← 赫西俄德

神谱

§220-294

夜神后裔与海神蓬托斯谱系

承接夜神后裔的谱系,本节叙述了由海神蓬托斯所生的海洋神明谱系,特别是涅柔斯的五十个女儿(涅瑞伊得斯),以及哈耳庇厄、格赖埃、戈耳工(美杜莎)、珀伽索斯、克律萨俄耳和革律翁的诞生与相关神话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
220

αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·

她们追究人类与神明的过犯。

οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,

这些女神绝不平息可怕的愤怒,

πρίν γʼ ἀπὸ τῷ δώωσι1 κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.

直到对犯下罪过的人降下邪恶的惩戒。

τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,

毁灭的夜产下了涅墨西斯,这凡人人类的灾祸,

Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα

在她的后面,产下了阿帕忒和菲洛忒斯,

225

Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.

以及毁灭的杰拉斯,并产下了坚忍的厄里斯。

αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα

然而,可憎的厄里斯产下了痛苦的蓬诺斯,

Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα

和莱忒、利墨斯,以及令人流泪的阿尔革亚,

Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε

和许斯弥奈、马科伊、珀诺伊以及安德洛克塔西亚伊,

Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε

和内克亚、虚假的罗格斯以及阿姆菲洛癸亚伊,

230

Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,

和迪丝诺弥亚、阿忒——她们彼此互为同伴,

Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους

以及霍尔科斯,他最让地上的凡人

πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

受苦,当有人故意立下伪誓时。

Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,

蓬托斯产下了无伪且诚实的涅柔斯,

πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,

他是最年长的孩子;而人们称他为老人,

235

οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων

因为他诚实而温和,并不遗忘正义的

λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·

法度,而是通晓公正且温和的思虑。

αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν

接着他又产下了伟大的陶玛斯和高傲的福耳库斯,

Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον

因与盖亚相结合,以及美颊的刻托,

Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

和欧律比亚,她心中有着如金刚石般坚强的意志。

240

Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων

涅柔斯与美丽头发的多里斯——

πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,

她是大洋神俄刻阿诺斯(完美的河流)的女儿——在无获的深海中,

κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,

孕育了女神们的令人向往的孩子。

Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε

普洛托、埃乌克兰特、萨奥、安菲特里忒,

Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε

埃乌多雷、忒提斯、加勒涅、格劳科,

245

Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα

屈墨托厄、斯珀伊俄、托厄、令人喜爱的哈利厄,

Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς

帕西忒亚、埃拉托、粉臂的埃乌尼刻,

καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ

优雅的墨利忒、埃乌利墨涅、阿高埃,

Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

多托、普罗托、珀鲁萨、迪纳米涅,

Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια

内塞亚、阿克泰亚、普罗托墨狄亚,

250

Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια

多里斯、帕诺珀亚、美丽的伽拉忒亚,

Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς

可爱的希波托厄、粉臂的希波诺厄,

Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ

和屈墨多刻,她在阴霾的深海上将波浪,

πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ

以及猛烈吹拂的狂风之息,与屈玛托勒格一起,

ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,

轻易地抚平,并与美踝的安菲特里忒一起。

255

Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη

屈墨、埃伊俄涅、美冠的哈利墨德,

Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια

喜好微笑的格劳科诺墨、蓬托波赖亚,

Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια

莱阿戈雷、埃瓦戈雷、拉俄墨狄亚,

Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα

波吕诺厄、奥托诺厄、留西亚纳萨,

Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος

身姿可爱、容貌无可挑剔的埃瓦尔涅,

260

καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη

美丽身躯的普萨玛忒、神圣的墨尼珀,

Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε

内索、埃乌蓬佩、忒弥斯托、普罗诺厄,

Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

和涅墨耳忒斯,她继承了不朽父亲的心智。

αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο

这些便是从无可指摘的涅柔斯所生的

κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.

