← 阿帕梅亚的奥皮安

狩猎歌

§2.473-2.551

剑羚的同归于尽与大象和犀牛的习性

作者描绘了冲撞的猛兽与剑羚同归于尽的情景,随后开始详述地上最庞大的巨兽大象。作者论证了象牙实为角而非齿,继而描写其体貌特征、野性凶残与被驯化后的温顺,以及相互言语与预知自身死亡的能力,最后转入对犀牛的叙述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
473

ὀξέσι πεφρικώς συνερειδόμενος σκολόπεσσιν.

它浑身悚然立起,迎着锐利的尖桩直扑而上。

ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,

正如在树丛之中,当雄狮猛扑过来时,

475

Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,

一位蒙受阿耳忒弥斯恩赐的勇士,

αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,εὖ διαβὰς μίμνῃ, τὸν δʼ ἄγρια θυμαίνονταδέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,

双手握着闪耀的长矛,稳稳分开双腿挺身而立,手持向前刺出的双刃青铜迎击狂怒的猛兽;

480

αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας·

剑羚便正是如此等待着猛冲而来的野兽——那些因自身的盲动狂妄而自取灭亡的兽类。

ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·πολλόν δʼ αἷμα κελαινὸν ἀπʼ ὠτειλῶν ἑκάτερθεν

因为锋芒轻而易举地滑入胸膛,

ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·

双方便很快用舌头舔舐着从各自伤口中奔涌而出的大量黑血。

οὐδὲ μὲν ἐκφυγέειν οὐδʼ ἱεμένοισι πάρεστιν·

即便是渴望逃遁,也决无可能;

485

ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.

它们在相互的杀戮中同归于尽。

καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,

而田野间的农人、牧人或耕夫,

ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,

若在脚旁撞见这两具倒在一起的尸身,便会怀着无比惊异的心情,

ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.

白白获得这垂手可得的猎物。

ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα

在长角之兽中,

490

ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·

接下来理当歌咏那浩大无朋的巨象族类。

κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,

生在它们双颚之上、

εἴκελα χαυλιόδουσιν ἐπʼ οὐρανὸν ἀντέλλοντα,ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας1

如獠牙般直冲云霄的那两柄威猛无比的武器,众人因迷误而称其为毁灭性的利齿;

πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι

然而我们却乐于称其为角,

495

εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.

因为角的本质正对我们如此昭示。

σήματα δʼ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·

用以截然辨识的征象并非模糊不明:

θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθενὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·

在兽类之中,凡从上颚生出的角质附器,皆是向上耸立生长的;

εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.

但若垂向下方,那便纯然是牙齿。

500

κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι

在巨象那双角之中,

ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν

其根部最初自头颅生出,由硕大〔头颅〕生出硕大〔根部〕,正如百兽之态;

ἐκ μεγάλου μεγάλαι, φηρῶν ἅτε· νέρθε δʼ ἔπειτακρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν

继而潜藏于皮下,沿着颞颥伸向双颚;

ἐς γένυν ὠθεῦνται· γενύων δʼ ἀπογυμνωθεῖσαι

由于从双颚裸露而出,

505

ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.

便给大众带来了齿类的虚假错觉。

ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·

更有甚者,对凡人而言还有另一昭然若揭的明证:

πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,οὐδέ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·

百兽之牙皆不可弯折,不顺从工匠的手艺,固执而不可移易;

τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἤν ἐθέλῃσιν

若角雕工匠欲凭技巧将其延展加宽,它们便断然抗拒,若遭强力压迫,便悖逆地如草茎般折断;

510

εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράωντόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·

然而以角却能制成环曲的长弓与数不尽的工艺品;

ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,

同样,人们称之为牙齿的那些角,

γνάμπτειν εὐρύνειν τʼ ἐλεφαντοτόμοις ὑποείκει.

