτῶν, οἱ δʼ οὔ;ἅπαντες.εὖ γε νὴ τὴν Ἥραν λέγεις καὶ πολλὴν ἀφθονίαν τῶν ὠφελούντων.
从这些人中,美勒托斯、安尼图斯和吕康袭击了我:美勒托斯是为了诗人们而恼怒,安尼图斯是为了手艺人和政治家们,吕康则是为了修辞学家们。因此,正如我开始时所说的,如果我能在这如此短的时间内,消除你们心中这已经变得如此深重的偏见,那将是令人惊讶的事。雅典的市民们,这就是对你们说的真话,我毫不隐瞒,无论大事还是小事,也毫无保留。然而,我差不多知道,我正是因为这些话而招致怨恨,而这恰恰证明我所说的是真话,并且这就是对我的中伤,而这些就是它的原因。无论你们现在还是以后调查这些,都会发现确实如此。 对于我的第一批起诉人所提出的控告,对你们作这样的辩护也就可以了。接下来,我将努力向美勒托斯——正如他自己所说的“善良且爱国”的人——以及此后的起诉人们进行辩护。因为,既然这些是另一批起诉人,让我们再来拿他们的起诉书看看。其内容大致如下:它说苏格拉底通过败坏青年而犯罪,并且不信仰城邦所信仰的神明,而是信仰其他新的神灵。起诉状确实就是这样的;让我们来一一审视这项控告。 因为他确实说我通过败坏青年而犯罪。但是,雅典的市民们,我却说美勒托斯在犯罪,因为他在严肃的事情上开玩笑,轻易地把人送上法庭,假装关心和在意那些他从未放在心上的事情。至于事实确实如此,我也将努力向你们表明。 苏格拉底:来,美勒托斯,告诉我:你岂不是把使年轻一代尽可能变得最好,看得比什么都重要吗? 美勒托斯:我是这样。 苏格拉底:那么,请告诉这些人,谁使他们变得更好?因为你显然知道,既然你如此关心。既然你已经找出了败坏他们的人——如你所说,就是我——并把拉我到这些人面前并起诉。那么,请告诉他们,并向他们指出谁是使他们变得更好的人。——美勒托斯,你看到你保持沉默,无话可说了吗?然而,你不觉得这很可耻,并且是我所说的话的充分证据,证明你根本没有关心过这件事吗?来吧,好人,告诉我们,谁使他们变得更好? 美勒托斯:法律。 苏格拉底:但我不是问这个,最优秀的人,而是问什么人,他首先知道这件具体的事,即法律? 美勒托斯:苏格拉底,就是这些人,这些审判员。 苏格拉底:你怎么说,美勒托斯?这些人能够教育青年并使他们变得更好吗? 美勒托斯:当然。 苏格拉底:是所有人,还是他们中的一些人能够,而另一些人不能? 美勒托斯:所有人。 苏格拉底:以赫拉起誓,你说得真好,这可真是有益之人的极大丰裕。
- 24aθαυμάζοιμʼ ἂν εἰ
归结句中的潜在祈愿语气(ἂν + 祈愿语气)与条件句中的祈愿语气(εἰ + 祈愿语气)相结合,表示温和的假设或可能性较低的假定(“如果我能……,那将是令人惊讶的”)。
- 24bδιαφθείροντα
宾格现在分词,与不定式 ἀδικεῖν 的逻辑主语(Σωκράτη)一致。在此作为补充性分词,用以说明违法行为的具体手段或内容(“通过败坏青年而犯罪”)。
- 24cἄλλο τι ἤ
由 ἄλλο τι [ἔστιν] ἤ 省略而来的惯用表达,其功能类似于反问句(“难道不是……吗”),引导一个预期得到肯定回答的疑问。
