- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
盖伦在评注中将“普通人”定义为仅处理私人事务的人,排除了运动员、士兵和忙碌的公民。随后,他基于对抗季节性失衡的原则,解释了冬季温燥养生法的生理学合理性。
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ ΤΩΝ ΙΔΙΩΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ Η ΠΟΛΥΒΟΥ ΥΠΟΜΝΗΜΑ. Προοίμιον Γαλήνου. Ἕν τοῦτό ἐστι βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον,1 ὥσπερ τὸ πρῶτον μέρος ὅλου τοῦ προκειμένου βιβλίου, καθ᾿ ὃ περὶ φύσιος ἀνθρώπου διαλέγεται. συντετέλεσται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν, οὐδεμιᾶς ἔτι προφάσεως δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔθετο διδάσκει δι᾿ ὅλου τοῦ βιβλίου καὶ διὰ τοῦτο τῶν μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων,2 προσηκούσης ἐπιγραφῆς ἰδίας ἔτυχε τὸ σύμπαν, ἣν ἐπέγραψάν τινες αὐτῷ περὶ φύσιος ἀνθρώπου καὶ διαίτης. ὥσπερ δὲ ἄμεμπτον μέν ἐστι πάντη τὸ περὶ φύσιος ἀνθρώπου, μεμπτὰ δὲ πάντη τὰ παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ περὶ διαίτης ὑγιεινῆς ἐν τοῖς πλείστοις μὲν ἄμεμπτόν ἐστιν, ἐχόμενον ἀεὶ τῆς Ἱπποκράτους στοιχειώσεως. ἔν τισι δ᾿ ἄν τις αὐτῷ μέμψαιτο παντελῶς ὀλίγοις· ὑποκείσθω δ᾿ εἶναι Πολύβου, καθότι πολλοῖς ἔδοξε. "Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι." [q.1] Τίνας δὲ ἰδιώτας λέγει παραλελοίπασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν.3 οὐ μὴν οὐδὲ ἐπεζήτησά ποτε κατὰ τὴν παρὰ τοῖς διδασκάλοις ἀνάγνωσιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν ἐξήγησιν αὐτοῦ προὐθέμενος ἐπενόησα κακῶς παραλελεῖφθαι τοῖς τε διδασκάλοις ἡμῶν καὶ τοῖς ἐξηγηταῖς ἐπισκέψασθαι τίνας ἰδιώτας λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆς γεγραμμένην δίαιταν οὐ πᾶσι τοῖς ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἰδιώταις συνεβούλευσεν ὁ Πόλυβος. καὶ μὴν εἰ μόνοις τοῖς ἰδιώταις ὑποθήκας ἔγραψεν, οὐκ ὀρθῶς οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἀδιορίστως ἤκουσαν, ὡς κοινῇ πᾶσι τοῖς ἀνθρώποις εἰρημένων αὐτῶν. εὑρίσκομεν γὰρ δὴ παρὰ τοῖς Ἕλλησιν ἰδιώτας ὀνομαζομένους οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν τῷ πρός τι. τὸν μὲν γάρ τινα λέγουσιν ἰδιώτην εἶναι τῆσδε τῆς τέχνης, τὸν δέ τινα τοῦδε τοῦ ἐπιτηδεύματος. ἐνίοτε δὲ πρὸς τοὺς ἔθνος, ἢ πόλιν διοικοῦντας, ἢ ὅλως πράττοντάς τι δημόσιον, ἀντιδιαιρούμενοι τοὺς οἷον ἰδιοπραγοῦντας, ὠνόμασαν ἰδιώτας. ἐπισκεπτομένῳ δή μοι τίνας τούτων νῦν ὁ Πόλυβος ἰδιώτας εἴρηκε, τοὺς μὲν ἀθλητὰς ἄντικρυς ἐδόκει τῶν ἄλλων ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουσιν ἐκεῖνοι δίαιταν ὡρισμένην ἐν ἄρτῳ καὶ κρεῶν ἐδωδῇ. τούτων δ᾿ ἑξῆς ὅσοι πολεμοῦσιν ἢ ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τούτοις οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέναις ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ ῥηθησομένη δίαιτα γίνεται. "Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον· τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα. λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην. οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν." [q.2] Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε προσγράψας ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, διὰ τί τῶν εἰρημένων ἕκαστον αἱρεῖται. θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ σῶμα καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν κράσεως. ὡς εἴ γε ἦν σύμμετρον, ὡς κατὰ τὸ ἔαρ ἐστὶ, σύμμετρον ἂν ἐκέλευσε4 καὶ τὴν δίαιταν ποιεῖσθαι. φυλάττειν μὲν γὰρ προσήκει τὰ συμμέτρως διακείμενα, μεταβάλλειν δὲ τὰ ἀμέτρως. μεταβολὴ δὲ οὐκ ἄλλως ἂν ἢ ἐκ τῶν ἐναντίων ἀμετρίων γίνοιτο. τὸ μὲν γὰρ ἀμετρότερον, ἢ τεθερμασμένον, ἢ θερμαινόμενον σῶμα ψύχειν προσήκει, τὸ δὲ ἐψυγμένον, ἢ ψυχόμενον θερμαίνειν. ὡσαύτως δὲ κᾀπὶ καὶ κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίας διὰ τῆς τῶν ἐναντίων προσφορᾶς τὰς νοσαζούσας ὑπερβολὰς καθαιρεῖν χρὴ, τὴν ἐναντίαν ἀμετρίαν προσφέροντας, τοσοῦτον ἀπέχουσαν τοῦ μέσου τε καὶ συμμέτρου, ὅσον ἀφέστηκεν ἡ νοσάζουσα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυχρῷ καὶ ὑγρῷ τὴν κρᾶσιν ὄντι συμφέρει ἐσθίειν μὲν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. πλεῖστα δ᾿ ἀκουστέον οὐχ ὡς πρὸς τὴν δύναμιν, ἀλλ᾿ ὡς πρὸς τὰς ἄλλας ὥρας. ὡσαύτως δὲ καὶ πίνειν ὡς ἐλάχιστα πρὸς τὰς ἄλλας ὥρας ἀναφέροντα τὴν παραβολήν. ὁμοίως δὲ εἴρηται καὶ τὸ τὸν οἶνον ἀκρατέστατον εἶναι δεῖν ὡς πρὸς τὴν ἐν ταῖς ἄλλαις ὥραις κρᾶσιν αὐτοῦ. τῷ μέντοι πρὸς τὴν δύναμιν μέτρῳ καὶ τῷ πρὸς τὴν ἐνεστῶσαν ὠφέλειαν προσέχων τὸν νοῦν ἀεὶ τὸ σύμμετρον οἴνου τε καὶ σιτίου δώσεις, ὥσπερ γε καὶ ὕπνου καὶ γυμνασίων καὶ πάντων ἁπλῶς τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν ἐπιτηδευμάτων.
