- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:8.1-8.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶路撒冷教会遭遇大逼迫,信徒分散各处;腓利在撒玛利亚宣讲福音并行神迹,包括行邪术的西门在内的许多人信而受洗,使徒按手使他们受圣灵。随后腓利顺从使者的引导前往旷野路,向埃塞俄比亚太监解释以赛亚书并传讲耶稣,随后为他施洗。
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἰεροσολύμοις· πάντες [δὲ] διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρίας πλὴν τῶν ἀποστόλων.
扫罗也赞同杀害他。就在那一天,在耶路撒冷的教会遭遇极大的逼迫;除了使徒以外,众人都分散在犹太和撒玛利亚各处。
συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπʼ αὐτῷ.
有敬虔的人把司提反安葬了,为他大大哀哭。
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
扫罗却残害教会,挨家挨户进去,拉出男女,把他们下在监里。
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
那些分散的人就走遍各地,传扬福音的道。
Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρίας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν.
腓利下到撒玛利亚城,向他们宣告基督。
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
众人听见并且看见腓利所行的神迹,就同心合意地留意他所说的话。
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο,1 πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
因为有许多附着污鬼的人,污鬼大声喊叫着出来;又有许多瘫痪的和瘸腿的都得了医治。
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
在那城里,就有了极大的喜乐。
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προυπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρίας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ καλουμένη Μεγάλη.
有一个人名叫西门,从前在那城里行邪术,使撒玛利亚的民众惊奇,自称是个伟大人物;众人都听从他,从小到大都说:“这人就是神那被称为‘大’的能力。”
προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγίαις ἐξεστακέναι αὐτούς.
他们听从他,是因为他长久用邪术使他们惊奇。
ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
但当他们信了腓利传讲神国和耶稣基督之名的福音时,连男带女都受了洗。
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
连西门自己也信了;既受了洗,就常与腓利在一起,看见神迹和大能的作为显明,就甚惊奇。
Ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμαρία τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάνην, οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
在耶路撒冷的使徒听见撒玛利亚领受了神的道,就打发彼得和约翰到他们那里去。二人到了,就为他们祷告,要叫他们受圣灵;因为圣灵还没有降在他们任何人身上,他们不过是奉主耶稣的名受了洗。
τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
于是使徒按手在他们头上,他们就受了圣灵。
Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα λέγων Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖ ρας λαμβάνῃ πνεῦμα ἅγιον.
西门看见藉着使徒的按手有圣灵赐下,就拿钱给他们,说:“把这权柄也赐给我,叫我手按着谁,谁就可以受圣灵。”
Πέτρος δὲ εἶπεν πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,2 ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
彼得对他说:“你的银子和你一同灭亡吧!因你想神的恩赐是可以用钱买到的。
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, "ἡ" γὰρ "καρδία" σου "οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ."
你在这道上无分无关; 因为 在神面前, 你的心 并不正直。
μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ "σύνδεσμον ἀδικίας" ὁρῶ σε ὄντα.3
因此,当为你这罪恶悔改,祈求主,或者你心里的意念可以得赦免;因为我看出你正在苦胆之中,在罪恶的捆绑之中。”
ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.
西门回答说:“请你们为我祈求主,叫你们所说的,没有一样临到我身上。”
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἰεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
使徒既郑重作见证,传讲了主的道,就回耶路撒冷去,并向撒玛利亚的许多村庄传扬福音。
Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
有主的一位天使对腓利说:“起来,向南走,往那从耶路撒冷下迦萨的路上走;那是旷野路。”
καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, [ὃς] ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαίαν.
腓利就起来去了。看哪,有一个埃塞俄比亚人,是个太监,是埃塞俄比亚女王坎大基手下有大权的官员,总管女王的一切库藏,他曾上耶路撒冷去礼拜;现在正在回程,坐在车上,诵读先知以赛亚的书。
εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
圣灵对腓利说:“你上前去,贴近那辆车走。”
προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην, καὶ εἶπεν Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
腓利跑上前去,听见他读先知以赛亚的书,便说:“你所读的,你明白吗?”
ὁ δὲ εἶπεν Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με;4 παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
他说:“没有人指引我,我怎能明白呢?”于是请腓利上车与他同坐。
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ."
他所读的那段经文是: “他像羊被牵去宰杀, 又像羊羔在剪毛的人面前无声, 他也是这样不开口。
" Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ."
在他受屈辱的时候,公正被剥夺; 谁能述说他的世代? 因为他的生命从地上被夺去。”
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
太监对腓利说:“请问,先知说这话是指着谁呢?是指着自己,还是指着别人呢?”
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
腓利就开口,从这节经文起,向他传讲耶稣的福音。
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
二人正沿着路走,到了有水的地方,太监说:“看哪,这里有水!有什么妨碍我受洗呢?”
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
他就吩咐停下车来,腓利和太监两个人一同下到水里,腓利就给他施洗。
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
他们从水里上来的时候,主的灵把腓利提了去,太监也不再看见他了,就欢欢喜喜地走他的路。
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισαρίαν.
后来有人在亚锁都遇见腓利;他走遍各城传扬福音,直到凯撒利亚。
- 8.7πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο
此处出现句法上的破格(不规则结构,依义合构 constructio ad sensum)。语法主语 πολλοί 为阳性复数,而动词 ἐξήρχοντο 的实际施事却是中性复数的“污鬼”(πνεύματα ἀκάθαρτα)。此处应理解为主格吸引:按意义实指“从许多被污鬼附着的人身上,污鬼大声喊叫着出来”。
- 8.20Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν
希求法 εἴη 表示愿望或诅咒(“愿它与你一同灭亡”),介词短语 εἰς ἀπώλειαν 体现了受希伯来语 לְ 影响的述语性 εἰς 用法,表示趋向或归宿(“归于毁灭”)。
- 8.23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα
分词 ὄντα 作感知动词 ὁρῶ 的宾语补足语。介词短语 εἰς χολὴν... 带有希伯来语法特征,在此作为 εἶναι 的述语,表示陷入某种境地或状态(“处于苦胆之中”)。
- 8.31Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με;
此句为混合条件句:主句采用 ἄν 配合希求法(ἂν δυναίμην,潜在希求法),从句采用 ἐάν μή 配合将来时直陈语气(ὁδηγήσει,通用希腊语中将来时与虚拟语气的互用现象),构成强烈的反问,意为“若无人指引,我岂能明白”。
