- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:21.1-21.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰看见新天新地与由神那里降下的新耶路撒冷,听见宣告神将与人同住并不再有痛苦与死亡。随后一位天使带他登上一座高山,向他展示圣城及其规制、尺寸、宝石根基与珍珠城门,显明神与羔羊为城的殿与光,唯有列于生命册者得享其荣耀。
Καὶ εἶδον "οὐρανὸν καινὸν καὶ γῆν καινήν·" ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
我又看见一个新天新地;因为先前的天地已经过去了,海也不再有了。
καὶ "τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ" καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην "ὡς νύμφην κεκοσμημένην" τῷ ἀνδρὶ αὐτῆς.
我又看见圣城新耶路撒冷由神那里从天降下,预备好了,就如新妇妆饰整齐,等候丈夫。
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης "Ἰδοὺ ἡ σκηνὴ" τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, "καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ" "ἔσονται, καὶ" αὐτὸς ὁ θεὸς "μετʼ αὐτῶν ἔσται,"
我听见有大声音从宝座出来说:“看哪,神的帐幕在人间!祂要与他们同住,他们要作祂的子民;神自己要与他们同在。
"καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν" αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε "πένθος" οὔτε "κραυγὴ" οὔτε πόνος οὐκ ἔσται ἔτι. "τὰ πρῶτα" ἀπῆλθαν.
神要擦去他们眼中的一切眼泪;不再有死亡,也不再有悲哀、哭号、疼痛;先前的事都过去了。”
καὶ εἶπεν ὁ "καθήμενος ἐπὶ τῷ θρόνῳ Ἰδοὺ" "καινὰ ποιῶ" πάντα. καὶ λέγει Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
坐宝座的说:“看哪,我将一切都更新了!”又说:“你要写上,因为这些话是可信的,是真实的。”
καὶ εἶπέν μοι Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ "τῷ διψῶντι" δώσω ἐκ τῆς πηγῆς "τοῦ ὕδατος τῆς ζωῆς δωρεάν."
祂又对我说:“都成了!我是阿拉法,我是俄梅戛;我是初,我是终。我要将生命泉的水白白赐给口渴的人喝。
ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ "ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός."
得胜的,必承受这些为业;我要作他的神,他要作我的儿子。
τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις1 καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ "καιομένῃ πυρὶ καὶ θείῳ," ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
惟有胆怯的、不信的、可憎的、杀人的、淫乱的、行邪术的、拜偶像的和一切说谎话的,他们的份就在烧着火与硫磺的湖里;这是第二次的死。”
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
拿着装满最后七灾的七个碗的七位天使中,有一位来对我说:“你来,我要将新妇,就是羔羊的妻,指给你看。”
"καὶ ἀπήνεγκέν με" ἐν πνεύματι "ἐπὶ ὄρος" μέγα καὶ "ὑψηλόν, καὶ" ἔδειξέν μοι "τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ" καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἔχουσαν "τὴν δόξαν τοῦ θεοῦ·" ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
他在圣灵里带我到一座高大的山,将那由神那里从天降下的圣城耶路撒冷指示我。城中有神的荣耀;城的光辉如同极贵的宝石,好像碧玉,明如水晶。
ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν,2 ἔχουσα "πυλῶνας" δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ "ὀνόματα" ἐπιγεγραμμένα ἅ ἐστιν "τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·"
有高大的城墙,有十二个门,门上有十二位天使,门上又写着以色列子孙十二个支派的名字。
"ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· "
东边有三门,北边有三门,南边有三门,西边有三门。
καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα,3 καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
城墙有十二个根基,根基上有羔羊十二使徒的十二个名字。
Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν "μέτρον κάλαμον" χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
对我说话的,拿着金苇子当尺,要量那城和城门、城墙。
καὶ ἡ πόλις "τετράγωνος" κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
城是四方的,长宽一样。他用苇子量那城,共有一万二千斯塔德;长、宽、高都是相等的。
"καὶ ἐμέτρησεν τὸ τεῖχος" αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
又量了城墙,按着人的尺寸,也就是天使的尺寸,共有一百四十四肘。
"καὶ" ἡ ἐνδώμησις "τοῦ τείχους" αὐτῆς "ἴασπις," καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ·
墙是碧玉造的;城是精金的,如同明净的玻璃。
"οἱ θεμέλιοι" τοῦ τείχους τῆς πόλεως παντὶ "λίθῳ τιμίῳ" κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος·
城墙的根基是用各样宝石修饰的:第一根基是碧玉,第二是蓝宝石,第三是绿玛瑙,第四是绿宝石,第五是红玛瑙,第六是红宝石,第七是黄璧玺,第八是水苍玉,第九是红璧玺,第十是翡翠,第十一是紫玛瑙,第十二是紫晶。
καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
十二个门是十二颗珍珠,每门各自是一颗珍珠造的。城内的街道是精金,好像透明的玻璃。
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, "ὁ" γὰρ "κύριος, ὁ θεός, ὁ παντοκράτωρ," ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον.
