← 战术家埃涅阿斯

围城御敌策

§12.1-12.5

接纳与管束盟军和外邦雇佣兵的告诫

作者援引迦克墩和赫拉克利亚的事例告诫道,当接纳盟军或外邦雇佣兵入城时,公民自身必须始终在武力上占据优势并将其分散配置,否则将面临反遭其控制和倾覆城邦的危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Χρὴ δὲ καὶ συμμάχων1 εἰς τὴν πόλιν μήποτε ἅμα διατελεῖν τοὺς συμμάχους, ἀλλὰ διεσκεδάσθαι ὁμοτρόπως τῶν αὐτῶν ἕνεκεν τοῖς προειρημένοις.2

关于盟友,盟军绝不可全员一同留驻在城内,而必须以同样的方式分散安置,其缘由与前述者相同。

§12.2

τὸ δὲ αὐτὸ καὶ μετὰ ξένων μισθοφόρων μέλλοντάς τι πράσσειν ἀεὶ χρὴ ὑπερέχειν πλήθει καὶ δυνάμει τοὺς ἐπαγομένους πολίτας τῶν ξένων· εἰ δὲ μή, ἐπʼ ἐκείνοις γίγνονται αὐτοί τε καὶ ἡ πόλις. οἷον Χαλκηδονίοις πολιορκουμένοις παρόντες σύμμαχοι ἔπεμψαν φρουρὰν αὐτοῖς οἱ τῶν Χαλκηδονίων σύμμαχοι. βουλευομένων3 τὰ αὑτοῖς συμφέροντα οὐκ ἔφασαν οἱ φρουροὶ ἐπιτρέψειν, ἐὰν μὴ καὶ Κυζικηνοῖς δοκῇ εἶναι συμφέροντα, ὥστε τοῖς Χαλκηδονίοις τὴν φρουρὰν ἔσω οὖσαν πολὺ φοβερωτέραν εἶναι τῶν προκαθημένων πολεμίων.

对于打算借助外邦雇佣兵采取行动的人而言也是如此,引入佣兵的公民必须始终在人数和力量上压倒这些外邦人;否则,公民自身与城邦都将受制于他们。例如,当迦克墩人被围困时,迦克墩人的盟友向他们派遣了一支驻军。当迦克墩人商议有利于自身的事情时,守军却声称绝不允许,除非基齐库斯人亦认为有利;结果对于迦克墩人而言,城内的守军反比陈兵城前的敌人更为可怖。

§12.4

δεῖ οὖν μήποτε εἰς πόλιν οἰκείαν μείζω δύναμιν ἐπακτὸν δέχεσθαι τῆς ὑπαρχούσης τοῖς πολίταις, ξένοις τε χρωμένην ἀεὶ δεῖ τὴν πόλιν πολλῷ ὑπερέχειν τῆς τῶν ξένων δυνάμεως· οὐ γὰρ ἀσφαλὲς ξενοκρατεῖσθαι καὶ ἐπὶ μισθοφόροις γίγνεσθαι.

因此,绝不可向自己的城邦引入超过公民现有力量的外来武装;即使雇佣外邦人,城邦也必须在力量上始终远远超过外邦人的力量。因为受制于外人、任由雇佣兵摆布是绝不安全的。

§12.5

οἷον καὶ Ἡρακλεώταις τοῖς ἐν τῷ Πόντῳ συνέβη. ἐπαγόμενοι γὰρ ξένους πλείονας τοῦ προσήκοντος, πρῶτον μὲν τοὺς ἀντιστασιώτας ἀνεῖλον, ἔπειτα αὑτοὺς καὶ τὴν πόλιν ἀπώλεσαν, τυραννευθέντες ὑπὸ τοῦ εἰσάγοντος τοὺς ξένους.

蓬托斯的赫拉克利亚人便遭遇了这般惨剧。他们引入了超出应有数量的外邦佣兵,起初虽消灭了对立党派,随后却被引入外邦人的那个人施以僭主统治,致使自身与城邦皆遭毁灭。

语法注3 条
  1. 12.1συμμάχων

    句首的属格 συμμάχων 在句法上属于提示话题的“关于属格/关联属格”,因为其后出现了不定式 διατελεῖν 的主格性宾格 τοὺς συμμάχους 作为主语。

  2. 12.1τῶν αὐτῶν ἕνεκεν τοῖς προειρημένοις

    τῶν αὐτῶν 为介词 ἕνεκεν 的宾语(属格),意为“为了同样的原因”;与格 τοῖς προειρημένοις 则与 ὁ αὐτός 呼应,充当表示同等或比较基准的与格(“与前述者相同”)。

  3. 12.3βουλευομένων

    此处为独立属格分词,其逻辑主语因在上下文中已明确(即前文提到的迦克墩人)而省略,与后文主句主语驻军(οἱ φρουροί)构成对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:12.1-12.5