← 阿帕梅亚的奥皮安

狩猎歌

§2.396-2.472

跨物种的情爱、厄洛斯的威力与剑羚

本节列举了跨物种动物之间的深厚情谊,赞美了厄洛斯支配万物的无上威力,随后预告了背叛并吞噬游鱼同伴的苏博斯兽必遭报应,并描摹了栖息于森林中长有锋利毒角的凶猛剑羚之外貌与作战姿态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
396

θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδʼ ὅσον αὐτῶν

神明赋予它们的,不仅有彼此之间同等友爱的必然法度,

φῦλον ἀναλδήσκειν1 αἰειγενέος βιότοιο.

也不仅仅在于为永续的生命繁衍其族类。

θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα

因此,当无知的族类被可爱的羁绊所降服,

ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναικαὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,

知晓亲族的爱意,并在彼此之间交织着懵懂的爱欲时,这委实令人称奇,

οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε

正如在人类之中,深谋与心智使人睁开双眸,在心中接纳爱恋一般;

ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θʼ ὑπεδέξατο θυμῷ·

不仅如此,

ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.2

神明更自高天之上使它们为异类的深情而狂乱。

οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισιἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις

显赫的牡鹿对鹧鸪怀有多么深沉的渴望,而沙鸡对长角羚羊的恋慕又何其巨大;

περδίκων· πῶς δʼ αὖτε θοοῖς χαίρουσιν ἐφʼ ἵπποιςὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·

那生着极其蓬乱长耳的鸨鸟,又是因敏捷的骏马而何等欢欣;

ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·

鹦鹉与野狼亦一同栖息,

αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.

因为野狼始终恋慕着这羽色如草的鸟儿。

410

ὄβριμʼ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,

威猛的厄洛斯啊,你是何其伟大,你的力量又是何等浩瀚无际!

πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεις!

神啊,你有多少谋算,统御着多少造物,又戏耍着多少万物!

γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·

大地本是稳固的,却因你的利箭而震颤;

ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·

大海本是动荡的,你却连它也予以平定;

ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος·

你来到苍穹之上,巍峨的奥林匹斯亦对你畏惧;

415

δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεγαίης ὅσσα τʼ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,

万物皆畏惧你:上方广袤的青天,大地之下的一切,以及亡者悲戚的幽灵——

οἳ Λήθης μέν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ

它们虽将忘川消解苦痛之水饮入口中、

καὶ φύγον ἄλγεα πάντα, σὲ δʼ εἰσέτι πεφρίκασι.

逃脱了一切悲哀,却至今仍对你战栗不已。

σῷ δὲ μένει καὶ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει

凭着你的威能,你踏足那明澈的太阳亦未曾照耀的遥远之境;

420

ἠέλιος φαέθων· σῷ δʼ αὖ πυρὶ καὶ φάος εἴκει

在你的烈火面前,

δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.

光明亦惶恐退避,宙斯的雷霆亦同样退让。

τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,

凶暴的神明啊,你便拥着这般烈火的箭矢,

πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,

痛苦、凶猛、蚀心、狂乱、吐露消融之气且无可救药,

τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς

你正是用这些箭矢,

425

θῆρας ἀνεπτοίησας ἐπʼ ἀζεύκτοισι πόθοισι.

驱使野兽们自身陷入悖常爱欲的狂热之中。

θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες

这是何等的奇景:每当生翼的鹧鸪跳上角鹿斑驳的脊背,

ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντεςἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες

或是沙鸡将密集双翼拍打在羚羊身上,振翅扇动,以祛除汗水并抚平燥热烈焰的煎熬;

ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν

抑或当身形优雅的鸨鸟在蹄声铿锵的骏马前方掠空滑翔;

430

καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·

鲷鱼群亦贴近山羊群;

ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππουὠτίς ὀλισθαίνουσα διʼ ἠέρος ἱμερόεσσα,σαργοὶ δʼ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳφῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,

而在苏博斯兽身旁,那游荡的鱼类全体皆为其倾倒,

435

ἕσπονται δʼ ἅμα πάντες, ὅτʼ ἄγρια κύματα τέμνει,

当它劈开狂暴的海浪时,众鱼群皆相伴相随,

στείνονταί θʼ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος

欣喜地簇拥在两侧,

ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν·3

周遭的海水被白色鱼鳍拍打而翻涌泡沫。

αὐτὰρ ὅ γʼ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,

然而它这毫无纲纪之物全然不顾异类的友谊,

εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς

大开筵席般用鲜血淋漓的巨口吞噬着水中的同伴;

440

δαινύμενος· τοὶ δʼ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,

但众鱼虽亲眼目睹自身的毁灭,

οὐδʼ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.

却依旧不生仇恨,亦不离弃这屠戮者。

σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε

可悲而作恶多端的苏博斯兽啊,

πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον

即便你狡诈多端、以鱼为杀,

καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.

猎人们日后亦必在海中为你备下灭顶之灾!

445

ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,

而在森林之中,栖息着一种长着利角的猛兽——性情凶残的剑羚,

ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·

对百兽而言最为可怖。

τοῦ δʼ ἤτοι χροιὴ μὲν ἅτʼ εἰαρινοῖο γάλακτος,

它的毛色宛如春日鲜乳,仅在面孔周围的双颊呈现黑色;

μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·

其后背因厚厚的油脂而隆起为两道;

διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν

向上耸立的双角利刃尖锐苦烈,呈现乌黑之色,

αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖοπέτρου τʼ ὀκριόεντος ἀρειότεραι πεφύασιν·

比磨砺之青铜、森冷之钢铁与嵯峨之巨石更为坚韧强悍;

ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.

人们相传其双角天然携带着剧毒。

455

θυμὸς δʼ αὖτʼ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·

剑羚的性情傲慢而冷酷:

οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,

它们既不畏惧嗅觉灵敏之猎犬的吠叫,亦不怕峭壁旁荒原野猪的喷息,

οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,

甚至绝不畏惧公牛强有力的哞叫,

οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,

亦不对猎豹冷酷的咆哮战栗,

πορδαλίων δʼ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,

它们不躲避雄狮自身的宏大怒吼,

460

οὐδʼ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο·

更以其不知天高地厚的狂妄心智轻视凡人;

πολλάκι δʼ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ

勇猛的猎人与嗜血的剑羚狭路相逢而丧命山麓之事,

θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.

屡见不鲜。

ὁππότε δʼ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,ἢ σῦν χαυλιόδοντʼ ἢ καρχαρόδοντα λέοντα

每当剑羚窥见心性强悍的猛兽——无论是獠牙野猪、利齿雄狮,抑或是森冷巨熊致命的凶暴,

ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκʼ ἄρʼ αἴῃνευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει

它便立刻向地面俯首,将头颅与前额拉紧牢牢抵住,

τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα

将那残酷的利器紧贴地面插定,静待迎面冲来的敌手,

ἐσσύμενον μίμνει, τὸν δʼ ὤλεσε πρῶτος ἐναίρων.

并抢先发起致命一击予以格杀。

470

δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,

它将生角的额头略微侧倾,潜伏窥伺,

τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·4

以更为锐利的兵器猛扑向野兽;

αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, κατὰ δʼ ἄσχετον ἰθὺς ὀρούει,

然而对方毫不顾及,仍以无可遏止之势直冲而来,

语法注4 条
  1. 2.396οὐδʼ ὅσον αὐτῶν φῦλον ἀναλδήσκειν

    否定词 οὐδέ 与关系副词 ὅσον 连用并支配不定式 ἀναλδήσκειν,构成限制性结构,意为“亦非仅仅限于繁衍其族类”。该句与前文的 οὐ γὰρ ἐπʼ ἀλλήλοισι μόνον... 相互照应,表明神明赋予的爱之法则超越了单纯维系同类繁衍的生理界限。

  2. 2.403ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις

    不定过去时动词 ἐπεμήνατο 的主语按上下文宜理解为“神明(θεός)”或拟人化的爱神厄洛斯。虽然亦可理解为承接前文 ἄφρονα φῦλα 的单数通称主语(即“无知野兽为异类之情而狂乱”),但副词 ὑψόθι(“自高天之上”)表明此处更指神圣力量从天降下、使野兽陷入狂乱的主动作用。

  3. 2.437λευκῇσι τινασσόμενος πτερύγεσσιν

    名词 πτέρυξ(通常意为“翅膀”)在此作为诗歌转喻,指代鱼类的“鳍”。以大海(πόντος)为主语,生动描绘了周遭海水被蜂拥而至的游鱼群白色胸鳍剧烈搅动而翻腾白沫的景象。

  4. 2.471τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί

    分词 δεδοκημένος 乃动词 δοκεύω(“窥伺、潜伏”)或 δέχομαι(“等待”)的完成时中动态/被动态分词,描绘其屏息凝神、伏击突进敌手的姿态。与格短语 τεύχεσιν ὀξυτέροις(“以更为锋利的武器”,指其双角)作手段与格,修饰动词 ἔμπεσε,该动词继而支配与格补足语 θηρί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:2.396-2.472