← 新约圣经

启示录

§22.1-22.21

生命水之河与再临的应许及结语祝福

约翰得见新耶路撒冷中生命水的河与生命树的异象,听闻羔羊快来的应许;随后天使制止约翰的敬拜,耶稣亲自作证,并发出不可加减预言的严厉警告,全书以切盼主来与祝福作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

καὶ ἔδειξέν μοι "ποταμὸν ὕδατος ζωῆς" λαμπρὸν ὡς κρύσταλλον, "ἐκπορευό-" "μενον" ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου "ἐν μέσῳ" τῆς πλατείας αὐτῆς· καὶ "τοῦ ποταμοῦ ἐντεῦθεν καὶ" "ἐκεῖθεν ξύλον ζωῆς1" ποιοῦν καρποὺς δώδεκα, "κατὰ" "μῆνα" ἕκαστον ἀποδιδοῦν "τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα" τοῦ ξύλου "εἰς θεραπείαν" τῶν ἐθνῶν.

天使又指示我一道生命水的河,明净如水晶,从神和羔羊的宝座流出来,在城内街道当中。在河的这边与那边有生命树,结十二样果子,每月都结果子;树上的叶子乃为医治万民。

§22.3

"καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι." καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ "ὄψονται τὸ πρόσωπον αὐτοῦ," καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

再也没有任何咒诅。神和羔羊的宝座将在城里,祂的仆人们要事奉祂,也要见祂的面;祂的名字必在他们的额上。

§22.5

καὶ νὺξ οὐκ ἔσται ἔτι, "καὶ οὐκ" ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ "φῶς ἡλίου," ὅτι "Κύριος ὁ θεὸς φωτίσει" [ἐπ’] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

不再有黑夜;他们也不用灯光和日光,因为主神要光照他们;他们要作王,直到永永远远。

§22.6

Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ "ἃ δεῖ γενέσθαι" ἐν τάχει·

天使又对我说:“这些话是可信的,是真实的。主就是众先知之灵的神,差遣祂的使者,将那必要快成的事指示祂的仆人们。

§22.7

καί "Ἰδοὺ ἔρχομαι" ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.

看哪,我必快来!凡遵守这书上预言之话的有福了!”

§22.8

Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.

听见又看见这些事的,就是我约翰。当我听见又看见时,就在指示我这些事的天使脚前俯伏要拜他。

§22.9

καὶ λέγει μοι Ὅρα μή·2 σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.

他对我说:“千万不可!我和你并你的弟兄众先知,以及那些遵守这书上之话的人,同是作仆人的。你要敬拜神!”

§22.10

Καὶ λέγει μοι Μὴ "σφραγίσῃς" τοὺς λόγους τῆς προφητείας "τοῦ βιβλίου" τούτου, "ὁ καιρὸς" γὰρ ἐγγύς ἐστιν.

他又对我说:“不可封了这书上预言之话,因为时候近了。

§22.11

ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

行不义的,叫他仍旧行不义;污秽的,叫他仍旧污秽;为义的,叫他仍旧行义;圣洁的,叫他仍旧圣洁。”

§22.12

— "Ἰδοὺ ἔρχομαι" ταχύ, "καὶ ὁ μισθός" μου "μετ’" ἐμοῦ, "ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον" ἐστὶν "αὐτοῦ."

“看哪,我必快来!我的赏赐与我同在,要照各人所行的报应他。

§22.13

"ἐγὼ "τὸ Ἄλφα καὶ τὸ Ὦ, "ὁ πρῶτος καὶ ὁ ἔσχατος," ἡ ἀρχὴ καὶ τὸ τέλος.

我是阿拉法,我是俄梅戛;我是首先的,我是末后的;我是初,我是终。

§22.14

— Μακάριοι οἱ "πλύνοντες τὰς στολὰς" αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ "τὸ ξύλον τῆς ζωῆς" καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.3

那些洗净自己衣服的有福了,可得权柄到生命树那里,也能从门进城。

§22.15

ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

城外有那些犬类、行邪术的、淫乱的、杀人的、拜偶像的,并一切喜好说谎和编造谎言的人。

§22.16

Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι "ἡ ῥίζα" καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωινός.

我耶稣差遣我的使者,为众教会向你们证明这些事。我是大卫的根,又是他的后裔,是明亮的晨星。”

§22.17

Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω Ἔρχου· καὶ "ὁ διψῶν ἐρχέσθω," ὁ θέλων λαβέτω "ὕδωρ ζωῆς δωρεάν."

圣灵和新妇都说:“来!”听见的人也该说:“来!”口渴的人也当来;愿意的,都可以白白取生命的水。

§22.18

Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι "τοὺς λόγους" τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις "ἐπιθῇ ἐπ’" αὐτά, ἐπιθήσει ὁ θεὸς "ἐπʼ αὐτὸν" τὰς πληγὰς "τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·" "καὶ "ἐάν τις "ἀφέλῃ ἀπὸ" τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ "τοῦ ξύλου τῆς ζωῆς" καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.4

我向一切听见这书上预言之话的作见证:若有人在这些话上加添什么,神必将写在这书上的灾祸加在他身上;若有人从这预言书上的话删去什么,神必从这书上所写的生命树和圣城中,删去他的份。

§22.20

Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ἔρχου, κύριε Ἰησοῦ.

证明这些事的说:“是的,我必快来!”阿们!主耶稣啊,来吧!

§22.21

Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ [Χριστοῦ] μετὰ τῶν ἁγίων.

愿主耶稣的恩惠与众圣徒同在。

语法注4 条
  1. 22.2ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς

    介词短语 ἐν μέσῳ τῆς πλατείας αὐτῆς 有两种句法归宿:(1) 修饰前文的分词 ἐκπορευόμενον,指生命水的河“流在城内街道当中”;(2) 与后文连结,表示生命树的位置(“在街道当中与河的两边有生命树”)。此处采解 (1),将之归入生命水河流淌的描写,而将 τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν 作为独立的方位短语修饰 ξύλον ζωῆς。

  2. 22.9Ὅρα μή

    带有动词省略的祈使惯用句。完整结构本为 ὅρα μὴ ποιήσῃς τοῦτο(“切勿如此行”),在口语或紧急制止中省略了从属从句的主动词,成为表示断然禁止的固定表达(相当于“千万不可”)。

  3. 22.14ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν

    连词 ἵνα 引导了两个由 καί 并列的从句,其动词分别采用了未来直说语气 ἔσται 和不定过去式虚拟语气 εἰσέλθωσιν,是晚期希腊语中 ἵνα 后接未来直说语气的典型现象。此外,τοῖς πυλῶσιν 为表示途径或方式的与格(“从门”、“经由城门”)。

  4. 22.19ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ

    句末的属格中性复数分词短语 τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ 在语法上属于依意义构词(synesis),概括性地指代前面提到的“生命树与圣城”(或书中记载的一切福分)。句意上修饰先行词两者,即“这书上所写的(生命树和圣城)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:22.1-22.21