- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:9.1-9.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
扫罗前去大马士革逼迫门徒,途中被天上的光照耀,听见耶稣的声音而失明,被引至城内。亚拿尼亚奉主差遣使扫罗重见光明并为他施洗,随后扫罗立即在各会堂宣扬耶稣是神的儿子。
Ὁ δὲ Σαῦλος, ἔτι ἐνπνέων ἀπειλῆς καὶ φόνου1 εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
扫罗仍然向主的门徒口吐威吓和凶杀的话,去见大祭司,向他求发往大马士革各会堂的文书,若是遇见信奉这道的人,无论男女,都可以捆绑带到耶路撒冷。
Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν2 τῇ Δαμασκῷ, ἐξέφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαούλ Σαούλ, τί με διώκεις;
他正前行,将近大马士革的时候,忽然有光从天上四面照着他;他仆倒在地,听见有声音对他说:“扫罗,扫罗,你为什么逼迫我?”
εἶπεν δέ Τίς εἶ, κύριε; ὁ δέ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
他说:“主啊,你是谁?”主说:“我就是你所逼迫的耶稣。
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅτι σε δεῖ ποιεῖν.
起来,进城去,你所应当做的事,必有人告诉你。”
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ ἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.3
同行的人站在那里,说不出话来,听见声音,却看不见人。
ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
扫罗从地上起来,睁开眼睛,却什么也看不见;他们就拉着他的手,领他进了大马士革。
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
他三日不能看见,也不吃,也不喝。
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος Ἁνανία. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ, κύριε.
在大马士革有一个门徒,名叫亚拿尼亚。主在异象中对他说:“亚拿尼亚。”他说:“主啊,我在这里。”
ὁ δὲ κύριος πρὸς αὐτόν Ἀνάστα πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.
主对他说:“起来,往那叫直街的街上去,在犹大的家里访问一个大数人,名叫扫罗;看哪,他正在祷告,并且在异象中看见一个人名叫亚拿尼亚,进来按手在他身上,叫他能重见光明。”
ἀπεκρίθη δὲ Ἁνανίας Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
亚拿尼亚回答说:“主啊,我听见许多人谈及这人,他在耶路撒冷怎样苦害你的圣徒;并且他在这里有从祭司长得来的权柄,要捆绑一切求告你名的人。”
εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι4 τὸ ὄνομά μου ἐνώπιον [τῶν] ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
主对他说:“你只管去,因为这人是我所拣选的器皿,要在外邦人、君王和以色列人面前宣扬我的名;我也要指示他,为我的名必须受多少苦难。”
Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
亚拿尼亚就去了,进入那家,按手在扫罗身上,说:“扫罗弟兄,在你来的路上向你显现的主,就是耶稣,差遣我来,叫你能重见光明,并且被圣灵充满。”
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνισχύθη. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς, καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
立刻有鳞片似的东西从他眼睛里掉下来,他就能看见了;于是起来受了洗,吃了饭,就强壮起来。扫罗和大马士革的门徒同住了几天,随即在各会堂里宣传耶稣,说他是神的儿子。
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
凡听见的人都惊奇,说:“在耶路撒冷残害求告这名的人,岂不是这个人吗?并且他到这里来,原是要捆绑他们,带到祭司长面前去。”
- 9.1ἐνπνέων ἀπειλῆς καὶ φόνου
动词 ἐνπνέω 通常支配宾格,此处却接属格 ἀπειλῆς καὶ φόνου。这是表示充盈或源泉的属格用法(类似于材料属格),生动地描绘出扫罗通体充满威吓与杀气、呼吸吞吐间尽是凶暴的状态。
- 9.3Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν
时间介词短语 Ἐν τῷ πορεύεσθαι(带冠词不定式,表“正行进时”)后接无人称动词 ἐγένετο,其真正主语是由对格加不定式构成的短语 αὐτὸν ἐγγίζειν。这是带有强烈塞姆语叙事色彩(反映希伯来语叙事程式)的柯因内希腊语句式。
- 9.7ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες
动词 ἀκούω 此处接属格 τῆς φωνῆς,表示感知到声音的物理响动,并通过 μέν...δέ 与后半句 μηδένα δὲ θεωροῦντες(看不见任何人)形成对照。这与使徒行传22:9中使用宾格(τὴν δὲ φωνὴν οὐκ ἤκουσαν,指未能听懂说话的具体含义)在格的支配与语义层次上呈现出分工。
- 9.15σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι
σκεῦος ἐκλογῆς 是描述性属格(希伯来式特质属格,意为“特选的器皿”),与格 μοι 表示利益或归属(“于我/我的器皿”)。随后的属格定冠词加不定式 τοῦ βαστάσαι 表目的,具体说明该器皿被拣选所要承担的使命(“为了宣扬/承载”)。
