← 战术家埃涅阿斯

围城御敌策

§11.1-11.15

市民的谋反阴谋与各地挫败叛乱的实案

作者告诫须防范内部对立势力与谋反行为,并列举了希俄斯、阿尔戈斯、赫拉克利亚、斯巴达及科尔库拉等地或被巧妙瓦解、或得以得逞的历史叛乱与诡计实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν1 καὶ μηδὲν εὐθέως ἀποδέχεσθαι διὰ τάδε.

此外,对于公民中那些怀有敌对热情的人,也必须予以注意,切不可立即轻信采纳其建议,原因如下。

§11.2

ῥηθήσονται δὲ ἑξῆς αἱ ἐπιβουλαὶ ἐκ τῆς βίβλου παραδείγματος ἕνεκεν, ὅσαι κατὰ πόλιν ἐξ ἀρχόντων ἢ ἰδιωτῶν γεγόνασιν καὶ ὡς ἔνιαι αὐτῶν κωλυθεῖσαι διελύθησαν.

本书将依次列举出于范例目的的阴谋,即由执政官或平民在城邦中发动的图谋,以及其中某些阴谋是如何被阻止并瓦解的。

§11.3

Χίου γὰρ μελλούσης προδίδοσθαι, τῶν ἀρχόντων τις, συμπροδιδοὺς καὶ ἀπατῶν τοὺς συνάρχοντας ἔπεισε λέγων, ὡς, ἐπειδὴ εἰρήνη εἴη, τοῦ τε λιμένος τὸ κλεῖθρον εἰς γῆν ἀνασπάσαντας ξηρᾶναι δεῖ καὶ πισσαλοιφῆσαι καὶ τὰ παλαιὰ τῶν νεῶν ἄρμενα ἀποδόσθαι, τῶν τε νεωρίων ἐπεσκευάσθαι τὰ στάζοντα καὶ τὴν ἐχομένην αὐτῶν στοὰν καὶ τὸν πύργον, ἐν ᾧ διῃτῶντο οἱ ἄρχοντες, ἐχόμενον τῆς στοᾶς, ἵνα ἐκ προφάσεως κλίμακες προπορισθῶσιν τοῖς μέλλουσι καταλαμβάνειν τὰ νεώρια καὶ τὴν στοὰν καὶ τὸν πύργον.

当希俄斯行将被背叛时,一名执政官参与密谋背叛并欺骗同僚,声称由于正值和平时期,应当将港口的防索拖上岸晾干并涂抹沥青,卖掉船只的旧属具,并修葺造船厂漏水之处、邻接的柱廊以及与柱廊相邻的执政官办公之塔楼;以此为借口,为那些即将占领造船厂、柱廊和塔楼的人预先备置云梯。

§11.4

ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵνʼ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ.

此外,他还建议解雇守卫城邦的大多数人员,表面上托词是为了尽可能减少城邦的开支。

§11.5

καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν σπουδάζουσιν.

他通过发表这类合乎同一目的的说辞,说服了同僚们采纳对叛徒和袭击者的夺城图谋大有裨益的措施;因此,必须时刻防范那些极力促成此类事务之人。

§11.6

ἅμα δὲ τοῦ τείχους ἐκδήσας κατεκρέμασε δίκτυα ἐλάφεια καὶ σύεια, ὡσεὶ ξηρᾶναι θέλων, καὶ ἄλλῃ ἱστία ἔξω τοὺς κάλους ἔχοντα· καθʼ ἅπερ ἐν νυκτὶ ἀνέβησαν στρατιῶται.

与此同时,他从城墙上系挂下鹿网与野猪网,装作要将其晾干,又在别处悬挂将缆绳垂在墙外的船帆;士兵们便借此在夜间攀爬而上。

§11.7

Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρʼ αὐτῶν.

在阿尔戈斯,针对对立派系采取了如下手段。当富人们企图对平民发动第二次袭击并正在引入外邦雇佣兵时,平民领袖预先察觉了未来的企图,将意图袭击且敌对平民者中的两人拉拢为秘密亲信,公开与他们为敌并百般苛待,却在暗中从他们那里探听反对派的谋略。

§11.8

ἐπεὶ δʼ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν2 οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον.

当富人们正忙于引入外邦佣兵、城内部分同谋亦已就绪、事发即在翌夜之时,平民领袖决定以最快速度召开公民大会,且预先不透露将要发生之事,以免全城陷入混乱;在陈述其他事宜的同时,他宣布翌夜所有阿尔戈斯人各自全副武装驻留于所属部族乃是有益之举。

§11.9

ἐὰν δέ τις ἄλλως ἐκθῆται τὰ ὅπλα ἢ ἄλλῃ ἐξενεγκάμενος φανῇ, ὡς προδότης καὶ ἐπιβουλεύων τῷ δήμῳ πασχέτω τι.

若有人以其他方式陈列武器,或被发现携带武器现身别处,则须作为背叛者和危害平民政体之图谋者予以惩处。

§11.10

τοῦτο δὴ αὐτὸ ἵνα κατὰ τὰς φυλὰς ὄντες οἱ πλούσιοι μὴ δύνωνται εἰς ταὐτὸ ἀθροισθέντες μετὰ τῶν ξένων ἐπιθέσθαι, ἀλλʼ ἐν ταῖς φυλαῖς ὄντες διακεχωρισμένοι ὦσιν ἐν πολλοῖς ὀλίγοι φυλέταις. καλῶς δὲ δοκεῖ καὶ ἀγχινόως μετʼ ἀσφαλείας διαλῦσαι τὸ μέλλον.

