← 赫西俄德

神谱

§369-439

提坦后裔的谱系与赫卡忒的殊荣

提坦神族繁衍出太阳、月亮、风、星辰等自然力量,以及斯堤克斯之子胜利与强力。此外,赫卡忒受到宙斯的特别器重,获得了在陆地、天空和海洋中极大地协助凡人并赐予特权的崇高地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
369

τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,1

凡人人类极难说出她们所有人的名字,

370

οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.

但每个住在她们周围的人,各自都知道她们。

θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

忒亚在与许珀里翁的爱中屈服,

Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει

产下了伟大的赫利俄斯、明亮的塞勒涅,

ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.

以及照亮所有地上凡人和领有宽广天空的不朽神明的厄俄斯。

375

Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα

厄乌里比亚与克里俄斯在爱中结合,

Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων

这位女神中神圣的女神产下了伟大的阿斯特赖俄斯、帕拉斯,

Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.

以及在知识上在所有人中最为杰出的珀耳塞斯。

Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,

关于阿斯特赖俄斯,厄俄斯产下了坚毅的群风,

ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον

晴空的仄费罗斯、捷径的北风玻瑞阿斯,

380

καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.

以及诺托斯,女神在爱中与男神同床而生。

τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια

在他们之后,清晨所生之女产下了星辰埃俄斯福罗斯,

ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.

和照亮天空的、用以给天冠戴的群星。

Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα

俄刻阿诺斯之女斯堤克斯与帕拉斯结合,在府邸中

Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·

产下了仄洛斯和美踝的尼刻,

385

καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,

她还产下了克拉托斯与比阿等杰出的孩子,

τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,

除了宙斯之外,他们没有独立于他的府邸,也没有任何座位,

οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,2

也没有任何道路,除非神陪伴并引导他们,

ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.

相反,他们始终坐在深雷之主宙斯的身边。

ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη

因为不朽的俄刻阿尼德斯斯堤克斯正是这样决定的,

390

ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς

在那一天,当奥林匹斯的闪电之主

ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,

召集所有不朽的神明来到高耸的奥林匹斯山,

εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,

并说道,神明中无论谁与他一起同提坦作战,

μή τινʼ ἀπορραίσειν γεράων,3 τιμὴν δὲ ἕκαστον

都不会被夺去任何特权,且每个人

ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν

都将保有以前在不朽神明中所拥有的荣誉;

395

τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,

他又说,无论谁在克洛诺斯手下不曾享有荣誉和特权,

τιμῆς καὶ γεράων ἐπιβησέμεν,4 ἧ θέμις ἐστίν.

都将按照正义之规,获得荣誉和特权。

ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε

因此,不朽的斯堤克斯带着她的孩子们

σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.

遵循她亲爱的父亲的计谋,最先来到了奥林匹斯。

τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.

宙斯器重她,并赠予她丰厚的礼物。

400

αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,

他立她自己作为神明的大誓,

παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.

并让她的孩子们成为他永久的同居者。

ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,

正如他所许诺的那样,对所有的神,

ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.

他都完全履行了;而他自己则极具威力地统治和主宰着。

φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·

福柏又进入了科俄斯可爱的床榻;

405

κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι

随后,这位女神在与男神的爱中受孕,

Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,

产下了身着青衣的勒托,她始终温和,

ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,

对人类及不朽的神明皆柔和,

μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.

自始至终温和,在奥林匹斯中最为温顺。

γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης

她还产下了声誉美好的阿斯忒里亚,珀耳塞斯曾

410

ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.

将她迎入自己宏伟的府邸,称她为亲爱的妻子。

ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων

她受孕并产下了赫卡忒,在所有的神明中,

Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,

克洛诺斯之子宙斯最器重她;他赠予她辉煌的礼物,

μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

使她享有大地和不荒之海的份额。

ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς

她也从星光熠熠的天空分得了荣誉的份额,

415

ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.

在不朽的神明中她受到极大器重。

καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων

因为即便在今天,当任何一个地上的凡人

ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,

按照法律进行精美的祭祀并祈求恩宠时,

κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ

他都会呼唤赫卡忒。大荣誉便会

ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,5

极易追随那人,只要女神以乐意的心接受其祈祷,

420

καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.

并且她也会赐予他财富,因为她确实拥有力量。

ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

凡是由该亚和乌拉诺斯所生

καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.

并分得荣誉的所有人中,她在这一切中都占有份额。

οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,

克洛诺斯之子不曾对她施加任何暴力,也不曾夺去

ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,

她在以前提坦神明中所分得的所有份额,

425

ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,

相反,她依然保有着最初始划分时的特权,

καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·

大地、天空及海洋中的特权;

οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,

也不因为她是独生女,女神就分得较少的荣誉,

ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.

相反,她得到的还要多得多,因为宙斯极其器重她。

ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·

无论她愿意帮助谁,她都大力协助并予以恩赐;

ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,

在审判时,她坐在受尊崇的国王们身旁,

430

ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·

在民会上,她使她所愿意的人在民众中脱颖而出;

ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται

当人们披挂盔甲准备投入消灭凡人的战争时,

ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι

女神便出现在那里,对那些她所愿意的人

νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.

乐意地赐予胜利,并伸出荣耀。

435

ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,

再次,当人们在竞技会中争斗时,她也是有益的,

ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·

女神也会出现在那些人身旁并给予协助;

νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον

用力量和强壮战胜并赢得精美奖品的人

ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.

欢欣地轻易带回奖品,并把荣耀赐予他的父母。

ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.

她也乐于站在骑手们身旁,为那些她所愿意的人。

语法注5 条
  1. 369τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν

    不定式 ἐνισπεῖν(“叙说”)的逻辑主语是宾格的 βροτὸν ἀνέρʼ(ἀνέρα),而 τῶν πάντων 是修饰 ὄνομʼ(ὄνομα)的属格。形容词 ἀργαλέον 作为非人称谓语使用,省略了 ἐστί。

  2. 387ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ

    短语 ὅππη μὴ 表示例外(“除非……否则不”)。与格 κείνοις 是与动词 ἡγεμονεύῃ(“引导”)连用的伴随或关系与格,意为“除非神(宙斯)在他们伴随下带路”。

  3. 393μή τινʼ ἀπορραίσειν γεράων

    间接引语中的不定式结构。动词 ἀπορραίσειν(“夺去”)带夺格性属格 γεράων(“特权”)。由于不定式的逻辑主语(宙斯)与主句主语一致而省略,τινʼ(τινά)作不定式的直接宾语。

  4. 396τιμῆς καὶ γεράων ἐπιβησέμεν

    动词形式 ἐπιβησέμεν 是使役动词 ἐπιβαίνω 的将来时不定式(“使登上、使获得”),带有所达目标的属格 τιμῆς καὶ γεράων(“荣誉与特权”),省略的宾格对象为“他们”。

  5. 419ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς

    关系代词 ᾧ 是与第420行 ὀπάζει 连用的利益与格,或是修饰 εὐχάς(“祈祷”)的所有与格。动词 ὑποδέξεται 是短元音虚拟式,传达了条件或预期的语气(“如果女神确实乐意接受其祈祷”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:369-439