亦顺从象牙工匠的技艺,得以弯曲和延展。

515

θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης

在走兽之中,巨象所拥有的庞大体躯,是大地上任何其他兽类所未曾具备的;

ἄλλος θὴρ φορέει· φαίης κεν ἰδών ἐλέφαντα

凡目睹大象之人皆会说,

ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν

那是一座无边无际的巍峨山岳,

χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.2

抑或是一团为可怜凡人带来严冬的可怖乌云,正在陆地上行进。

ἴφθιμον δὲ κάρηνον ἐπʼ οὔασι βαιοτέροισι,

它威猛的头颅生在较小的耳朵之上,那双耳凹陷而平整;

520

κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι

然而双眼与其庞大身躯相比显得较小,

μείονες ἢ κατʼ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.

虽说它们本身已颇为巨大。

τῶν δʼ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.

在双眼之间,伸出一条蜿蜒细长的巨大鼻子,人们称之为象鼻;

κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι

那便是巨兽的手臂,

525

ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·

它们凭借它轻松自如地施展心愿。 它的双腿长度并不均等,

ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.

因为前腿远远比后腿高高耸起。

ῥινὸς δʼ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,

其身躯裹覆着一层崎岖不平的厚皮,

ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλʼ οὐδὲ κραταιὸς

坚不可摧且坚硬强固,即便淬火的无坚不摧的利铁,

θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.3

亦难轻易将其斩裂。

530

θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην

在幽暗的森林之中,它的脾性狂烈无比;

ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τʼ ἐνηής.

然而在能言的凡人中间,它却驯良温顺。

ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις

在青翠而多冈的峡谷里,

καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλαφοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,

它用锋利而巨大的颚牙撞击,将栎树、野橄榄以及高耸的棕榈族类连根拔起铺倒在地上;

535

ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·ὁππότε δʼ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·

但只要置身于凡人强有力的手掌之下,它便忘却暴戾,凶蛮的心肠离它而去;

ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ

它甘受轭木,唇吻衔住嚼子,

καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.

在脊背上驮负着指挥其劳作的孩童。

540

φήμη δʼ ὡς ἐλέφαντες ἐπʼ ἀλλήλοις λαλέουσι,

亦有传言道,象群彼此之间能够交谈,

φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·

口中喃喃低语着近似人类的言辞;

ἀλλʼ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,

然而这种兽类的语声并非人人都能听见,

κεῖνοι δʼ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.

唯有驯象之人方能通晓。

θαῦμα δὲ καὶ τόδʼ ἄκουσα, κραταιοτάτους ἐλέφαντας

我还听闻过这件奇事:

545

μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ

最强悍的巨象胸中怀有通灵预知的心智,

γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.

在其心魂深处知晓自身迫近的命数必然。

οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασικύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,

可见,并非唯有鸟类之中才有唱出最后挽歌的通灵天鹅,

ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν

在野兽之中,这一族类同样能预感自身的死期,

550

φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.

奏响哀戚的挽歌。

Ῥινοκέρως δʼ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος

犀牛拥有矫捷剑羚的身躯,

语法注3 条
  1. 2.493ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας

    πλήθους 作部分属格修饰 ἄλλοι,意为“凡俗大众中的其他人(迷误地将……)”。谓语动词 ἐνέπουσιν 以 §2.491 的 κεῖνα ... τεύχεα δοιά 为直接宾语,以 ὀλοοὺς ... ὀδόντας 为宾语补足语(ὀλοούς 作 ὀδόντας 的定语),伴随分词 πλαζόμενοι 说明其认识上的迷误。

  2. 2.516φαίης κεν ἰδών ἐλέφαντα ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν

    此处是由潜在希求法 φαίης κεν(“人会说……”)引出的“宾格加不定式”(A.c.I.)结构。不定式 ὁδεύειν(“行进”)的逻辑主语为 ἢ κορυφὴν ... ἢ νέφος(“要么是山巅……要么是乌云”),由分词短语 ἰδών ἐλέφαντα(“见到大象时”)引出,构成生动的比喻结构。

  3. 2.528τὸν οὔ κε μάλʼ οὐδὲ κραταιὸς θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος

    关系代词 τὸν 在句中充当直接宾语,指代前文的阳性主格先行词 ῥινός(“皮”;中性名词 δέμας 则是 ἀμφιβέβηκεν 的直接宾语)。强烈的多重否定 οὔ κε μάλʼ οὐδέ 与潜在希求法 διατμήξειε 结合,表达坚决的潜在否定与不可能(“即使……也决无法斩裂”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:2.473-2.551