这正是为了使富人们分散在各部族之中,无法与雇佣兵汇聚一处发动袭击,而是置于部族之内,以少数分散于众多的部族成员之中。此举被认为既出色又敏锐地在保全安全的前提下瓦解了迫在眉睫的危机。

§11.10a

παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ, οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι, προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων, ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας λειτουργίας φοιτῶσιν οἱ πλούσιοι.

同样在蓬托斯的赫拉克利亚,当时实行民主政体,富人们图谋推翻平民并欲发动袭击;平民领袖预先知晓其图谋,鉴于本邦原设三个部族和四个百人团,便说服民众改设六十个百人团,以便富人前往这些百人团执行防守警卫及其他公共勤务。

§11.11

συνέβαινεν καὶ ἐνταῦθα διεσκεδασμένους εἶναι τοὺς πλουσίους καὶ ἐν ταῖς ἑκατοστύσιν ὀλίγους ἑκάστοθι παραγίγνεσθαι ἐν πολλοῖς δημόταις·

这里同样达成了使富人们分散开来、在每个百人团中仅以少数混杂于多数平民之中的效果。

§11.12

ὁμότροπον δέ τι τούτῳ καὶ πάλαι ἐν Λακεδαίμονι γενέσθαι. μηνυθείσης γὰρ ἐπιβουλῆς τοῖς ἄρχουσιν ὅτι ὅταν ὁ πῖλος ἀρθῇ ἐπιθήσονται, ἔπαυσαν τοὺς ἐγχειροῦντας ἐπιθέσθαι, κήρυγμα ἀναγγείλαντες τοὺς τὸν πῖλον μέλλοντας ἆραι μὴ ἆραι.3

昔日在拉刻代蒙亦曾发生过同类之事。当执政官获悉密报称凡毡帽举起之时即为袭击之号时,他们通过宣令官颁布禁令,禁止那些意欲举起毡帽的人举起它,从而制止了企图袭击者。

§11.13

Ἐν Κορκύρᾳ δὲ ἐπανάστασιν δέον γενέσθαι4 ἐκ τῶν πλουσίων καὶ ὀλιγαρχικῶν τῷ δήμῳ (ἐπεδήμει δὲ καὶ Χάρης Ἀθηναῖος φρουρὰν ἔχων, ὅσπερ συνήθελεν τῇ ἐπαναστάσει) ἐτεχνάσθη τοιόνδε.

在科尔库拉,当富人和寡头派企图对平民发动叛变时(雅典人哈雷斯亦率守军驻留在彼,并赞同此项叛变),施展了如下诡计。

§11.14

τῶν τῆς φρουρᾶς τινες ἄρχοντες σικύας προσβαλόμενοι καὶ τομὰς ἐν τῷ σώματι ποιησάμενοι καὶ αἱματωθέντες ἐξέδραμον εἰς τὴν ἀγορὰν ὡς πληγὰς ἔχοντες, ἅμα δʼ αὐτοῖς εὐθὺς προπαρεσκευασμένοι οἵ τε ἄλλοι στρατιῶται τὰ ὅπλα ἐξηνέγκαντο καὶ τῶν Κορκυραίων οἱ ἐπιβουλεύοντες.

守军的几名军官在身上扣上拔罐器并割开切口,弄得鲜血淋漓,装作受伤的样子奔入广场;与此同时,早已预备妥当的其他士兵与参与密谋的科尔库拉人立即持械而出。

§11.15

τῶν δʼ ἄλλων ἀγνοούντων τὸ πρᾶγμα καὶ εἰς ἐκκλησίαν παρακληθέντων συνελαμβάνοντο οἱ προστάται τοῦ δήμου, ὡς ἐπαναστάσεως γενομένης ἐξ αὐτῶν, καὶ τὰ ἄλλα μεθίστασαν πρὸς τὸ συμφέρον αὑτοῖς.

其他民众在不明真相的情况下被召集到公民大会上,平民领袖们却被指控发动了叛乱而遭到逮捕,密谋者们遂将其他一切制度更变为有利于自身的状态。

语法注4 条
  1. 11.1τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν

    τῶν πολιτῶν 为部分属格,修饰名词化的与格分词 τοῖς ἀντιπροθυμουμένοις(“显示出对立热情的人”),意为“公民中持有对立热情者”。非人称动词 δεῖ 支配固定短语 προσέχειν τὸν νοῦν(“留心、注意”),后者要求与格补足语。

  2. 11.8ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν

    前置词短语 ἐν τῷ εἰσάγεσθαι(带冠词的现在中动/被动不定式)与动词 ἦσαν 连用,构成表示“正处于某行动之中/正在进行某事”的进行体结构。τοὺς ξένους 在不定式被理解为中动态时充当其逻辑宾语。

  3. 11.12τοὺς τὸν πῖλον μέλλοντας ἆραι μὴ ἆραι

    间接引语中表示禁止命令的结构。对格短语 τοὺς ... μέλλοντας 充当不定式 μὴ ἆραι(“不得举起”)的逻辑主语,整体传达宣告(κήρυγμα)的具体禁令内容。

  4. 11.13ἐπανάστασιν δέον γενέσθαι

    对格绝对结构(accusative absolute)。非人称动词 δεῖ 的中性单数分词 δέον 支配“对格加不定式”结构 ἐπανάστασιν ... γενέσθαι(“当暴动即将发生/注定发生时”),构成表示情境的时间状语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:11.1-11.15