- 底本
- Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:148-219
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
盖亚所生的百臂巨人被天空之神乌拉诺斯幽禁,愤怒的盖亚与克罗诺斯密谋,后者将父亲阉割。从阉割后的性器流出的血中诞生了复仇女神和巨人,而性器落入海中所产生的泡沫中诞生了阿芙洛狄忒;随后,黑夜女神倪克斯孕育了众多黑暗和不祥的神明。
τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,1
三位巨大而强暴的儿子,他们不配拥有姓名,
Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
科托斯、布里阿柔斯和居厄斯,傲慢的孩子们。
τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
在他们的肩膀上,有一百只无法触及的手臂伸出,
ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
每个人都有五十个头,
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
在他们强壮的手足上,从肩膀上生出;
ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
在巨大的身躯上,他们拥有无法抗拒的强大力量。
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,2
因为在所有由大地和天空所生的孩子中,
δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
他们是最可怕的孩子,并且被自己的父亲憎恨,
ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
从一开始。而且,他们中一旦有谁最先出生,
πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
他就会把他们全都藏起来,不让他们来到光天化日之下,
Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
藏在大地的深处;而天空
Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
为他的邪恶行径感到高兴。但巨大的大地在内部呻吟,
στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
感到受压迫;于是她设计了一个狡猾而邪恶的诡计。
αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
她立刻制造出灰色白金的材料,
τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
打造了一把大镰刀,并对她亲爱的孩子们说:
εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
她一边说一边鼓励他们,同时她亲爱的心灵感到悲伤:
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου,3 αἴ κʼ ἐθέλητε
“我的孩子们,你们是一位横暴父亲所生的,如果你们愿意
πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
听从劝说,我们就可以报复你们父亲的邪恶侮辱;
ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
因为是他最先企图做出可耻之事的。”
ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
她这样说;然而,恐惧笼罩了他们所有人,他们中没有一个
φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
开口说话。但大而足智多谋的克罗诺斯鼓起勇气,
ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
再次用言语对亲爱的母亲说:
μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
“母亲,我愿意承担并完成这件
ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
工作,因为我并不在乎我们那恶名昭彰的父亲;
ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
因为是他最先企图做出可耻之事的。”
ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
他这样说;巨大的大地在心中感到极大的喜悦。
εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
她把他藏在伏击的地方坐下;并在他的手中塞入了一把
ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
锯齿状的镰刀;并把所有的诡计都传授给了他。
ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
伟大的天空带着夜色降临,紧紧缠绕着大地
ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
渴望着爱,并舒展开来
πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
到各个地方;而那在伏击处的儿子用左手
σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
伸了出去,用右手拿起了那巨大的镰刀,
μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
那长长且带有锯齿的,并从他亲爱的父亲身上割下了
ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
生殖器,迅速地将其抛出,任其被抛到
ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
身后。它们并没有白白地从他的手中逃脱;
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
因为所有喷涌而出的带血的滴液,
πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
大地全都接住了;随着岁月的流逝,
γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
她孕育了强力的厄里倪厄斯和巨大的癸干忒斯,
τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
他们身着闪亮的盔甲,手握长枪,
Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
以及在无边无际的大地上被称为墨利亚斯的宁芙们。
μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
至于那生殖器,当他最先用白金将其切断,
κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
并从陆地抛入波涛汹涌的深海中时,
ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
它就这样在海面上漂流了很长时间,四周升起了白色的
ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
泡沫,从那不朽的肉体中产生;在其中一位少女
ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
被孕育出来。她最先接近了神圣的基西拉岛,
ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
接着又从那里来到了被海环绕的塞浦路斯。
ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
一位端庄美丽的女神走了出来,四周在她的
ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
纤细的双脚下,绿草茂密地生长。而她就是阿芙洛狄忒,
κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
神明和人类都如此称呼她,因为她是在泡沫中
θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
被抚育的;而称她为基塞蕾亚,是因为她接近了基西拉岛;
Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
称她为塞浦路斯之女,是因为她出生在波涛汹涌的塞浦路斯;
ἠδὲ φιλομμηδέα,4 ὅτι μηδέων ἐξεφαάνθη.
称她为喜好生殖器的,是因为她显现在生殖器旁。
τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
厄洛斯与她同行,美丽的希墨罗斯也跟随在后,
γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
在她最先出生并走向神明一族的时候。
ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
她从一开始就拥有这份荣耀,并分得了这份
μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
在人类和不朽神明之中的命运:
παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
少女般的密语、微笑与欺骗,
τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
以及甘甜的喜悦、爱意与温和。
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
而他们的父亲,伟大的天空,将这些孩子们称为提坦神,
παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
斥责他们,这些由他自己所生的孩子;
φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
他说他们由于横暴而极力伸展,犯下了巨大的
ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
罪行,因此在以后会有相应的惩罚。
νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
夜孕育了可恨的摩洛斯和黑色的克尔,
καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
以及塔纳托斯,并孕育了许普诺斯,还孕育了奥涅伊洛斯一族;
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
接着又是摩摩斯和痛苦的奥伊斯,
οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
幽暗的女神夜在没有与任何人同寝的情况下孕育了他们,
Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
还有赫斯珀里得斯,她们在显赫的俄刻阿诺斯彼岸照看
χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
美丽的黄金苹果和结有果实的树木。
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
她还孕育了莫伊赖和无情惩罚的克尔们,
Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
克洛托、拉刻西斯和阿特罗波斯,她们对凡人
γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
在出生时便赋予他们承受好与坏的命运,
- 148οὐκ ὀνομαστοί
这里并非指“无名的”或“无足轻重的”,而是因为他们可怕的怪异和巨大,带有“恐怖得无法用言语形容”或“不便提及”的含义。
- 154ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
以 ὅσσοι 开头的关系从句被视为包揽大地和天空所生之所有孩子的统括性叙述,即“凡是大地和天空所生的孩子,都是孩子们中最可怕的,且从一开始就受到父亲的憎恨”。
- 164παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου
物主形容词阳性复数呼格 ἐμοί(我的)和属格短语 πατρὸς ἀτασθάλου(横暴父亲的)通过连词 καί 并列,共同修饰同一个中心词 παῖδες(孩子们),这是一种特殊的并置结构。
- 200φιλομμηδέα
赫西俄德在此利用了荷马史诗传统的形容词 φιλομμειδής(喜好微笑的),将其与阿芙洛狄忒诞生自乌拉诺斯被割下的生殖器(μήδεα)这一语境相联系,进行了一种双关和词源性的文字游戏。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 3 处
- 2026-09-21 AI校阅 — 注 1 处
