- 底本
- Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:440-513
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
赫卡忒职能的描述在其对渔业、畜牧及养育幼孩的保护力中结束。随后记述了勒亚与克洛诺斯所生子女的诞生、克洛诺斯对孩子们的吞噬、勒亚在乌拉诺斯和该亚协助下用石头代替宙斯脱险的经过、宙斯成年后迫使克洛诺斯吐出兄弟姐妹并获得雷电的过程,最后介绍了伊阿佩托斯的后代谱系。
καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
对于那些在灰暗险恶的海洋中工作的人,
εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
他们向赫卡忒和轰鸣的恩诺西盖俄斯(大地的撼动者)祈祷,
ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
这位荣耀的女神极易赐予丰厚的渔获,
ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
而只要她心里愿意,她也能轻易地将眼前的获物夺走。
ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·1
在牲畜栏中,她也善于同赫耳墨斯一起使牲畜繁衍;
βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
无论是牛群,还是漫山放牧的山羊群,
ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
甚至是毛茸茸的绵羊群,只要她心里愿意,
ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
她都能使它们由少变多,也使它们由多变少。
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
因此,尽管她只是母亲的独生女,
πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
她依然在所有不朽的神明中受享一切特权,倍受器重。
θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
克洛诺斯之子还使她成为孩子们的养育者,这些孩子在她之后
ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
亲眼看见了普照大地的厄俄斯的光芒。
οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
因此她自始至终是孩子们的养育者,这些便是她的特权。
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
勒亚屈服于克洛诺斯,产下了辉煌的孩子们:
Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
赫斯提亚、德墨忒尔,以及着金凉鞋的赫拉,
ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
和在地下建有府邸的强大的哈得斯,
νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
他有着无情的心,以及轰鸣的恩诺西盖俄斯,
Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
还有充满智慧的宙斯,他是神明与人类之父,
τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
在他的雷鸣之下,宽广的大地为之震动。
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
伟大的克洛诺斯把他们一个个吞了下去,每当有人
νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,2
从母亲神圣的子宫来到她的膝上。
τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
他怀着这样的意图,为的是不让其他高贵的乌拉诺斯之子
ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
在不朽的神明中享有王者的荣耀。
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
因为他从该亚和星光熠熠的乌拉诺斯那里得知,
οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
他命中注定要被自己的儿子征服,
καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
尽管他十分强大,但这是通过伟大的宙斯的旨意。
τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
因此他没有盲目看守,而是保持警惕,
παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
吞噬着自己的孩子们;而勒亚则怀着无尽的悲伤。
ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
但是,当她就要产下神明与人类之父宙斯时,
τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
她便向自己亲爱的父母——该亚和星光熠熠的乌拉诺斯,
τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
哀求,
μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
共同商量一条计策,以便能隐藏自己亲爱孩子的
παῖδα φίλον, τίσαιτο3 δʼ ἐρινῦς πατρὸς ἑοῖο
诞生,并为她父亲的复仇女神,
παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
以及被狡猾的伟大克洛诺斯吞噬的孩子们进行报复。
οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
他们非常专心地倾听并顺从了自己亲爱的女儿,
καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
并告诉了她关于克洛诺斯国王和他坚毅的儿子
ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
注定要发生的一切命运。
πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
他们把她送到了克里特丰饶之地的吕克托斯,
ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
当她就要产下孩子们中最年幼的
Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
伟大的宙斯时;巨大的该亚从她手中接过了这个孩子,
Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
在宽广的克里特抚养和哺育。
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
该亚抱着他,穿过敏捷而黑暗的夜晚,
πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
首先来到了吕克托斯;她用双手接住他,将他藏在
ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
陡峭的洞穴中,在神圣大地的深处,
Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
在林木茂密的艾盖俄斯山上。
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
然后,勒亚用襁褓包裹了一块巨大的石头,递给
Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
伟大的君主乌拉诺斯之子,神明的前任国王。
τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
那个无情的人,当时用双手接过去并塞进了自己的肚子里;
σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
他心里根本没有想到,在此之后
ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
代替这块石头的,是他自己那无敌而安详的儿子
λείπεθʼ,4 ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
留了下来,这位儿子很快就要用力量和双手将他征服,
τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
将他逐出特权地位,而自己则在不朽的神明中统治。
καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
随后,那位君主的精力和辉煌的肢体
ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
迅速成长起来;随着岁月的流逝,
Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
被该亚巧妙的劝告所欺骗,
ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
狡猾的伟大克洛诺斯又将自己的后代吐了出来,
πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
他首先吐出了那块最后吞下去的石头。
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
这块石头被宙斯固定在宽阔道路的大地上,
Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
在神圣的皮托,在帕耳那索斯的山谷下,
σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
作为以后的标志,供凡人人类瞻仰的奇迹。
λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
他还将父亲的兄弟们从毁灭性的束缚中解放出来,
Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
那些乌拉诺斯之子,由于他们的父亲在愚妄中将他们囚禁;
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
他们对他心怀感激,记住了他的恩德,
δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
并赠予他雷鸣、燃烧的霹雳
καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
以及闪电;在这之前,巨大的该亚一直将它们隐藏着;
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
凭借这些,他统治着凡人和不朽的神明。
κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
伊阿佩托斯迎娶了美踝的俄刻阿诺斯之女
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
克吕墨涅,并登上了同一张床榻。
ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
她为他生下了坚毅的儿子阿特拉斯;
τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
她还产下了极其高傲的梅诺伊提俄斯,以及
ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
变幻莫测、足智多谋的普罗米修斯,和心智迷误的厄庇米修斯,
ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
厄庇米修斯自始至终成了勤劳人类的灾祸;
πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
因为他首先接受了宙斯所塑造的女人。
- 444ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
不定式 ἀέξειν 是用以补充形容词 ἐσθλή 的限制性不定式(“擅于增加”)。ληίδʼ(ληίς“掠夺物、获物、牲畜”的省音)是不定式的直接宾语。
- 459ὥς τις ἕκαστος ... ἵκοιτο
由时间连词 ὡς(“一……就……”)引导的从句。希求法 ἵκοιτο 表示过去发生的重复性动作(“每当……到达时”),与主句的历史未完成时动词 κατέπινε 相呼应。
- 471ὅπως λελάθοιτο ... τίσαιτο
由目的连词 ὅπως 引导的目的从句。由于主句动词 λιτάνευε 为过去时(未完成过去时),从句中的动词 λελάθοιτο(λανθάνω 的重叠不定过去时中动意愿希求法)和 τίσαιτο(τίνω 的不定过去时中动意愿希求法)均使用希求法。
- 488οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω ... λείπεθʼ
连词 ὡς 引导一个表陈述或认识的名词性从句(“那……”),充当主句 οὐδʼ ἐνόησε(“没有发觉”)的宾语。该从句的骨架结构为 υἱὸς ... λείπεθʼ(λείπετο 的省音,即“儿子被留下了”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