盖伦对希波克拉底或波吕波斯《论普通人的健康养生法》的评注。 盖伦的序言。这是一部具有其独特宗旨的单卷书,正如所讨论的整部著作的第一部分一样,在第一部分中他探讨了人的本性。因为在前一部分中,所承诺的内容已经完成,不再需要任何进一步的解释。而在本书中,他则贯穿全书教授他所拟定的内容;由于这个原因,在清除了夹在这两部书之间的插段之后,整部著作获得了一个恰当的、独特的标题,有些人将其题为《论人的本性与养生》。正如《论人的本性》在各方面都是无可指摘的,而夹在两部书之间的插补内容在各方面都值得谴责一样,《论健康养生法》在大多数地方也是无可指摘的,它始终紧扣希波克拉底的元素学说。不过在极少数点上,人们或许会对其有所指摘;但正如许多人所认为的那样,姑且假定它是波吕波斯的作品。 “普通人应当如此养生。” [q.1]然而,关于他所说的“普通人”指的是哪些人,那些评注本书的人——至少在我碰巧见到的那些评注中——都忽略了。而且,我在老师指导下阅读本书时,也从未对此进行过追问。但如今,当我打算着手为其撰写评注时,我意识到,我们的老师和评注家们忽略了去考查他所说的“普通人”究竟指的是谁,这实在是一个糟糕的疏漏。因为显而易见,波吕波斯所建议的、下文所写的养生法,并不是针对所有人,而仅仅是针对普通人的。此外,如果他只是为普通人撰写这些指南,那么那些评注此书的人在理解时没有做出区分,将其视作对所有人通用的教导,就是不正确的。因为我们发现,在希腊人那里,被称为“普通人”的,并不是绝对而言的,而是在与某事物的相对关系中被称呼的。因为他们会说某人是某门手艺的外行,或者某人是某项职业的门外汉。有时,他们将那些管理民族或城市、或者总体上从事某种公共事务的人,与那些从事私人事务的人相对立,并称后者为“普通人(私人)”。因此,当我考察波吕波斯现在所说的这些“普通人”到底是哪些人时,在我看来,他显然是将运动员排斥在其他人之外,因为运动员有着单一且固定的饮食法,即食用面包和肉类。紧随其后的,是那些处于战争状态、或正在旅途中、或正在战斗的人。因为对这些人来说,也同样不可能去挑选哪些食物该吃、哪些不该吃。因为他们各自必须有什么就吃什么;而且或许,对于那些处于各种匆忙旅途中、以及总体上忙于政治事务、或处于所谓“受制于境遇的生活”中的人来说,要按照波吕波斯的命令来养生也是不可能的。因此,下文将要论述的养生法,仅仅适用于那些只管自己私事的人,即那些被称为“自理私务者”的人。 “冬季应当吃得尽可能多,喝得尽可能少。饮料应当是尽可能纯的葡萄酒;主食为面包,副食则全用烤制的。在这个季节,应使用尽可能少的蔬菜。因为这样一来,身体就会处于最温暖、最干燥的状态。” [q.2]在阐述了整套养生法的要旨之后,他在这段话的末尾加上了为什么选择上述每一项的原因,这做得很对。因为由于该季节配属性质的失衡,他认为应当让身体变暖和变干燥。因为,如果它确实是均衡的(就像在春天那样),他本也会命令将养生法也制定得均衡。因为,保持处于均衡状态的事物是恰当的,而改变处于失衡状态的事物也是恰当的。而改变除了通过相反的失衡之外,便无法发生。因为,将一个过度受热或正在变热的身体予以冷却,或者将一个受冷或正在变冷的身体予以变温,是恰当的。同样地,对于湿与干的失衡,也必须通过施加相反的性质来消除病态的过度,即施加相反的、在偏离中庸与均衡的程度上与病态偏离程度相同的失衡。因此,至少在气属冷和湿的冬季,吃得尽可能多、喝得尽可能少是有益的。不过,“尽可能多”不应被理解为相对于个人的消受能力,而应理解为相比于其他季节。同样地,“喝得尽可能少”也必须通过将这一对比指向其他季节来理解。同样,关于葡萄酒应当尽可能纯的说法,也是相对于它在其他季节中的掺水稀释程度而言的。然而,通过始终关注相对于个人能力的尺度以及相对于当前益处的尺度,你将始终给予适量、均衡的葡萄酒和食物,正如你对睡眠、体育锻炼以及医生们统称为“养生实践”的一切事物所做的那样。
- 1Ἕν τοῦτό ἐστι βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον
"ἕν" 修饰后文的 "βιβλίον"。此处意为“这是一部具有其独特宗旨(主题)的单卷书(独立的著作)”。
- 1τῶν μεταξύ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων
使用分词 "ἐξαιρεθέντων" 的属格绝对结构。指的是清除夹在两部真实著作之间的伪作或插补段落。
- 1οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν
关系代词的同化(吸引)。由于动词 παρατυγχάνω 支配与格,关系代词 "οἷς" 原本即为与格,而先行词 "ὑπομνήμασιν" 被带入(吸收)到了关系从句之中,意为“在我碰巧见到的那些评注中”。
- 1ὡς εἴ γε ἦν σύμμετρον... ἂν ἐκέλευσε
表示与过去事实相反的虚拟条件句(反事实虚拟)。条件从句由 "εἰ" 加上直陈式过去时("ἦν")构成,主句由 "ἄν" 加上直陈式过去时("ἐκέλευσε")构成。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(30 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-16 修正OCR错误 — 原文 28 处