五十个女儿,通晓无可指摘的技艺。

265

Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα

陶玛斯迎娶了深流的俄刻阿诺斯的女儿

ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν

厄勒克特拉;她产下了迅捷的伊里斯,

ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,

以及美发的哈耳庇厄:阿厄洛与奥库珀忒,

αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται

她们以迅捷的翅膀,与狂风之息和飞鸟并肩飞驰;

ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι2 γὰρ ἴαλλον.

因为她们冲向高空。

270

Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους

刻托为福耳库斯产下了美颊的格赖埃,

ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν

她们生来白发,不朽的神明和地上的凡人

ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,

都称她们为格赖埃,

Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,

即美袍的佩姆弗雷多与藏红花袍的厄倪俄,

Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο

以及戈耳工们,她们居住在显赫的俄刻阿诺斯彼岸,

275

ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,

在靠近夜的尽头,那里有歌声清脆的赫斯珀里得斯,

Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.

即丝忒诺、尤瑞艾莉和遭遇悲惨的美杜莎。

ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,

其中一人是凡身,另两人是不朽不老的,

αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης

那两位。而那一个则与青丝神同寝,

ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.

在柔软的草地和春天的花丛中。

280

τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,

当珀尔修斯斩下她的头颅时,

ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.

伟大的克律萨俄耳和珀伽索斯马跃了出来。

τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς

对一者而言,其名是因为在俄刻阿诺斯的源头附近

γένθʼ, ὃ δʼ3 ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.

出生,而另一者则是在其亲爱的双手中握着黄金宝剑。

χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,

一者飞离并抛下了养育牲畜的大地,

285

ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει

来到了不朽者之中;他居住在宙斯的府邸,

βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.

为聪慧的宙斯传送雷电。

Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα

克律萨俄耳与显赫的大洋神之女卡利罗厄结合,

μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.

产下了三头的革律翁。

τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη4

赫拉克勒斯之强力将他杀害,

290

βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ

在被水环绕的厄律忒亚,在他那些步履蹒跚的牛群旁,

ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους

在这一天,他渡过大洋神的海峡,

Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο

将宽额的牛群赶回神圣的蒂林斯,

Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα

并杀死了奥尔托斯和牧牛人欧律提翁,

σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

在显赫的俄刻阿诺斯彼岸那阴暗的畜栏里。

语法注4 条
  1. 222ἀπὸ τῷ δώωσι

    介词 ἀπό 与动词 δώωσι(δίδωμι 的史诗虚拟语气形式)发生了分置(tmesis),共同作为复合动词 ἀποδίδωμι(给予报应、惩罚)发挥作用。指示词 τῷ 作为与格指示代词(“给那个人”),并通过后面的关系从句 ὅς τις ἁμάρτῃ(凡犯错者)得到具体说明。

  2. 269μεταχρόνιαι

    虽然在语法上为主格复数形容词,但在语境中作为副词使用,意为“在虚空高处”或“在空中”。与动词 ἴαλλον(ἰάλλω“发送、冲刺”的未完成过去时)结合,动态地描绘了哈耳庇厄在空中飞翔的姿态。

  3. 282τῷ μὲν ... ὃ δʼ

    这是一个对比结构,用以解释珀伽索斯与克律萨俄耳的名字由来(名称溯源)。前者 τῷ μὲν(珀伽索斯)的名字通过从句 ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς γένθʼ(因在大洋神的泉源 πηγάς 附近出生)进行解释,而后者 ὃ δʼ(克律萨俄耳)则通过分词短语 ἄορ χρύσειον ἔχων(因手持黄金宝剑 χρύσειον ἄορ)进行解释,两者呈现出不对称的句法结构。

  4. 289βίη Ἡρακληείη

    主语“赫拉克勒斯之强力”是指代赫拉克勒斯本人的诗意委婉法(转喻)。在语法上,主语虽然是阴性名词 βίη,但它作为及物动词的主语起作用,其宾语为指代革律翁的阳性单数宾格代词 τὸν μὲν,体现了动作实际发出者为男性赫拉克勒斯这一事实。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-10-12 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:220-294