我未见城内有殿,因主神全能者和羔羊为城的殿。
καὶ ἡ πόλις οὐ χρείαν ἔχει "τοῦ ἡλίου οὐδὲ τῆς σελήνης," ἵνα "φαίνωσιν" αὐτῇ, "ἡ" γὰρ "δόξα τοῦ θεοῦ ἐφώτισεν" αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
那城内又不用日月光照;因有神的荣耀发光,又有羔羊为城的灯。
"καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς" αὐτῆς· "καὶ οἱ βασιλεῖς" τῆς γῆς "φέρουσιν τὴν δόξαν" αὐτῶν εἰς αὐτήν·
列国要在城的光中行走,地上的君王必将自己的荣耀归于那城。
"καὶ οἱ πυλῶνες" αὐτῆς "οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ" γὰρ οὐκ ἔσται ἐκεῖ·
城门白昼总不关闭,因为在那里原没有黑夜。
καὶ "οἴσουσιν τὴν δόξαν" καὶ τὴν τιμὴν "τῶν ἐθνῶν" εἰς αὐτήν.
人必将列国的荣耀、尊贵归于那城。
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ "οἱ γεγραμμένοι4 ἐν τῷ βιβλίῳ τῆς ζωῆς" τοῦ ἀρνίου.
凡不洁净的,并那行可憎与虚谎之事的,总不得进那城,只有名字写在羔羊生命册上的才得进去。
- 21.8τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις
句首的一连串与格短语(τοῖς δὲ δειλοῖς ... καὶ πᾶσι τοῖς ψευδέσιν)作为悬垂式/前置式的关涉与格(表示“至于胆怯的……”),修饰后面的主语 τὸ μέρος αὐτῶν(他们的份),句子省略了系动词 ἐστίν。
- 21.12ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν
前文第10至11节中“城”作为宾语采用宾格(τὴν πόλιν ... ἔχουσαν),此处却转换为女性主格单数分词 ἔχουσα,构成了启示录文体中典型的破格(悬垂主格)叙述。
- 21.14ἔχων θεμελίους δώδεκα
分词 ἔχων 为阳性单数主格,尽管它所修饰的名词 τὸ τεῖχος(城墙)是中性名词(本应为中性形式 ἔχον)。这是启示录文体中常见的性数不一致现象(破格句法/依义构文)。
- 21.27εἰ μὴ οἱ γεγραμμένοι
在表示除外的连词短语 εἰ μὴ(除了)之后,分词短语 οἱ γεγραμμένοι 采用了主格形式,与前文复合主语 πᾶν κοινὸν καὶ ὁ ποιῶν(主格)的语法格相呼应,省略补充为“除了那些记在羔羊生命册上的人(得以进入)以外”。
