← 盖伦

希波克拉底《健康养生法》注

§1#3

依体质与年龄调整的养生法及老年气质

盖伦探讨了与季节养生法相似的、针对个人体质和年龄的养生法的重要性。他批评了希波克拉底对年龄的简单二分法,主张应基于四种配属和年龄进行更详细的划分,并指出了老年人在固体部位干燥而因代谢残留物而潮湿的医学双重性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1#3

Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς1 νῦν ἧκε συντελέσας τὸν περὶ τῶν ὡρῶν λόγον. ὥσπερ δὲ ἐν ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν ταῖς τοῦ σώματος ἰδέαις. οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλακοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι γεγόνασιν. οἱ δὲ ἐναντίως αὐτοῖς διακείμενοι, περὶ ὧν ἐφεξῆς ἐρεῖ, διὰ τὴν ξηρότητα. προσήκει τοιγαροῦν τοὺς μὲν ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ ξηροὺς ὑγροτέρᾳ. καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ. λέγω δὲ εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρκους ὀνομάζουσι. "Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶσθαι χρόνον, τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἔοντα. "[q.1] Τὰ τῶν κράσεων γνωρίσματα γέγραπταί μοι τελέως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν, ἐν οἷς ὅτι μὲν οἱ στρυφνοὶ, τουτέστιν οἱ σκληροὶ, καὶ οἱ προσεσταλμένοι, τουτέστιν οἱ ἰσχνοὶ, ξηροτέρας εἰσὶ κράσεως, ὡς ἐδιδάξαμεν, ὥσπερ γε καὶ οἱ μέλανες. οὐ μὴν γε τούς γε πυῤῥοὺς εἶναι ἔφαμεν ξηροὺς τὴν κρᾶσιν, ἀλλὰ τοὺς πλησιάζοντας αὐτοῖς κατὰ τὴν χροιὰν, οὓς ξανθοὺς ὀνομάζουσιν, ἐπεί γε καὶ ξανθὴ χολὴ τὴν κρᾶσιν ξηρά ἐστι. χρώμενοι δὲ ἐνίοτε τοῖς ὀνόμασιν οὐκ ἀκριβῶς ἔνιοι τῶν βιβλία γραψάντων τὴν τῶν πραγμάτων διδασκαλίαν ταράσσουσιν. οὕτως γοῦν τινες ὀνομάζουσι τοὺς Γερμανοὺς ξανθοὺς, καίτοι γε οὐκ ὄντας ξανθοὺς, ἐὰν ἀκριβῶς τις ἐθέλῃ καλεῖν, ἀλλὰ πυῤῥούς. τὰ δ᾿ ἄλλα τῆς προκειμένης ῥήσεως ἀληθῶς τε ἅμα καὶ σαφῶς εἴρηται. "Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ ἡλικίη ξηρὴ καὶ τὰ σώματα πέπηγε. τοὺς δὲ πρεσβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλεῖον τοῦ χρόνου διάγειν. τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά.2" [q.2] Ἐπὶ τὰς ἡλικίας μεταβὰς ἐλλιπῆ τὸν διορισμὸν ἐποιήσατο, μὴ τεμὼν εἰς τέσσαρας διαφορὰς αὐτὰς, ἀλλ᾿ εἰς δύο μόνας. ἐχρῆν δ᾿ εἴπερ ἀπὸ τῶν κατὰ τὰς ἡλικίας κράσεων ἔνδειξιν ἔμελλε λήψεσθαι τοῦ τρόπου τῆς διαίτης, ὥσπερ αἱ κράσεις τέτταρές εἰσιν, οὕτω καὶ τὰς ἡλικίας εἰς τέτταρα τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξηρὰν δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν παίδων ὑγρὰν εἶναι προσήκει, μὴ δυναμένης γε τῆς αὐξήσεως ἐν ἑτέρᾳ κράσει γενέσθαι. τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ προσῆκόν τέ ἐστι θερμοτέρα καὶ ξηροτέρα, συμφέρει χρῆσθαι τοῖς ἐναντίοις διαιτήμασι, καθάπερ γε καὶ τὴν τῶν παρακμαζόντων. ἐπὶ δὲ τῆς τῶν γερόντων ἡλικίας οὐ σμικρόν ἐστι ζήτημα σχεδὸν ἅπασιν ἠμελημένον, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, τὸν περὶ τῶν ἔμπροσθεν ἡλικιῶν συντελέσας λόγον. εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν ὑγρότητος ἢ συμφέρει τοῖς ἀβλαβῶς ὑγιαίνουσι, πλέον δὲ θερμότητος (οὐ γὰρ ἁπλῶς ἐστι θερμὰ καθάπερ οἱ ἀκμάζοντες, ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμασίαν, ἥτις εὔκρατός ἐστιν, ἐν αἵματι χρηστῷ τὴν ὕπαρξιν ἔχουσα) τὸ μεταξὺ τῶν παίδων τε καὶ τῶν ἀκμαζόντων,3 ὅπερ ἐστὶν ἐφήβων τε καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίστῃ κράσει. τῆς δ᾿ ἀρίστης μέσης οὔσης καὶ τὰ διαιτήματα μέσα τῇ κράσει προσήκει ποιεῖσθαι, μήθ᾿ ὑγρότερον ἐργαζομένους μήτε ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον αὐτῶν τὸ σῶμα. τὸ μέντοι τῶν παιδίων, εἰ καὶ πλεῖον, ὡς πρὸς ὑγιεινὴν ἕξιν ἔχοι τὸ ὑγρὸν, ὅμως οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήσομεν. ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινες μὲν αὐτοὺς ὑγροὺς εἶναι λέγουσι, τινὲς δὲ ξηροὺς, ἀδιορίστως ἑκάτεροι, διοριστέον ἡμῖν ἐστι κατὰ τί μὲν αὐτοὺς ὄντας ξηροὺς, κατὰ τί δὲ ὑγρούς. ἐδείχθη δὲ τοῦτο ἐν τοῖς περὶ κράσεων. αὐτοῖς μὲν γὰρ τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐδείχθησαν ὄντες ξηροί. περιττώματα δ᾿ ἔχοντες διὰ τὴν ψυχρότητα τῆς κράσεως πολλὰ καὶ δι᾿ αὐτὰ ὑγροὶ λεγόμενοι. κατὰ λόγον οὖν ἔνδειξις ἐναντία τε καὶ διττὴ γίνεται τοῖς ἰατροῖς ἀπὸ τῆς ἡλικίας ταύτης, διὰ μὲν τὴν ξηρότητα τῆς τῶν στερεῶν κράσεως ὑγραίνεσθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουσίαν τῶν ὑγρῶν ξηραίνεσθαι. πῶς μὲν οὖν ἀμφοτέρων ἄν τις στοχάζοιτο τελέως εἴρηται κατὰ τὴν ὑγιεινὴν πραγματείαν. ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφαμεν εἰπεῖν ἀρκέσει.

