- 底本
- Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:1-78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
两个仆人一边给主人特里盖奥斯饲养的巨型金电虫喂食粪便并抱怨,一边向观众解释主人的奇异疯狂:他将金龟子当作飞马,企图乘着它飞往天上的宙斯那里。
αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
赶快,赶快把粪饼拿来给金龟子吃。
ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ1
拿去。给它,那个注定要死得很惨的家伙,
καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
愿它永远吃不到比这更甜的粪饼!
δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
再给它一个,用驴粪捏成的。
ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
这不又好了一个。你刚才拿走的那个到哪儿去了?
κατέφαγεν;
它吃光了?
οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
不,凭宙斯发誓,没有,它是一把夺过去,
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
用双脚滚来滚去,然后一口吞了下去。
ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
快,赶快揉许多,揉得紧实些。
ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
掏粪的师傅们,看在神明的份上,帮帮我吧,
εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.2
除非你们想眼睁睁看着我被憋死。
ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
再给一个,再给一个,用男娼少年的粪捏的;
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
因为它说它想要揉得精细的。
ἰδού.
拿去。
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
各位,我觉得我至少洗清了一项罪名;
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
因为谁也不能说我一边揉面一边偷吃。
αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
哎呀,再给我拿一个,再拿一个,再拿一个来,
καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
还要继续揉。
μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
凭阿波罗发誓,我可不干了;
οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
我再也无法忍受这底舱污水的恶臭了。
αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
那我就把这污桶直接拿过去。
νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
凭宙斯发誓,滚到乌鸦那儿去吧,连你一起!
ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,
但如果你们中有人知道,请告诉我,
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
从哪里可以买到一个没有鼻孔的鼻子。
οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ3 ἀθλιώτερον
因为确实没有什么差事比这更悲惨的了:
ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
给一只金龟子揉粪并供它食用。
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
猪或狗,只要有人拉了屎,立马
φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος
就会狼吞虎咽;但这家伙出于傲慢,
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
摆架子,甚至不屑于吃,
ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης
除非我整天为它揉好并端上去,
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
就像给贵妇人揉圆饼一样。
ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
不过我要看看它是否停止了进食,
τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
把这扇门虚掩一下,免得它看见我。
ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων
吃吧,愿你永远不要停止吃,
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.4
直到你自己在不知不觉中胀破。
οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
瞧这该死的家伙低着头吃得,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
就像个摔跤手,转动着槽牙,
καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
而且把头和双手以某种方式,
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
像这样转来转去,就像那些把粗绳索
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
绞到商船上去的人一样。
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
真是个肮脏、臭气熏天又贪食的怪物!
χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ
这到底是由哪个神明降下的灾祸,
οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
我不知道。但对我来说这似乎不属于阿佛洛狄忒,
οὐ μὴν Χαρίτων γε.
确实也不属于美惠三女神。
τοῦ γάρ ἐστʼ;
那到底是谁的?
οὐκ ἔσθʼ ὅπως
绝不可能不是
τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
这个怪物不属于“降临者”宙斯。
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
那么现在,观众中也许会有人说,
νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
某个自以为聪明的年轻人会问:“这是怎么回事?
ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
那只金龟子是干什么用的?”然后,
Ἰωνικός τίς φησι παρακαθήμενος·
某个坐在他旁边的爱奥尼亚人会说:
δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
“依我看,这是在暗讽克里昂,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
因为那家伙不要脸地吞食稀粪。”
ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
好了,我要进去给金龟子喂点水喝。
ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
至于我,我要把这个故事讲给孩子们听,
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
讲给小伙子们听,讲给成年男子们听,
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
讲给最伟大的男子们听,
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
还要讲给这些极其高傲的人听。
ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
我的主人疯得有些出奇,
οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.
不是像你们那样疯,而是另一种完全新奇的方式。
διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
因为他整天望着天空,
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
像这样张着嘴,咒骂着宙斯,
καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
并且说:“噢,宙斯,你到底打算干什么?
κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.
放下扫帚!不要把希腊扫荡干净!”
ἔα ἔα.
哎呀,哎呀!
σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
安静,因为我觉得我听到了声音。
ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
“噢,宙斯,你到底想对我们的百姓做什么?
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.5
你会在不知不觉中把城邦摧毁殆尽。”
τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον.
就是这个,这正是我所说的那种灾难。
τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·
因为你们听到了他发疯的证明;
ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή,
但当他的胆汁刚开始发作时,他最先说的话,
πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·
你们将会听到。因为他曾在这里自言自语说:
πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
“我怎样才能一直走到宙斯那里呢?”
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
然后,他做了些细长的梯子,
πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν6 ἐς τὸν οὐρανόν,
顺着这些梯子想爬上天去,
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
直到他摔下来,把头摔碎。
ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι
昨天在这之后,他不知鬼混到了哪里,
εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
带回了一只巨大的埃特纳金龟子,
κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,
然后强迫我当它的马夫,
καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
而他自己抚摸着它,就像抚摸一匹小马,
ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,
说道:“噢,我的小飞马,”他说,“高贵的羽翼,
ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.
载着我,径直飞向宙斯吧!”
ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
好吧,让我从这里偷看一眼,瞧瞧他在干什么。
- 2τῷ κάκιστʼ ἀπολουμένῳ
将来时分词带冠词的实质性用法,意为“注定要死得最惨的人”。这是古喜剧中常见的诅咒或谩骂公式语。
- 10ἀποπνιγέντα περιιδεῖν
动词 περιοράω(忽视、听任)带补充性分词(此处为 ἀποπνιγέντα),意为“眼睁睁看着某人被憋死”。与条件从句 εἰ μή 一起,构成对观众的呼吁。
- 22ἦν ἄρʼ
未完成过去时 ἦν 与语气词 ἄρα 连用,表示对早已存在的事实突然有了认识或发现(即所谓的“发现的 ἄρα”),意为“原来竟然是……”。
- 32ἕως σαυτὸν λάθοις διαρραγείς
连词 ἕως(直到)受到主句表示愿望的祈愿式 μὴ παύσαιο 的同化,因而采用祈愿式 λάθοις。动词 λανθάνω 带分词 διαρραγείς 构成“在不知不觉中胀破”的意思。
- 63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας
将来时 λήσεις(动词 λανθάνω)与反身代词 σεαυτόν 以及不定过去时分词 ἐκκοκκίσας 结合,表示主语在未来不知不觉中完成的动作:“你会在自己毫无察觉的情况下毁灭这些城邦”。
- 70ἀνηρριχᾶτʼ ἂν
直说式过去时(未完成过去时 ἀνηρριχᾶτο)与语气词 ἄν 连用,表示过去反复发生的动作或习惯(“常常爬上去”、“总是试着爬上去”),即反复的 ἄν 句式。