正如季节的不同表明了不同的养生法,身体的体质也同样如此,在完成了关于季节的讨论之后,他现在转向了这些体质。正如他在季节中指出了适合的养生法,在身体的类型中也是如此。因为那些肉多、柔软且红润的人,是由于配属的潮湿才变成这样的。而处于与他们相反状态的人(关于他们他接下来会谈到),则是由于干燥。因此,湿润的人适合使用较干燥的养生法,而干燥的人适合使用较湿润的养生法。而且,如果这些话确实说得对,那么显然,配属协调(平衡)的人也适合使用协调的养生法。我所说的“配属协调的人”,是指那些人们既不称之为多肉,也不称之为无肉,而是称之为“肉质适中”的人。 “而对于那些紧实、收缩、红发和肤色黝黑的人,应当在一年的大部分时间里使用较湿润的养生法,因为这样的身体本性是干燥的。” [q.1]关于配属的征象,我已经完整地写在《论配属》的评注中了。正如我们所教授的,在其中,紧实的人(即强硬的人)和收缩的人(即消瘦的人),如同肤色黝黑的人一样,是属于较干燥的配属。然而,我们并没有说“红发人”是干燥的配属,而是说在肤色上接近他们、被人们称为“金发人”的人,因为黄胆汁在配属上也是干燥的。但是,有些写书的人有时不准确地使用这些名称,从而混淆了事物的教学。例如,有些人将日耳曼人称为金发人,然而如果有人想准确地称呼,他们不是金发人,而是红发人。所给出的这段话的其他部分,说得既真实又清楚。 “对于年轻的身体,使用较柔软和较湿润的养生法是有益的;因为这个年龄是干燥的,身体已经凝固。而较年长的人应当在一年的大部分时间里以较干燥的方式生活。因为在这个年龄,身体是湿润、柔软且寒冷的。” [q.2]在转向年龄段时,他做出了不完全的划分,没有将它们分为四种不同,而是仅分为两种。然而,如果他确实要从各个年龄段的配属中获取养生方式的指示,正如配属有四种一样,他也应当将年龄段分为四种:称儿童期为湿且热,全盛期为干且热,衰退期为干且冷,老年期为湿且冷。但是,儿童期应当是湿润的,因为在其他配属中成长是无法发生的。而全盛期的人,因为他们比适当的状态更热且更干,所以使用相反的养生法是有益的,这对于衰退期的人的年龄段也是如此。但是关于老年期,有一个几乎被所有人忽视的、不小的问题,在完成了关于前面几个年龄段的讨论后,我将在稍后探讨它。因为,如果人们同意儿童比无害健康的人拥有更多的湿气,以及更多的热量(因为他们不像全盛期的人那样仅仅是热,而是根据其先天的热量,这是协调的,存在于良好的血液中),那么介于儿童和全盛期人之间、即青年和少年时期,将处于最优秀的配属中。由于最优秀的配属处于中间,其养生法也应当在配属上采用折中的方法,使他们的身体既不更湿也不更干,既不更热也不更冷。然而,儿童的身体即使与健康状态相比含有更多的湿气,也不应当使其干燥,因为我们会使他们无法成长。但关于老人,因为有些人说他们是湿的,有些人说他们是干的,双方都没有给出限定,所以我们必须区分他们在什么方面是干的,在什么方面是湿的。这在《论配属》中已经得到了说明。因为已经表明,在身体的固体部位本身,他们是干燥的;但由于他们配属的寒冷而拥有许多残留物,因此由于这些,他们被称为湿的。因此,医生们自然从这个年龄段中得到了相反且双重的指示:由于固体配属的干燥,他们需要被湿润;由于湿润残留物的过剩,他们需要被干燥。那么,人如何才能完美地兼顾两者,在《论健康》的论著中已有详尽的论述。但在目前的讨论中,只需说明我们在那里所写内容的要点即可。

语法注3 条
  1. 1ἐφ᾿ ἃς

    关系代词 ἃς 为阴性复数,以紧接其前的 αἱ ἕξεις(体质、配属)为先行词。因此,其意为“在完成了关于季节的讨论之后,他现在转向了这些[体质]”。

  2. 1ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά

    这是希波克拉底引用段落中对老年人身体特征的描述。盖伦将这一简单的描述(“老年人是湿的”)作为伏笔,以便稍后提出其关键的医学区分,即老年人在固体部位上是干燥的,但由于寒冷导致代谢残留物堆积,因而是潮湿的。

  3. 1τὸ μεταξὺ τῶν παίδων τε καὶ τῶν ἀκμαζόντων

    此句为中性单数形容词短语的名词化表达,用作其后潜能希求法动词 εἴη ἂν 的主语。它清晰地构成了“介于儿童和全盛期人之间,即青年期”拥有最优秀、最平衡配属这一论证结构。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(20 处,最近 2026-09-16)
  • 2026-09-16 修正OCR错误 — 原文 20 处
urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#3